ἐννόει γάρ, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, ὅτι οὐδʼ ὑπὸ τῆς τῶν σιτίων πονηρίας, ἣ ἂν ᾖ αὐτῶν ἐκείνων, εἴτε παλαιότης εἴτε σαπρότης εἴτε ἡτισοῦν οὖσα, οὐκ οἰόμεθα δεῖν σῶμα ἀπόλλυσθαι· ἀλλʼ ἐὰν μὲν ἐμποιῇ ἡ αὐτῶν πονηρία τῶν σιτίων τῷ σώματι σώματος μοχθηρίαν, φήσομεν αὐτὸ διʼ ἐκεῖνα ὑπὸ τῆς αὑτοῦ κακίας νόσου οὔσης ἀπολωλέναι· ὑπὸ δὲ σιτίων πονηρίας ἄλλων ὄντων ἄλλο ὂν τὸ σῶμα, ὑπʼ ἀλλοτρίου κακοῦ μὴ ἐμποιήσαντος τὸ ἔμφυτον κακόν, οὐδέποτε ἀξιώσομεν διαφθείρεσθαι. — ὀρθότατʼ αὖ, ἔφη, λέγεις. — κατὰ τὸν αὐτὸν τοίνυν λόγον, ἦν δʼ ἐγώ, ἐὰν μὴ σώματος πονηρία ψυχῇ ψυχῆς πονηρίαν ἐμποιῇ, μή ποτε ἀξιῶμεν ὑπὸ ἀλλοτρίου κακοῦ ἄνευ τῆς ἰδίας πονηρίας ψυχὴν ἀπόλλυσθαι, τῷ ἑτέρου κακῷ ἕτερον. — ἔχει γάρ, ἔφη, λόγον. — ἢ τοίνυν ταῦτα ἐξελέγξωμεν ὅτι οὐ καλῶς λέγομεν, ἢ ἕως ἂν ᾖ ἀνέλεγκτα, μή ποτε φῶμεν ὑπὸ πυρετοῦ μηδʼ αὖ ὑπʼ ἄλλης νόσου μηδʼ αὖ ὑπὸ σφαγῆς, μηδʼ εἴ τις ὅτι σμικρότατα ὅλον τὸ σῶμα κατατέμοι, ἕνεκα τούτων μηδὲν μᾶλλόν ποτε ψυχὴν ἀπόλλυσθαι, πρὶν ἄν τις ἀποδείξῃ ὡς διὰ ταῦτα τὰ παθήματα τοῦ σώματος αὐτὴ ἐκείνη ἀδικωτέρα καὶ ἀνοσιωτέρα γίγνεται· ἀλλοτρίου δὲ κακοῦ ἐν ἄλλῳ γιγνομένου, τοῦ δὲ ἰδίου ἑκάστῳ μὴ ἐγγιγνομένου, μήτε ψυχὴν μήτε ἄλλο μηδὲν ἐῶμεν φάναι τινὰ ἀπόλλυσθαι. — ἀλλὰ μέντοι, ἔφη, τοῦτό γε οὐδείς ποτε δείξει, ὡς τῶν ἀποθνῃσκόντων ἀδικώτεραι αἱ ψυχαὶ διὰ τὸν θάνατον γίγνονται. — ἐὰν δέ γέ τις, ἔφην ἐγώ, ὁμόσε τῷ λόγῳ τολμᾷ ἰέναι καὶ λέγειν ὡς πονηρότερος καὶ ἀδικώτερος γίγνεται ὁ ἀποθνῄσκων, ἵνα δὴ μὴ ἀναγκάζηται ἀθανάτους τὰς ψυχὰς ὁμολογεῖν, ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, τὴν ἀδικίαν εἶναι θανάσιμον τῷ ἔχοντι ὥσπερ νόσον, καὶ ὑπʼ αὐτοῦ, τοῦ ἀποκτεινύντος τῇ ἑαυτοῦ φύσει, ἀποθνῄσκειν τοὺς λαμβάνοντας αὐτό, τοὺς μὲν μάλιστα θᾶττον, τοὺς δʼ ἧττον σχολαίτερον, ἀλλὰ μὴ ὥσπερ νῦν διὰ τοῦτο ὑπʼ ἄλλων δίκην ἐπιτιθέντων ἀποθνῄσκουσιν οἱ ἄδικοι. — μὰ Δίʼ, ἦ δʼ ὅς, οὐκ ἄρα πάνδεινον φανεῖται ἡ ἀδικία, εἰ θανάσιμον ἔσται τῷ λαμβάνοντι—ἀπαλλαγὴ γὰρ ἂν εἴη κακῶν—ἀλλὰ μᾶλλον οἶμαι αὐτὴν φανήσεσθαι πᾶν τοὐναντίον τοὺς ἄλλους ἀποκτεινῦσαν, εἴπερ οἷόν τε, τὸν δʼ ἔχοντα καὶ μάλα ζωτικὸν παρέχουσαν, καὶ πρός γʼ ἔτι τῷ ζωτικῷ ἄγρυπνον· οὕτω πόρρω που, ὡς ἔοικεν, ἐσκήνηται τοῦ θανάσιμος εἶναι. — καλῶς, ἦν δʼ ἐγώ, λέγεις. ὁπότε γὰρ δὴ μὴ ἱκανὴ ἥ γε οἰκεία πονηρία καὶ τὸ οἰκεῖον κακὸν ἀποκτεῖναι καὶ ἀπολέσαι ψυχήν, σχολῇ τό γε ἐπʼ ἄλλου ὀλέθρῳ τεταγμένον κακὸν ψυχὴν ἤ τι ἄλλο ἀπολεῖ, πλὴν ἐφʼ ᾧ τέτακται. — σχολῇ γʼ, ἔφη, ὥς γε τὸ εἰκός.
ソクラテスというのも、と私は言った、グラウコン、考えてみてほしい。食物の劣悪さ――それが古さであれ、腐敗であれ、ほかの何であれ、食物そのものの劣悪さ――によって身体が滅びるべきだとは、私たちは思わない。むしろ、食物そのものの劣悪さが身体のうちに身体の悪しき状態を作り出すならば、私たちは、身体はそれらを介して、病気であるところの自分自身の悪によって滅びたと言うだろう。だが、食物は別のものであり身体は別のものである以上、食物の劣悪さによって、つまり生まれつきの悪を作り出さなかった他の悪によって、身体が損なわれるなどということは、決して認めないだろう。
グラウコンまたしてもまったく正しいことを、と彼は言った、あなたは言っています。
ソクラテスそれなら同じ理屈によって、と私は言った、もし身体の劣悪さが魂のうちに魂の劣悪さを作り出さないのなら、固有の劣悪さなしに、他の悪によって――一方のものの悪によって他方のものが――魂が滅びるなどということを、決して認めないことにしよう。
ソクラテスそれでは、これらのことを、私たちの言い方が立派ではないと論駁するか、あるいは、論駁されないでいるあいだは、熱病によっても、ほかの病気によっても、また喉を切られることによっても、さらに誰かが身体全体をどれほど細かく切り刻んだとしても、これらのせいで魂が少しでも滅びるなどとは決して言わないことにしよう。これらの身体の受難によって、魂そのものがより不正に、より不敬虔になることを、誰かが証明するまでは。他のものの悪がほかのもののうちに生じても、それぞれに固有の悪が内に生じないかぎり、魂であれほかの何であれ、何かが滅びると誰かが言うのを許さないことにしよう。
グラウコンしかし、と彼は言った、少なくともこのことは誰も決して示せないでしょう。死んでいく人々の魂が、死によってより不正になるということは。
ソクラテスだが、もし誰かが、と私は言った、議論に真っ向から立ち向かい、死んでいく者はより劣悪に、より不正になると言うなら――つまり、魂が不死であると同意することを強いられないように――、私たちはおそらく、もしそう言う者が真実を語っているのなら、不正はそれをもつ者にとって病気のように致命的なものであり、それを受け取った者は、自らの本性によって殺すその不正によって死ぬのであり、最もひどくもつ者はより早く、より少なくもつ者はより緩やかに死ぬのだ、と主張するだろう。今のように、不正な者たちがそのせいで、裁きを加える他の者たちの手によって死ぬのではなく。
グラウコンゼウスにかけて、と彼は言った、もし不正が、それを受け取る者にとって致命的なものであるなら、それほど恐ろしいものには見えないでしょう。災いからの解放になるでしょうから。むしろ私の思うに、まったく反対に、できるものなら他人を殺し、それをもつ者のほうはきわめて生気にあふれさせ、しかも生気にあふれさせるうえに、眠らせないものだと見えるでしょう。それほどまでに、どうやら、致命的であることから遠く離れたところに住みついているのです。
ソクラテス見事に言った、と私は言った。というのも、固有の劣悪さ、つまり固有の悪でさえ、魂を殺し滅ぼすのに十分でないとすれば、他のものの破滅のために定められた悪が、魂であれほかの何であれ、自分が定められている当のもの以外を滅ぼすことは、まずないだろうから。
グラウコンまずないでしょう、と彼は言った、当然ながら。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…