εἷς, δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων; — ἀσθένειά τις αὐτῷ συνέπεσεν, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας. — οὐκοῦν σὸν τῶνδέ τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος; — πάνυ μὲν οὖν, καὶ κατὰ δύναμίν γε οὐδὲν ἐλλείψομεν· οὐδὲ γὰρ ἂν εἴη δίκαιον, χθὲς ὑπὸ σοῦ ξενισθέντας οἷς ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν. — ἆρʼ οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν; — τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις· μᾶλλον δέ, εἰ μή τί σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵνα βεβαιωθῇ μᾶλλον παρʼ ἡμῖν. — ταῦτʼ ἔσται. χθές που τῶν ὑπʼ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετʼ ἄν μοι γενέσθαι. — καὶ μάλα γε ἡμῖν, ὦ Σώκρατες, ῥηθεῖσα πᾶσιν κατὰ νοῦν. — ἆρʼ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῇ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων; — ναί. — καὶ κατὰ φύσιν δὴ δόντες τὸ καθʼ αὑτὸν ἑκάστῳ πρόσφορον ἓν μόνον ἐπιτήδευμα, μίαν ἑκάστῳ τέχνην, τούτους οὓς πρὸ πάντων ἔδει πολεμεῖν, εἴπομεν ὡς ἄρʼ αὐτοὺς δέοι φύλακας εἶναι μόνον τῆς πόλεως, εἴτε τις ἔξωθεν ἢ καὶ τῶν ἔνδοθεν ἴοι κακουργήσων, δικάζοντας μὲν πρᾴως τοῖς ἀρχομένοις ὑπʼ αὐτῶν καὶ φύσει φίλοις οὖσιν, χαλεποὺς δὲ ἐν ταῖς μάχαις τοῖς ἐντυγχάνουσιν τῶν ἐχθρῶν γιγνομένους.
一人、二人、三人。だが四人目は、親愛なるティマイオス、昨日は饗応を受け、今日は饗応する側の人たちのうちの四人目は、どこにいるのかね。
何か病気にかかったのです、ソクラテス。自分から進んでこの集まりに欠けるはずはありませんから。
では、欠けている人の分を補うのも、君とここにいる人たちの務めではないかね。
まったくそのとおりです。力の及ぶかぎり、少しも欠けることのないようにしましょう。昨日あなたから、ふさわしいもてなしを受けたのですから、残った私たちが熱心にあなたをもてなし返さないのは、正当ではないでしょう。
では、私が君たちに語るよう命じたことが、どれだけあり、何についてであったか、覚えているかね。
覚えていることもありますが、覚えていないことは、あなたがここにいて思い出させてくださるでしょう。いや、むしろ、ご面倒でなければ、初めから手短にもう一度たどり直してください。私たちのうちでより確かになるように。
そうしよう。昨日私が語った国制についての話の要点は、どのような国制が、どのような人々から成るとき、最善のものとして生じると私に思われたか、ということだったと思う。
そしてそれは、ソクラテス、私たちみなにとって、まったく心にかなうように語られました。
では、私たちはまず、その国のうちで、農夫やそのほかのあらゆる技術をもつ人々の種族を、国のために戦うことになる人々の種族から切り離したのではないか。
はい。
そして本性に従って、それぞれにその人にふさわしいただ一つの営み、一つの技術を与えたうえで、何にもまして戦わなければならない人々について、彼らはもっぱら国の守護者でなければならないと言ったのだ。外から来るのであれ内の者であれ、誰かが悪事を働こうとするなら、自分たちに支配される、本性上友である人々には穏やかに裁きを下し、戦いにおいて出会う敵たちには手強い者となるように、と。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…