τί οὖν ποτε τὸ αἴτιον, ὦ Σώκρατες, ὅτι ἐγώ, ὅταν μέν τις περὶ ἄλλου του ποιητοῦ διαλέγηται, οὔτε προσέχω τὸν νοῦν ἀδυνατῶ τε καὶ ὁτιοῦν συμβαλέσθαι λόγου ἄξιον, ἀλλʼ ἀτεχνῶς νυστάζω, ἐπειδὰν δέ τις περὶ Ὁμήρου μνησθῇ, εὐθύς τε ἐγρήγορα καὶ προσέχω τὸν νοῦν καὶ εὐπορῶ ὅτι λέγω; — οὐ χαλεπὸν τοῦτό γε εἰκάσαι, ὦ ἑταῖρε, ἀλλὰ παντὶ δῆλον ὅτι τέχνῃ καὶ ἐπιστήμῃ περὶ Ὁμήρου λέγειν ἀδύνατος εἶ· εἰ γὰρ τέχνῃ οἷός τε ἦσθα, καὶ περὶ τῶν ἄλλων ποιητῶν ἁπάντων λέγειν οἷός τʼ ἂν ἦσθα· ποιητικὴ γάρ πού ἐστιν τὸ ὅλον. ἢ οὔ; — ναί. — οὐκοῦν ἐπειδὰν λάβῃ τις καὶ ἄλλην τέχνην ἡντινοῦν ὅλην, ὁ αὐτὸς τρόπος τῆς σκέψεως ἔσται περὶ ἁπασῶν τῶν τεχνῶν; πῶς τοῦτο λέγω, δέῃ τί μου ἀκοῦσαι, ὦ Ἴων; — ναὶ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε· χαίρω γὰρ ἀκούων ὑμῶν τῶν σοφῶν. — βουλοίμην ἄν σε ἀληθῆ λέγειν, ὦ Ἴων· ἀλλὰ σοφοὶ μέν πού ἐστε ὑμεῖς οἱ ῥαψῳδοὶ καὶ ὑποκριταὶ καὶ ὧν ὑμεῖς ᾁδετε τὰ ποιήματα, ἐγὼ δὲ οὐδὲν ἄλλο ἢ τἀληθῆ λέγω, οἷον εἰκὸς ἰδιώτην ἄνθρωπον. ἐπεὶ καὶ περὶ τούτου οὗ νῦν ἠρόμην σε, θέασαι ὡς φαῦλον καὶ ἰδιωτικόν ἐστι καὶ παντὸς ἀνδρὸς γνῶναι ὃ ἔλεγον, τὴν αὐτὴν εἶναι σκέψιν, ἐπειδάν τις ὅλην τέχνην λάβῃ. λάβωμεν γὰρ τῷ λόγῳ· γραφικὴ γάρ τίς ἐστι τέχνη τὸ ὅλον; — ναί. — οὐκοῦν καὶ γραφῆς πολλοὶ καὶ εἰσὶ καὶ γεγόνασιν ἀγαθοὶ καὶ φαῦλοι; — πάνυ γε.
では一体その原因は何なのでしょう、ソクラテス。私は、誰かがほかの詩人について論じるときには、注意も向けず、語るに値することを何一つ寄与することもできず、まったくうとうとしてしまうのに、誰かがホメロスに言及すると、すぐに目が覚めて、注意を向け、言うべきことに事欠かないのは。
それを推し量るのは難しくない、友よ。君が技術と知識によってホメロスについて語ることができないのは、誰にでも明らかだ。もし技術によってできるのなら、ほかのすべての詩人についても語ることができただろう。詩作術というものは、たぶん一つの全体なのだから。そうではないか。
はい。
では、誰かがほかのどんな技術であれ、それを全体として取り上げるなら、すべての技術について考察の仕方は同じであろうね。私がこれをどういう意味で言っているのか、私から聞く必要があるかね、イオン。
ええ、ゼウスにかけて、ソクラテス、私は聞きたいです。あなたがた賢い人々の話を聞くのは楽しいのですから。
君の言うことが本当ならいいのだがね、イオン。だが、賢いのはおそらく君たち吟誦詩人や俳優、そして君たちがその詩を歌う詩人たちのほうで、私は、素人の人間にふさわしく、真実を語るだけだ。というのも、今君に尋ねたことについても、見てほしい。それがいかにつまらない素人くさいことで、私の言ったこと――誰かが技術を全体として取り上げるなら考察は同じだということ――は誰にでも分かることなのかを。議論の上で取り上げてみよう。絵画術は一つの全体としての技術だろうか。
はい。
そして画家には、優れた者も劣った者も、多くいるし、かつてもいただろうね。
もちろんです。



コメント
まだコメントはありません。
コメントを読み込んでいます…