ὅτʼ οὖν δὴ τὰ νῦν οἷα τέκτοσιν ἡμῖν ὕλη παράκειται τὰ τῶν αἰτίων γένη διυλισμένα, ἐξ ὧν τὸν ἐπίλοιπον λόγον δεῖ συνυφανθῆναι, πάλιν ἐπʼ ἀρχὴν ἐπανέλθωμεν διὰ βραχέων, ταχύ τε εἰς ταὐτὸν πορευθῶμεν ὅθεν δεῦρο ἀφικόμεθα, καὶ τελευτὴν ἤδη κεφαλήν τε τῷ μύθῳ πειρώμεθα ἁρμόττουσαν ἐπιθεῖναι τοῖς πρόσθεν. ὥσπερ γὰρ οὖν καὶ κατʼ ἀρχὰς ἐλέχθη, ταῦτα ἀτάκτως ἔχοντα ὁ θεὸς ἐν ἑκάστῳ τε αὐτῷ πρὸς αὑτὸ καὶ πρὸς ἄλληλα συμμετρίας ἐνεποίησεν, ὅσας τε καὶ ὅπῃ δυνατὸν ἦν ἀνάλογα καὶ σύμμετρα εἶναι. τότε γὰρ οὔτε τούτων, ὅσον μὴ τύχῃ, τι μετεῖχεν, οὔτε τὸ παράπαν ὀνομάσαι τῶν νῦν ὀνομαζομένων ἀξιόλογον ἦν οὐδέν, οἷον πῦρ καὶ ὕδωρ καὶ εἴ τι τῶν ἄλλων· ἀλλὰ πάντα ταῦτα πρῶτον διεκόσμησεν, ἔπειτʼ ἐκ τούτων πᾶν τόδε συνεστήσατο, ζῷον ἓν ζῷα ἔχον τὰ πάντα ἐν ἑαυτῷ θνητὰ ἀθάνατά τε. καὶ τῶν μὲν θείων αὐτὸς γίγνεται δημιουργός, τῶν δὲ θνητῶν τὴν γένεσιν τοῖς ἑαυτοῦ γεννήμασιν δημιουργεῖν προσέταξεν. οἱ δὲ μιμούμενοι, παραλαβόντες ἀρχὴν ψυχῆς ἀθάνατον, τὸ μετὰ τοῦτο θνητὸν σῶμα αὐτῇ περιετόρνευσαν ὄχημά τε πᾶν τὸ σῶμα ἔδοσαν ἄλλο τε εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ θνητόν, δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον, πρῶτον μὲν ἡδονήν, μέγιστον κακοῦ δέλεαρ, ἔπειτα λύπας, ἀγαθῶν φυγάς, ἔτι δʼ αὖ θάρρος καὶ φόβον, ἄφρονε συμβούλω, θυμὸν δὲ δυσπαραμύθητον, ἐλπίδα δʼ εὐπαράγωγον· αἰσθήσει δὲ ἀλόγῳ καὶ ἐπιχειρητῇ παντὸς ἔρωτι συγκερασάμενοι ταῦτα, ἀναγκαίως τὸ θνητὸν γένος συνέθεσαν. καὶ διὰ ταῦτα δὴ σεβόμενοι μιαίνειν τὸ θεῖον, ὅτι μὴ πᾶσα ἦν ἀνάγκη, χωρὶς ἐκείνου κατοικίζουσιν εἰς ἄλλην τοῦ σώματος οἴκησιν τὸ θνητόν, ἰσθμὸν καὶ ὅρον διοικοδομήσαντες τῆς τε κεφαλῆς καὶ τοῦ στήθους, αὐχένα μεταξὺ τιθέντες, ἵνʼ εἴη χωρίς. ἐν δὴ τοῖς στήθεσιν καὶ τῷ καλουμένῳ θώρακι τὸ τῆς ψυχῆς θνητὸν γένος ἐνέδουν.
さて今、大工である私たちのかたわらに、木材のように、原因の類が濾し分けられて置かれており、それらから残りの言論を織り合わせなければならないのだから、手短に再び始まりへと立ち返り、私たちがそこからここへやって来たのと同じところへ速やかに進んで、物語に、これまでのことにふさわしい終わりと頭(かしら)とを、もう付けるよう試みよう。というのも、初めにも語られたとおり、これらのものは秩序なくあったのだが、神は、それぞれのもの自身の中に、自分自身に対しても互いに対しても、比例をなし釣り合うことができたかぎりの数の、またそのようなしかたでの釣り合いを作り込んだのだから。というのも、そのときには、偶然にそうなるかぎりのほかは、それらのどれ一つとしてこれらにあずかってはおらず、今名づけられているもののうち、たとえば火や水や、そのほかの何であれ、名づけるに値するものはまったく何もなかったのだ。むしろ神は、これらすべてのものをまず秩序づけ、次にそれらからこの万有を組み立てた。死すべきものも不死のものも、すべての生き物を自分の中にもつ一つの生き物としてだ。そして、神的なものについては、神自身がその製作者となり、死すべきものについては、その生成を作ることを、自分の生み出した者たちに命じた。そして彼らは、それを模倣して、魂の不死の始まりを受け取り、そのあとで、その周りに死すべき身体を、ろくろで回すように形づくり、身体全体を乗り物として与え、さらにその中に、魂の別の種類、死すべき種類をつけ加えて築いた。それは自分の中に、恐ろしく必然的な受動的な状態をもっている。まず快楽、悪への最大の餌。次に苦痛、善きものからの逃走。さらにまた大胆と恐れ、思慮のない二人の相談役。そしてなだめがたい気概と、たやすく惑わされる希望だ。そしてこれらを、言論を欠いた感覚と、あらゆることに手を出す恋(エロース)と混ぜ合わせて、必然的なしかたで、死すべき種族を組み立てたのだ。そしてそれゆえに、神的なものを汚すことを畏れて、それがまったく必然であるのでないかぎりは、死すべきものを、それから離して、身体の別の住まいに住まわせた。頭と胸とのあいだに地峡と境界とを築き、そのあいだに首を置いて、離れているようにしたのだ。そこで、胸と、胸郭と呼ばれるものの中に、魂の死すべき種類を縛りつけたのだ。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…