Φῂς γὰρ δὴ ὡς οὗτος ἦν ἄρα εὐδαίμων ὅστις μαθὼν τὸ σχῆμα τῆς αὑτοῦ γενέσεως τὰ εἱμαρμένα ἐκθύσαιτο γνοὺς τὸν ἑαυτοῦ δαίμονα· ἐμοὶ δὲ δοκεῖς ταῦτα οὐ πάνυ σύμφωνα λέγειν οὔτε αὐτὰ πρὸς ἑαυτὰ οὔτε πρὸς τὴν ἀλήθειαν· εἰ μὲν γὰρ ἀπὸ τοῦ σχήματος τῆς γενέσεως ἀπονενέμηται ἡμῖν ὁ δαίμων, κἀκεῖθεν αὐτὸν ἀνευρίσκομεν, πῶς ἂν ἀπολυσαίμεθα τὰ εἱμαρμένα διὰ τῆς γνώσεως τοῦ καθ' εἱμαρμένην ἡμῖν δοθέντος δαίμονος; εἰ δὲ ἐκθυόμεθα ὄντως τὰ ἀναγκαῖα, ὥσπερ δὴ σὺ λέγεις, διὰ τοῦ δαίμονος, πῶς ἔτι καθ' εἱμαρμένην ἡμῖν συγκεκλήρωται;
Μάχεται μὲν οὖν οὑτωσὶ τὰ νῦν εἰρημένα πρὸς ἑαυτά,
πρὸς δὲ τὴν ἀλήθειαν διαφωνεῖ· ἐπειδὴ οὐ πάντως ἀπὸ τοῦ σχήματος τῆς ἰδίας γενέσεως ὁ οἰκεῖος ἑκάστῳ δαίμων ἐφήκει, ἀλλ' ἦν τις αὐτοῦ καὶ πρεσβυτέρα ἀρχὴ ταύτης, ἣν εἰσαῦθις μέτιμεν· καὶ διότι εἰ μόνως ἐντεῦθεν ἐθεωρεῖτο κατιὼν ὁ δαίμων, οὐκ ἦν ἄρα εὐδαίμων ὁ τῆς τοῦ γενεσιουργοῦ δαίμονος εὐτυχήσας γνώσεως. Τίς δ' ἂν καὶ ὁδηγὸν αὐτὸν λάβοι πρὸς τὴν τῶν εἱμαρμένων ἔκθυσιν, εἰ ἐπὶ τούτῳ δέδοται, ὥστε ἀποπληρῶσαι τὰ ἀπὸ τῆς εἱμαρμένης ἀπονεμόμενα;
Ἔτι δ' ἔμοιγε δοκεῖ μέρος τι τῆς τοῦ δαίμονος θεωρίας καὶ τοῦτο ἔσχατον εἶναι τὸ τοιοῦτον, τὸ δ' ὅλον αὐτοῦ τῆς οὐσίας παραλείπεσθαι κατὰ τὴν τοιαύτην μέθοδον. Ἀλλὰ ταῦτα μέν, εἰ καὶ ψευδῶς εἴρηται, ὅμως οὐκ ἔχει γέ τινα ἀλλοτριότητα, τὰ δ' ἐφεξῆς περὶ τῆς τῶν κανόνων διαριθμήσεως καὶ περὶ τῆς ἐπιστήμης τῆς γενεθλιαλογικῆς ἀπορηθέντα, ὥς εἰσιν ἀκατάληπτοι, οὐδεμίαν ἔχουσι πρὸς τὸ προκείμενον ἀμφισβήτησιν· εἴτε γὰρ γνώριμοι εἴτε ἀκατάληπτοί εἰσιν αἵδε αἱ τέχναι, ὅμως ἡ ἀπὸ τῶν ἄστρων ἀπόρροια ἀπονέμει τὸν δαίμονα, ἄν τε ἡμεῖς γιγνώσκωμεν ἄν τε μή· δύναται δὲ ἡ θεία μαντικὴ διδάσκειν ἡμᾶς περὶ τῶν ἄστρων κατ' αὐτὸ τὸ ἀληθέστατον, καὶ οὐ πάντως δεόμεθα τῆς τῶν κανόνων διαριθμήσεως ἢ τῆς μαντικῆς τέχνης.
というのも、あなたは言う、自らの出生の図形を学び、自らのダイモーンを知って、運命の定めを〔供犠によって〕贖い払う者こそ幸いであった、と。しかし私には、あなたはこれらのことを、それら自身とも真理とも、まったく一致しない仕方で言っているように思われる。というのも、もしダイモーンが出生の図形から私たちに割り当てられ、そこから私たちが彼を見いだすのであれば、運命にしたがって私たちに与えられたダイモーンを知ることによって、どうして私たちが運命の定めから解き放たれえようか。しかしもし、あなたが言うように、私たちがダイモーンを通じて必然を本当に贖い払うのであれば、どうして彼はなお運命にしたがって私たちに割り当てられているのか。
こうして、いま言われたことは、このように自らと争い、真理とも食い違っている。というのも、各人に固有のダイモーンは、まったく固有の出生の図形から来るのではなく、それよりも古い彼の始原があるからであり、それについてはのちに論じるであろう。また、もしダイモーンが下降するのがそこからのみ観照されるのであれば、生成を司るダイモーンの知識を得る幸運に恵まれた者は幸いではないことになるからである。もし彼が、運命から割り当てられたものを満たすためにこそ与えられたのであれば、誰が彼を、運命の定めを贖い払うための導き手として受け取るであろうか。
さらに私には、このようなものは、ダイモーンの観照のうちのある部分、それも最後の部分にすぎず、このような方法によっては彼の本質の全体が見落とされているように思われる。しかし、これらのことは、偽って言われているとしても、それでもまったく無縁というわけではない。しかし続いて、規則の数え上げと出生占星術の学問とについて、それらが把握できないものであるとして提起された難問は、目の前の課題に対して何の争点ももたない。というのも、これらの技術が知られうるものであれ把握できないものであれ、それでも星々からの流出は、私たちが知っていようといまいと、ダイモーンを割り当てるからである。そして神的な占いは、星々について最も真なるものにしたがって私たちに教えることができ、私たちは規則の数え上げや占いの技術をまったく必要としないのである。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…