ἔστιν οὖν δὴ κατʼ ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δʼ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν. ὅτου μὲν οὖν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ προσχρώμενος παραδείγματι, τὴν ἰδέαν καὶ δύναμιν αὐτοῦ ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δʼ ἂν εἰς γεγονός, γεννητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν. ὁ δὴ πᾶς οὐρανὸς —ἢ κόσμος ἢ καὶ ἄλλο ὅτι ποτὲ ὀνομαζόμενος μάλιστʼ ἂν δέχοιτο, τοῦθʼ ἡμῖν ὠνομάσθω—σκεπτέον δʼ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος. γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν καὶ σῶμα ἔχων, πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δʼ αἰσθητά, δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη. τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι.
さて、私の考えでは、まず次のことを区別しなければならない。常に存在して生成をもたないものとは何か、また、常に生成しているが決して存在しないものとは何か。一方は、理(ロゴス)を伴う知性の思惟によって捉えられ、常に同じあり方で存在するものであり、他方は、理を欠いた感覚を伴う思わく(ドクサ)によって思いなされるもので、生成し消滅し、真に存在することは決してないものだ。さらにまた、生成するものはすべて、必然的に何らかの原因によって生成する。原因なしに生成をもつことは、何ものにとっても不可能なのだから。そこで、職人(デーミウールゴス)が、常に同じあり方をしているものに目を向け、そのようなものを範型として用いて、そのものの姿と力とを作り上げるなら、そのようにして仕上げられるものはすべて、必然的に美しい。だが、生成したものに目を向け、生まれたものを範型として用いるなら、美しくはない。さて、天全体――あるいは宇宙(コスモス)、あるいはほかに何と呼ばれるのが最もふさわしいにせよ、そう呼ぶことにしよう――については、まず、あらゆるものについて初めに考察しなければならないとされていることを考察しなければならない。それは常に存在していて、生成の始まりを何ももたないのか、それとも生成したのであって、何らかの始まりから始まったのか。生成したのだ。というのも、それは見られ、触れられ、身体をもっているのであり、そのようなものはすべて感覚されるものであり、感覚されるものは感覚を伴う思わくによって捉えられ、生成するもの、生まれたものであることが明らかになったのだから。そして、生成したものは何らかの原因によって生成するのが必然だと、私たちは言うのだ。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…