ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος ναίετ' ἀν' ἄκρα πόλεος, ἀγαθῶν μελεδήμονες ἔργων, ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι, χαίρετ'· ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις· τοῖσιν ἅμ' 〈εὖτ'〉 ἂν ἵκωμαι ἐς ἄστεα τηλεθάοντα, ἀνδράσιν ἠδὲ γυναιξί, σεβίζομαι· οἱ δ' ἅμ' ἕπονται μυρίοι ἐξερέοντες, ὅπηι πρὸς κέρδος ἀταρπός, οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ' ἐπὶ νούσων παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν, δηρὸν δὴ χαλεποῖσι πεπαρμένοι 〈ἀμφὶ μόγοισιν〉.
おお友らよ、黄金色のアクラガス〔川〕のほとりの大いなる町に、 城市の高みに住む者たちよ、善き業に心を配る者たちよ、 客人たちの敬うべき港にして、悪を知らぬ者たちよ、 ごきげんよう。私はあなたがたのあいだを、不死の神として、もはや死すべき者ではなく、 行き巡る、すべての者のあいだで敬われて、ふさわしいとおりに、 紐帯と、花咲く冠とで巻き飾られて。 これらを身に着けて、私が栄える町々へ至るたびに、 男たちからも女たちからも、私は崇められる。そして彼らは一緒についてくる、 幾万となく、利益へ向かう小道がどこにあるかを尋ね求めて。 ある者たちは予言を必要として、またある者たちは、あらゆる病について 癒やしをもたらす言葉を聞こうと問い求めた、 長いあいだ、つらい〈苦しみのうちで〉刺し貫かれてきたので。

コメント
まだコメントはありません。
コメントを読み込んでいます…