τὸν Ἴωνα χαίρειν. πόθεν τὰ νῦν ἡμῖν ἐπιδεδήμηκας; ἢ οἴκοθεν ἐξ Ἐφέσου; — οὐδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ἐξ Ἐπιδαύρου ἐκ τῶν Ἀσκληπιείων. — μῶν καὶ ῥαψῳδῶν ἀγῶνα τιθέασιν τῷ θεῷ οἱ Ἐπιδαύριοι; — πάνυ γε, καὶ τῆς ἄλλης γε μουσικῆς. — τί οὖν; ἠγωνίζου τι ἡμῖν; καὶ πῶς τι ἠγωνίσω; — τὰ πρῶτα τῶν ἄθλων ἠνεγκάμεθα, ὦ Σώκρατες. — εὖ λέγεις· ἄγε δὴ ὅπως καὶ τὰ Παναθήναια νικήσομεν. — ἀλλʼ ἔσται ταῦτα, ἐὰν θεὸς ἐθέλῃ. — καὶ μὴν πολλάκις γε ἐζήλωσα ὑμᾶς τοὺς ῥαψῳδούς, ὦ Ἴων, τῆς τέχνης· τὸ γὰρ ἅμα μὲν τὸ σῶμα κεκοσμῆσθαι ἀεὶ πρέπον ὑμῶν εἶναι τῇ τέχνῃ καὶ ὡς καλλίστοις φαίνεσθαι, ἅμα δὲ ἀναγκαῖον εἶναι ἔν τε ἄλλοις ποιηταῖς διατρίβειν πολλοῖς καὶ ἀγαθοῖς καὶ δὴ καὶ μάλιστα ἐν Ὁμήρῳ, τῷ ἀρίστῳ καὶ θειοτάτῳ τῶν ποιητῶν, καὶ τὴν τούτου διάνοιαν ἐκμανθάνειν, μὴ μόνον τὰ ἔπη, ζηλωτόν ἐστιν. οὐ γὰρ ἂν γένοιτό ποτε ἀγαθὸς ῥαψῳδός, εἰ μὴ συνείη τὰ λεγόμενα ὑπὸ τοῦ ποιητοῦ. τὸν γὰρ ῥαψῳδὸν ἑρμηνέα δεῖ τοῦ ποιητοῦ τῆς διανοίας γίγνεσθαι τοῖς ἀκούουσι· τοῦτο δὲ καλῶς ποιεῖν μὴ γιγνώσκοντα ὅτι λέγει ὁ ποιητὴς ἀδύνατον. ταῦτα οὖν πάντα ἄξια ζηλοῦσθαι. — ἀληθῆ λέγεις, ὦ Σώκρατες· ἐμοὶ γοῦν τοῦτο πλεῖστον ἔργον παρέσχεν τῆς τέχνης, καὶ οἶμαι κάλλιστα ἀνθρώπων λέγειν περὶ Ὁμήρου, ὡς οὔτε Μητρόδωρος ὁ Λαμψακηνὸς οὔτε Στησίμβροτος ὁ Θάσιος οὔτε Γλαύκων οὔτε ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων ἔσχεν εἰπεῖν οὕτω πολλὰς καὶ καλὰς διανοίας περὶ Ὁμήρου ὅσας ἐγώ. — εὖ λέγεις, ὦ Ἴων· δῆλον γὰρ ὅτι οὐ φθονήσεις μοι ἐπιδεῖξαι. — καὶ μὴν ἄξιόν γε ἀκοῦσαι, ὦ Σώκρατες, ὡς εὖ κεκόσμηκα τὸν Ὅμηρον· ὥστε οἶμαι ὑπὸ Ὁμηριδῶν ἄξιος εἶναι χρυσῷ στεφάνῳ στεφανωθῆναι. — καὶ μὴν ἐγὼ ἔτι ποιήσομαι σχολὴν ἀκροάσασθαί σου, νῦν δέ μοι τοσόνδε ἀπόκριναι· πότερον περὶ Ὁμήρου μόνον δεινὸς εἶ ἢ καὶ περὶ Ἡσιόδου καὶ Ἀρχιλόχου;
イオンにごきげんよう。今回はどこから私たちのところへ滞在しに来たのかね。それとも故郷のエペソスからかね。
いいえ、まったく違います、ソクラテス。エピダウロスのアスクレピオス祭からです。
まさかエピダウロスの人々は、神のために吟誦詩人たちの競技まで催すのかね。
ええ、そうですとも。そのほかの音楽・文芸〔ムーシケー〕の競技もです。
それで?君は私たちのために何か競技に出たのかね。そして、どんな具合に競技したのかね。
私たちは賞の一等を勝ち取りました、ソクラテス。
よく言ってくれた。さあ、パンアテナイア祭でも勝つようにしよう。
いや、そうなるでしょう、もし神が望まれるなら。
実際、私はしばしば君たち吟誦詩人を、イオン、その技術のゆえに羨んできたのだ。というのも、一方では身体を飾り立て、できるだけ美しく見えることが、常に君たちの技術にふさわしいということ、他方では、ほかの多くの善き詩人たちのうちで過ごし、とりわけ詩人たちのうちで最善かつ最も神的なホメロスのうちで過ごし、その詩句だけでなく、その思想を徹底的に学ぶことが必然であるということ、それは羨むべきことだからだ。というのも、もし詩人によって語られたことを理解しないなら、人は決して善き吟誦詩人にはならないだろうから。吟誦詩人は、聞く者たちに対して詩人の思想の解釈者とならねばならず、詩人が何を言っているかを知らずに、これを立派に行うことは不可能だ。だからこれらすべては羨まれるに値する。
本当のことをおっしゃいます、ソクラテス。少なくとも私には、これが技術のうちで最も多くの骨折りをもたらしました。そして私は、人間のうちで最も立派にホメロスについて語ると思っています。ランプサコスのメトロドロスも、タソスのステシンブロトスも、グラウコンも、かつて生まれた者のうち誰ひとりとして、私ほど多くの立派な思想をホメロスについて語ることはできなかったのです。
よく言ってくれた、イオン。君が私に披露するのを惜しまないことは明らかだからね。
実際、聞くに値しますよ、ソクラテス、私がどれほど見事にホメロスを飾り立てたかは。それで私は、ホメロスの徒(ホメリダイ)によって黄金の冠を戴かせられるに値すると思っています。
いや、私はいずれ暇を作って君のを聞くことにしよう。だが今は、これだけ私に答えてくれたまえ。君はホメロスについてだけ腕が立つのかね、それともヘシオドスやアルキロコスについてもかね。



コメント
まだコメントはありません。
コメントを読み込んでいます…