αὐτός, ὦ Φαίδων, παρεγένου Σωκράτει ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τὸ φάρμακον ἔπιεν ἐν τῷ δεσμωτηρίῳ, ἢ ἄλλου του ἤκουσας; — αὐτός, ὦ Ἐχέκρατες. — τί οὖν δή ἐστιν ἅττα εἶπεν ὁ ἀνὴρ πρὸ τοῦ θανάτου; καὶ πῶς ἐτελεύτα; ἡδέως γὰρ ἂν ἐγὼ ἀκούσαιμι. καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλειασίων οὐδεὶς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε, οὔτε τις ξένος ἀφῖκται χρόνου συχνοῦ ἐκεῖθεν ὅστις ἂν ἡμῖν σαφές τι ἀγγεῖλαι οἷός τ’ ἦν περὶ τούτων, πλήν γε δὴ ὅτι φάρμακον πιὼν ἀποθάνοι· τῶν δὲ ἄλλων οὐδὲν εἶχεν φράζειν. — οὐδὲ τὰ περὶ τῆς δίκης ἄρα ἐπύθεσθε ὃν τρόπον ἐγένετο; — ναί, ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις, καὶ ἐθαυμάζομέν γε ὅτι πάλαι γενομένης αὐτῆς πολλῷ ὕστερον φαίνεται ἀποθανών. τί οὖν ἦν τοῦτο, ὦ Φαίδων; — τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχεν γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν. — τοῦτο δὲ δὴ τί ἐστιν; — τοῦτ’ ἔστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς δὶς ἑπτὰ ἐκείνους ᾤχετο ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. τῷ οὖν Ἀπόλλωνι ηὔξαντο ὡς λέγεται τότε, εἰ σωθεῖεν, ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ’ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτεινύναι, πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο· τοῦτο δ’ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντες αὐτούς. ἀρχὴ δ’ ἐστὶ τῆς θεωρίας ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύμναν τοῦ πλοίου· τοῦτο δ’ ἔτυχεν, ὥσπερ λέγω, τῇ προτεραίᾳ τῆς δίκης γεγονός. διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ ὁ μεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου. — τί δὲ δὴ τὰ περὶ αὐτὸν τὸν θάνατον, ὦ Φαίδων; τί ἦν τὰ λεχθέντα καὶ πραχθέντα, καὶ τίνες οἱ παραγενόμενοι τῶν ἐπιτηδείων τῷ ἀνδρί; ἢ οὐκ εἴων οἱ ἄρχοντες παρεῖναι, ἀλλ’ ἔρημος ἐτελεύτα φίλων; — οὐδαμῶς, ἀλλὰ παρῆσάν τινες, καὶ πολλοί γε. — ταῦτα δὴ πάντα προθυμήθητι ὡς σαφέστατα ἡμῖν ἀπαγγεῖλαι, εἰ μή τίς σοι ἀσχολία τυγχάνει οὖσα. — ἀλλὰ σχολάζω γε καὶ πειράσομαι ὑμῖν διηγήσασθαι· καὶ γὰρ τὸ μεμνῆσθαι Σωκράτους καὶ αὐτὸν λέγοντα καὶ ἄλλου ἀκούοντα ἔμοιγε ἀεὶ πάντων ἥδιστον. — ἀλλὰ μήν, ὦ Φαίδων, καὶ τοὺς ἀκουσομένους γε τοιούτους ἑτέρους ἔχεις· ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα διεξελθεῖν πάντα. — καὶ μὴν ἔγωγε θαυμάσια ἔπαθον παραγενόμενος. οὔτε γὰρ ὡς θανάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει· εὐδαίμων γάρ μοι ἁνὴρ ἐφαίνετο, ὦ Ἐχέκρατες, καὶ τοῦ τρόπου καὶ τῶν λόγων, ὡς ἀδεῶς καὶ γενναίως ἐτελεύτα, ὥστε μοι ἐκεῖνον παρίστασθαι μηδ’ εἰς Ἅιδου ἰόντα ἄνευ θείας μοίρας ἰέναι, ἀλλὰ καὶ ἐκεῖσε ἀφικόμενον εὖ πράξειν εἴπερ τις πώποτε καὶ ἄλλος. διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλεινὸν εἰσῄει, ὡς εἰκὸς ἂν δόξειεν εἶναι παρόντι πένθει, οὔτε αὖ ἡδονὴ ὡς ἐν φιλοσοφίᾳ ἡμῶν ὄντων ὥσπερ εἰώθεμεν — καὶ γὰρ οἱ λόγοι τοιοῦτοί τινες ἦσαν — ἀλλ᾽ ἀτεχνῶς ἄτοπόν τί μοι πάθος παρῆν καί τις ἀήθης κρᾶσις ἀπό τε τῆς ἡδονῆς συγκεκραμένη ὁμοῦ καὶ ἀπὸ τῆς λύπης, ἐνθυμουμένῳ ὅτι αὐτίκα ἐκεῖνος ἔμελλε τελευτᾶν. καὶ πάντες οἱ παρόντες σχεδόν τι οὕτω διεκείμεθα, τοτὲ μὲν γελῶντες, ἐνίοτε δὲ δακρύοντες, εἷς δὲ ἡμῶν καὶ διαφερόντως, Ἀπολλόδωρος — οἶσθα γάρ που τὸν ἄνδρα καὶ τὸν τρόπον αὐτοῦ. — πῶς γὰρ οὔ; — ἐκεῖνός τε τοίνυν παντάπασιν οὕτως εἶχεν, καὶ αὐτὸς ἔγωγε ἐτεταράγμην καὶ οἱ ἄλλοι. — ἔτυχον δέ, ὦ Φαίδων, τίνες παραγενόμενοι; — οὗτός τε δὴ ὁ Ἀπολλόδωρος τῶν ἐπιχωρίων παρῆν καὶ Κριτόβουλος καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἔτι Ἑρμογένης καὶ Ἐπιγένης καὶ Αἰσχίνης καὶ Ἀντισθένης· ἦν δὲ καὶ Κτήσιππος ὁ Παιανιεὺς καὶ Μενέξενος καὶ ἄλλοι τινὲς τῶν ἐπιχωρίων. Πλάτων δὲ οἶμαι ἠσθένει. — ξένοι δέ τινες παρῆσαν; — ναί, Σιμμίας τέ γε ὁ Θηβαῖος καὶ Κέβης καὶ Φαιδώνδης καὶ Μεγαρόθεν Εὐκλείδης τε καὶ Τερψίων. — τί δέ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο; — οὐ δῆτα· ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι. — ἄλλος δέ τις παρῆν; — σχεδόν τι οἶμαι τούτους παραγενέσθαι. — τί οὖν δή; τίνες φῂς ἦσαν οἱ λόγοι;
パイドン、あなた自身が、ソクラテスが牢獄で毒薬を飲んだあの日に、そのそばに居合わせたのですか、それともほかの誰かから聞いたのですか。
私自身が居合わせたのです、エケクラテス。
では、あの人は死ぬ前に、いったいどんなことを言ったのですか。そして、どのように最期を遂げたのですか。私はぜひ聞きたいのです。というのも、プレイウスの市民たちのうち誰も、今はアテナイにあまり行き来していませんし、またあちらから、これらのことについて何かはっきりしたことを私たちに知らせることのできるような外国人も、ずいぶん長いあいだ来ていないのです。ただ、毒薬を飲んで死んだということのほかはね。ほかのことは何も言うことができなかったのです。
では、裁判のことについても、それがどのようにして行なわれたのかを、聞かなかったのですか。
いいえ、それは誰かが私たちに知らせてくれました。そして私たちは、裁判がずっと前に行なわれたのに、あの人がずっと後になってから死んだらしいことを、不思議に思っていたのです。それはいったいどういうことだったのですか、パイドン。
あの人には、ある偶然が起こったのです、エケクラテス。というのも、たまたま裁判の前日に、アテナイ人がデロスへ送る船の艫に、花綱がかけられたのです。
それはいったい何なのですか。
それは、アテナイ人の言うところでは、かつてテセウスが、あの二度七人の者たちを連れてクレタへ行き、彼らを救い、また自分も救われた、その船なのです。そこで彼らは、そのとき、言い伝えでは、もし救われたなら、毎年デロスへ祭礼使節を送ると、アポロンに誓ったのです。そして、それ以来、今もなお、毎年その神に使節を送り続けているのです。そして、使節を始めると、そのあいだは国を清らかに保ち、公には誰をも死刑にしないということが、彼らの法になっているのです。船がデロスに着き、またここへ戻ってくるまではね。そしてこれは、ときには長い時間がかかります。風が彼らを足止めするようなときにはね。そして、使節の始まりは、アポロンの祭司が船の艫に花綱をかけたときなのです。そしてこれが、私の言うように、たまたま裁判の前日に行なわれたのです。そのために、ソクラテスには、裁判と死とのあいだに、牢獄での長い時間が生じたのです。
では、死そのものにかかわることはどうだったのですか、パイドン。言われたこと、なされたことは何であり、親しい者たちのうち誰があの人のそばに居合わせたのですか。それとも、役人たちが居合わせることを許さず、あの人は友人たちから見捨てられて最期を遂げたのですか。
決してそうではなく、何人かが居合わせました。それも大勢です。
では、これらすべてのことを、できるだけはっきりと私たちに知らせるよう努めてください。もし何か用事でもあるのでなければ。
いや、暇はありますし、あなたがたに詳しく話すよう努めましょう。というのも、ソクラテスのことを思い出すのは、自分で話すにせよ、ほかの人が話すのを聞くにせよ、私にとっては、いつも何よりも快いことなのですから。
それなら、パイドン、聞く者たちもまた、あなたと同じような者たちを得ているわけです。さあ、できるかぎり厳密に、すべてを詳しく話すよう努めてください。
いや、私は、居合わせて、驚くべき目にあったのです。というのも、親しい人の死に居合わせている者として、哀れみの気持ちが私に起こることはなかったのです。というのも、エケクラテス、あの人は、その態度においても言葉においても、私には幸福な人に見えたのです。それほど恐れることなく、気高く最期を遂げたのです。ですから、あの人はハデスへ行くにしても、神の定めなしに行くのではなく、あちらに着いても、もし誰かほかにそうした人がいたとしたら、その人と同じくらい幸せに過ごすだろうと、私には思われたのです。そのために、悲しみの場に居合わせた者にはもっともだと思われるような、哀れな気持ちはまったく私に起こらず、またいつものように私たちが哲学のうちにいるときの快さもありませんでした――というのも、話はまさにそうしたものだったのですが――。そうではなく、まったく奇妙な気持ちが私にはあったのです。快さと苦しみとが一緒に混ぜ合わされた、慣れない混じりあいがね。あの人がまもなく最期を遂げようとしていることを考えるとね。そして居合わせた者は皆、ほぼそのような状態にあって、あるときは笑い、あるときは泣いていました。そして私たちのうちの一人は、とりわけそうでした。アポロドロスです――あなたはきっと、あの人とその性格を知っているでしょう。
もちろんです。
それで、あの人はまったくそのようなありさまでしたし、私自身も、ほかの者たちも、心を乱していたのです。
ところで、パイドン、居合わせたのは誰だったのですか。
この土地の者からは、このアポロドロスが居合わせましたし、クリトブロスとその父と、さらにヘルモゲネスとエピゲネスとアイスキネスとアンティステネスもいました。パイアニア区のクテシッポスとメネクセノスと、ほかにも何人かの土地の者がいました。プラトンは、思うに、病気でした。
よその土地の者は誰か居合わせましたか。
はい。テバイのシミアスとケベスとパイドンデス、それにメガラからエウクレイデスとテルプシオンが。
ではどうでしょう。アリスティッポスとクレオンブロトスは居合わせたのですか。
いいえ。アイギナにいると言われていました。
ほかに誰か居合わせましたか。
ほぼこの人たちが居合わせたと思います。
では、どうだったのですか。話はどんなものだったと言うのですか。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…