μεμειγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη· νοῦ δὲ ἀνάγκης ἄρχοντος τῷ πείθειν αὐτὴν τῶν γιγνομένων τὰ πλεῖστα ἐπὶ τὸ βέλτιστον ἄγειν, ταύτῃ κατὰ ταῦτά τε διʼ ἀνάγκης ἡττωμένης ὑπὸ πειθοῦς ἔμφρονος οὕτω κατʼ ἀρχὰς συνίστατο τόδε τὸ πᾶν. εἴ τις οὖν ᾗ γέγονεν κατὰ ταῦτα ὄντως ἐρεῖ, μεικτέον καὶ τὸ τῆς πλανωμένης εἶδος αἰτίας, ᾗ φέρειν πέφυκεν· ὧδε οὖν πάλιν ἀναχωρητέον, καὶ λαβοῦσιν αὐτῶν τούτων προσήκουσαν ἑτέραν ἀρχὴν αὖθις αὖ, καθάπερ περὶ τῶν τότε νῦν οὕτω περὶ τούτων πάλιν ἀρκτέον ἀπʼ ἀρχῆς. τὴν δὴ πρὸ τῆς οὐρανοῦ γενέσεως πυρὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς φύσιν θεατέον αὐτὴν καὶ τὰ πρὸ τούτου πάθη· νῦν γὰρ οὐδείς πω γένεσιν αὐτῶν μεμήνυκεν, ἀλλʼ ὡς εἰδόσιν πῦρ ὅτι ποτέ ἐστιν καὶ ἕκαστον αὐτῶν λέγομεν ἀρχὰς αὐτὰ τιθέμενοι στοιχεῖα τοῦ παντός, προσῆκον αὐτοῖς οὐδʼ ἂν ὡς ἐν συλλαβῆς εἴδεσιν μόνον εἰκότως ὑπὸ τοῦ καὶ βραχὺ φρονοῦντος ἀπεικασθῆναι. νῦν δὲ οὖν τό γε παρʼ ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπῃ δοκεῖ τούτων πέρι τὸ νῦν οὐ ῥητέον, διʼ ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα, μήτʼ οὖν ὑμεῖς οἴεσθε δεῖν ἐμὲ λέγειν, οὔτʼ αὐτὸς αὖ πείθειν ἐμαυτὸν εἴην ἂν δυνατὸς ὡς ὀρθῶς ἐγχειροῖμʼ ἂν τοσοῦτον ἐπιβαλλόμενος ἔργον· τὸ δὲ κατʼ ἀρχὰς ῥηθὲν διαφυλάττων, τὴν τῶν εἰκότων λόγων δύναμιν, πειράσομαι μηδενὸς ἧττον εἰκότα, μᾶλλον δέ, καὶ ἔμπροσθεν ἀπʼ ἀρχῆς περὶ ἑκάστων καὶ συμπάντων λέγειν. θεὸν δὴ καὶ νῦν ἐπʼ ἀρχῇ τῶν λεγομένων σωτῆρα ἐξ ἀτόπου καὶ ἀήθους διηγήσεως πρὸς τὸ τῶν εἰκότων δόγμα διασῴζειν ἡμᾶς ἐπικαλεσάμενοι πάλιν ἀρχώμεθα λέγειν.
というのも、この宇宙の生成は、必然と知性との組み合わせから混ぜ合わされたものとして生み出されたのだから。知性が必然を支配し、生成するもののうちの大部分を最善のものへと導くよう必然を説得することによって、このようにして、またこれらのことに従って、思慮ある説得に負かされた必然を通じて、そのようにして初めにこの万有は組み立てられたのだ。それゆえ、もし誰かが、それがこれらのことに従ってどのように生成したのかを真実に語ろうとするなら、さまよう原因という種類のもの、それが本性上どのように運ぶものであるかをも混ぜ入れなければならない。そこで、次のように再び後戻りしなければならないし、まさにこれらのものにふさわしい別の始まりを取って、もう一度、あのときのことについてそうしたように、今度はこれらのことについて、再び初めから始めなければならない。そこで、天の生成より前の火と水と空気と土の本性そのものと、それより前のそれらの受動的な状態(パトス)とを考察しなければならない。というのも、今までのところ誰一人としてそれらの生成を明らかにした者はなく、私たちは、火とは何であり、それらのそれぞれが何であるかを知っている人々に向かってのように語り、それらを万有の始まり(アルケー)、すなわち字母(ストイケイア)として立てているのだが、それらは、ほんのわずかでも思慮のある者によってなら、音節の種類にさえ似せられるのがふさわしくないものなのだ。さて今は、少なくとも私たちの側のことは、次のようであるとしよう。すべてのものについての始まり、あるいは始まりの数々、あるいはそれらについてどう思われるにせよ、それを今は語るべきではない。ほかでもない、今の説明の進め方に従っては、思われることを明らかにするのが難しいからだ。だから、あなたがたも、私が語らなければならないと思わないでほしいし、私自身もまた、これほどの仕事に取りかかって正しく企てているのだと自分を説得することはできないだろう。むしろ、初めに語られたこと、すなわち、ありそうな言論の力を守りつつ、どれにも劣らずありそうな、いや、それ以上にありそうなことを、前と同じく初めから、それぞれのものについてもすべてのものについても語ろうと試みよう。そこで今もまた、語られることの始まりにあたって、救い手である神に、奇妙で慣れない話の進め方から、ありそうなことの教説へと私たちを無事に導いてくださるよう呼びかけたうえで、再び語り始めよう。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…