ἔστιν Ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις· εὖτέ τις ἀμπλακίηισι φόνωι φίλα γυῖα μιήνηι, 〈Νείκεϊ θ'〉 ὅς κ(ε) ἐπίορκον ἁμαρτήσας ἐπομόσσηι, δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο, τρίς μιν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι, φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους. αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, πόντος δ' ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ' ἐς αὐγὰς ἠελίου φαέθοντος, ὁ δ' αἰθέρος ἔμβαλε δίναις· ἄλλος δ' ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. τῶν καὶ ἐγὼ νῦν εἰμι, φυγὰς θεόθεν καὶ ἀλήτης, Νείκεϊ μαινομένωι πίσυνος.
アナンケー(必然)の定めがある、神々の古き決議、 永遠の、広き誓いによって封印された〔定めが〕。 誰かが過ちによって、殺害で〔おのが〕愛しき四肢を汚すとき、 〈また争いに従って〉、過ちを犯して偽りの誓いを誓う者が〔いるとき〕―― 〔すなわち〕長き生を割り当てられたダイモーンたちが〔そうするとき〕――、 その者は三たび一万の季節のあいだ、至福なる者たちから離れてさまようこと、 時を通じて、死すべき者たちのあらゆる姿に生まれつつ、 生の苦しい道を次々と取り替えながら〔と定められている〕。 なぜなら、アイテール(天空)の力はかれらを海へと追い、 海は大地の床へと吐き出し、大地は輝く太陽の光の中へ、 そして〔太陽〕はアイテールの渦の中へと投げ入れるからである。 ひとつがひとつから〔かれを〕受け取るが、すべてが〔かれを〕憎む。 これらのうちに、私もまた今いる、神のもとからの追放者にして、さすらい人として、 狂える争いに信を置いたがゆえに。

コメント
まだコメントはありません。
コメントを読み込んでいます…