Ἀλλὰ τί ταῦτα ἀπομηκύνω, διὰ πολλῶν ἐν τοῖς
ἔμπροσθεν τὸ τῆς θείας μαντικῆς πρὸς τὴν ἀνθρωπίνην ἐπιδείξας ὑπερέχον; βέλτιον οὖν, ὅπερ ἀπαιτεῖς παρ' ἡμῶν, τὴν εἰς εὐδαιμονίαν ὁδὸν ἐπιδεῖξαί σοι, καὶ ἐν τίνι κεῖται ἡ αὐτῆς οὐσία· ἀπὸ γὰρ τούτου τό τε ἀληθὲς εὑρίσκεται καὶ ἅμα τὰς ἀπορίας πάσας ἔνεστι διαλύειν ῥᾳδίως. Λέγω τοίνυν ὡς ὁ θεωτὸς νοούμενος ἄνθρωπος, ἡνωμένος τὸ πρόσθεν τῇ θέᾳ τῶν θεῶν, ἐπειςῆλθεν ἑτέρᾳ ψυχῇ τῇ περὶ τὸ ἀνθρώπινον μορφῆς εἶδος συνηρμοσμένῃ, καὶ διὰ τοῦτο ἐν τῷ τῆς ἀνάγκης καὶ εἱμαρμένης ἐγένετο δεσμῷ.
Σκοπεῖν δὴ δεῖ τίς αὐτοῦ γίγνεται λύσις καὶ ἀπαλλαγὴ τῶν δεσμῶν. Ἔστι τοίνυν οὐκ ἄλλη τις ἢ τῶν θεῶν γνῶσις· ἰδέα γάρ ἐστιν εὐδαιμονίας τὸ ἐπίστασθαι τὸ ἀγαθόν, ὥσπερ τῶν κακῶν ἰδέα συμβαίνει ἡ λήθη τῶν ἀγαθῶν καὶ ἀπάτη περὶ τὸ κακόν· ἡ μὲν οὖν τῷ θείῳ σύνεστιν, ἡ δὲ χείρων μοῖρα ἀχώριστός ἐστι τοῦ θνητοῦ· καὶ ἡ μὲν τὰς τῶν νοητῶν οὐσίας ἱερατικαῖς ὁδοῖς ἀναμετρεῖ, ἡ δέ, παρακρουσθεῖσα τῶν ἀρχῶν, προΐησιν ἑαυτὴν ἐπὶ τὴν καταμέτρησιν τῆς τοῦ σώματος ἰδέας· καὶ ἡ μὲν γνῶσίς ἐστι τοῦ πατρός, ἡ δὲ παραγωγὴ ἀπ' αὐτοῦ καὶ λήθη τοῦ προουσίου αὐταρχοῦντος πατρὸς θεοῦ· καὶ ἡ μὲν σώζει τὴν ἀληθινὴν ζωὴν ἐπὶ τὸν πατέρα αὐτῆς ἀνάγουσα, ἡ δὲ κατάγει τὸν γεναρχοῦντα ἄνθρωπον ἄχρι τοῦ μηδέποτε μένοντος ἀλλ' ἀεὶ ῥέοντος. Αὕτη μὲν οὖν νοείσθω σοι ‹ἡ› πρώτη τῆς εὐδαιμονίας ὁδός, νοερὰν ἔχουσα τῆς θείας ἑνώσεως ἀποπλήρωσιν τῶν ψυχῶν· ἡ δ' ἱερατικὴ καὶ θεουργικὴ τῆς εὐδαιμονίας δόσις καλεῖται μὲν θύρα πρὸς θεὸν τὸν δημιουργὸν τῶν ὅλων, ἢ τόπος ἢ αὐλὴ τοῦ ἀγαθοῦ· δύναμιν δ' ἔχει πρώτην μὲν ἁγνείαν τῆς ψυχῆς
πολὺ τελειοτέραν τῆς τοῦ σώματος ἁγνείας, ἔπειτα κατάρτυσιν τῆς διανοίας εἰς μετουσίαν καὶ θέαν τοῦ ἀγαθοῦ καὶ τῶν ἐναντίων πάντων ἀπαλλαγήν, μετὰ δὲ ταῦτα πρὸς τοὺς τῶν ἀγαθῶν δοτῆρας θεοὺς ἕνωσιν.
しかし、なぜ私はこれを長々と論じるのか。先に多くの箇所で、神的な占いが人間的な占いにまさることを示したというのに。それゆえ、あなたが私たちに求めているように、幸福への道を、またその本質が何にあるかをあなたに示すほうがよい。というのも、そこから真理が見いだされ、同時にあらゆる難問をたやすく解くことができるからである。そこで私は言う。神のように観照すると考えられる人間は、以前は神々の観照と一つになっていたが、人間の形の姿に合わせられた別の魂の中へと入り込み、そのために必然と運命の縛めのうちに陥ったのである。
それでは、彼にとっての縛めからの解放と解き放ちとは何であるかを考察しなければならない。それは神々の知識以外の何ものでもない。というのも、善を知ることは幸福の形相であり、ちょうど善の忘却と悪をめぐる欺きとが悪の形相であるように。前者は神的なものとともにあるが、後者のより劣った分け前は死すべきものから離れることができない。前者は知性的なものの本質を祭司的な道によって測り、後者は始原から逸れて、自らを身体の形相を測ることへと投げ出す。前者は父の知識であり、後者は父からの離反であり、本質に先立ち自らによって支配する父なる神の忘却である。前者は真の生命を、その父へと導き上げて救い、後者は生成を支配する人間を、決してとどまることなく、つねに流れ去るものへと引き下ろす。それゆえ、これが幸福の第一の道であるとあなたは理解せよ。それは魂に、神的な合一の知性的な充満をもたらす。しかし幸福の祭司的で神働術的な授与は、万物の造物主である神への扉、あるいは善の場所、あるいは中庭と呼ばれる。そしてそれは、第一に、身体の清浄よりもはるかに完全な魂の清浄の力を、次に、善にあずかりそれを観照するための思考の整え、反対のものすべてからの解放の力を、そしてその後に、善を与える神々との合一の力をもつのである。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…