καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα, τὰ δὲ δὴ δίκαια οὐδʼ εἶναι τὸ παράπαν φύσει, ἀλλʼ ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα, ἃ δʼ ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα τέχνῃ καὶ τοῖς νόμοις ἀλλʼ οὐ δή τινι φύσει. ταῦτʼ ἐστίν, ὦ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιητῶν, φασκόντων εἶναι τὸ δικαιότατον ὅτι τις ἂν νικᾷ βιαζόμενος· ὅθεν ἀσέβειαί τε ἀνθρώποις ἐμπίπτουσιν νέοις, ὡς οὐκ ὄντων θεῶν οἵους ὁ νόμος προστάττει διανοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστιν τῇ ἀληθείᾳ κρατοῦντα ζῆν τῶν ἄλλων καὶ μὴ δουλεύοντα ἑτέροισι κατὰ νόμον. — οἷον διελήλυθας, ὦ ξένε, λόγον, καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσίν τε καὶ ἰδίοις οἴκοις. — ἀληθῆ μέντοι λέγεις, ὦ Κλεινία. τί οὖν οἴει χρῆναι δρᾶν τὸν νομοθέτην, οὕτω τούτων πάλαι παρεσκευασμένων; ἢ μόνον ἀπειλεῖν στάντα ἐν τῇ πόλει σύμπασι τοῖς ἀνθρώποις, ὡς εἰ μὴ φήσουσιν εἶναι θεοὺς καὶ διανοηθήσονται δοξάζοντες τοιούτους οἵους φησὶν ὁ νόμος—καὶ περὶ καλῶν καὶ δικαίων καὶ περὶ ἁπάντων τῶν μεγίστων ὁ αὐτὸς λόγος, ὅσα δὲ πρὸς ἀρετὴν τείνει καὶ κακίαν, ὡς δεῖ ταῦτα οὕτω πράττειν διανοουμένους ὅπῃπερ ἂν ὁ νομοθέτης ὑφηγήσηται γράφων—ὃς δʼ ἂν μὴ παρέχηται ἑαυτὸν τοῖς νόμοις εὐπειθῆ, τὸν μὲν δεῖν τεθνάναι, τὸν δέ τινα πληγαῖς καὶ δεσμοῖς, τὸν δὲ ἀτιμίαις, ἄλλους δὲ πενίαις κολάζεσθαι καὶ φυγαῖς· πειθὼ δὲ τοῖς ἀνθρώποις, ἅμα τιθέντα αὐτοῖς τοὺς νόμους, μηδεμίαν ἔχειν τοῖς λόγοις προσάπτοντα εἰς δύναμιν ἡμεροῦν; — μηδαμῶς, ὦ ξένε, ἀλλʼ εἴπερ τυγχάνει γε οὖσα καὶ σμικρὰ πειθώ τις περὶ τὰ τοιαῦτα, δεῖ μηδαμῇ κάμνειν τόν γε ἄξιον καὶ σμικροῦ νομοθέτην, ἀλλὰ πᾶσαν, τὸ λεγόμενον, φωνὴν ἱέντα, τῷ παλαιῷ νόμῳ ἐπίκουρον γίγνεσθαι λόγῳ ὡς εἰσὶν θεοὶ καὶ ὅσα νυνδὴ διῆλθες σύ, καὶ δὴ καὶ νόμῳ αὐτῷ βοηθῆσαι καὶ τέχνῃ, ὡς ἐστὸν φύσει ἢ φύσεως οὐχ ἧττον, εἴπερ νοῦ γέ ἐστιν γεννήματα κατὰ λόγον ὀρθόν, ὃν σύ τε λέγειν μοι φαίνῃ καὶ ἐγώ σοι πιστεύω τὰ νῦν. — ὦ προθυμότατε Κλεινία, τί δʼ; οὐ χαλεπά τέ ἐστι συνακολουθεῖν λόγοις οὕτως εἰς πλήθη λεγόμενα, μήκη τε αὖ κέκτηται διωλύγια; — τί δέ, ὦ ξένε; περὶ μέθης μὲν καὶ μουσικῆς οὕτω μακρὰ λέγοντας ἡμᾶς αὐτοὺς περιεμείναμεν, περὶ θεῶν δὲ καὶ τῶν τοιούτων οὐχ ὑπομενοῦμεν;
アテナイからの客人そしてまた、美しいものも、自然によるものと法によるものとは別であり、正しいものにいたっては、そもそもまったく自然によっては存在せず、人々は互いに争い続け、いつもそれを変え続けているのであって、変えたものは、変えたそのときに、それぞれ効力をもつのだ、と。技術と法とによって生じるのであって、何らかの自然によってではないのだから、と。友人たちよ、これらはみな、知恵ある人々が若い人間たちのあいだで語っていることなのだ。私人たちも詩人たちもね。彼らは、誰かが力ずくで勝ち取るものこそ最も正しいのだと主張する。そこから若い人間たちに不敬虔が降りかかるのだ。法が考えなければならないと命じているような神々は存在しないとしてね。そしてそのために内乱も起こる。彼らが自然に従った正しい生へと人々を引っぱっていくからだ。それは、真実には、他人を支配して生き、法に従って他人に隷属しない生のことなのだ。
クレイニアスなんという議論を詳しく述べてくださったことでしょう、客人。そして、若い人間たちにとって、国家においても私的な家においても、なんという害でしょう。
アテナイからの客人君の言うことはまったく本当だ、クレイニアス。では、これらのことがこのように昔から備えられてきたのだから、立法者は何をしなければならないと君は思うか。国家のうちに立って、すべての人間たちをただ脅すだけでいいのか。もし神々が存在すると言わず、法が言うような神々だと信じて考えないならば――美しいものや正しいものについても、最も重大なすべてのことについても、同じ言葉が当てはまる。徳と悪徳とにかかわるかぎりのことについても、立法者が書き記して指示するとおりに考えて、それらをそのように行なわなければならない、とね――、そして、法律に対して従順な者として自分を示さない者は、ある者は死ななければならず、ある者は鞭打ちと縄目によって、ある者は市民権剥奪によって、ほかの者たちは貧窮と追放によって罰せられなければならない、と。だが人間たちに法律を定めると同時に、言葉を添えてできるかぎり穏やかにするような説得を、何一つもたないでいいのだろうか。
クレイニアス決してそうではありません、客人。むしろ、もしこのような事柄について、たとえわずかでも何らかの説得があるのなら、少しでも価値のある立法者なら、決して倦んではならず、ことわざにいう、あらゆる声を張り上げて、古い法の助け手とならなければなりません。神々が存在すること、そしてあなたがいま詳しく述べたかぎりのことについての言葉によってね。そしてさらに、法そのものと技術とをも助けなければなりません。それらが自然によって存在する、あるいは自然に劣らず存在するのだとして。もしそれらが、正しい理(ロゴス)に従った知性の産物であるならばです。あなたはそう言っているように私には見えますし、私も今はあなたを信じています。
アテナイからの客人最も熱心なクレイニアスよ、ではどうか。このように大勢に向かって語られる言葉には、ついていくのが難しいのではないか。それにまた、途方もない長さになってしまうのではないか。
クレイニアス何をおっしゃるのですか、客人。酩酊や音楽については、自分たちがあれほど長く語るのを辛抱して待ったのに、神々やそのようなことについては耐えないというのですか。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…