ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα· ἐγὼ δʼ οὖν καὶ αὐτὸς ὑπʼ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον. καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν. μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπʼ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν. τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπʼ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδʼ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ. οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν—οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλʼ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν—πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω—καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως· οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι. καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι· ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου διʼ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα. ἔχει γὰρ οὑτωσί. νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα· ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως. ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν—ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη—αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή· δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
アテナイ人諸君、君たちが私の告発者たちによってどんな思いをさせられたのか、私は知らない。だが私自身は、彼らのせいで、もう少しで自分が誰であるかを忘れるところだった。それほど説得力をもって彼らは語ったのだ。とはいえ、言ってみれば、真実なことは何一つ語っていない。彼らがついた多くの嘘のうちで、私が最も驚いたのは一つ、つまり、私が語ることに長けているから、君たちは私に欺かれないよう用心しなければならない、と彼らが言ったことだ。というのも、私がどうあっても語ることに長けているようには見えないとなれば、すぐにも私によって事実として論駁されるだろうに、そのことを恥じないというのは、彼らのうちで最も恥知らずなことだと私には思われたのだ。もっとも、彼らが真実を語る者を語ることに長けていると呼んでいるのなら話は別だが。もしそういう意味で言っているのなら、私は、彼ら流の弁論家ではないにしても、弁論家であることを認めるだろう。さて、この人々は、私の言うように、真実なことをほとんど、あるいはまったく語らなかった。だが君たちは、私からすべての真実を聞くことになるだろう――ただし、ゼウスにかけて、アテナイ人諸君、この人々の言葉のように、言い回しや語句で美しく飾り立てられた言葉ではなく、行き当たりばったりに、思いつくままの言葉で語られることを聞くことになるだろう。私は自分の言うことが正しいと信じているのだから――。そして君たちのうち誰も、それ以外のことを期待しないでほしい。というのも、諸君、この年齢で、まるで若造のように作り話をして君たちの前に出てくるのは、ふさわしくないだろうから。そしてまた、アテナイ人諸君、次のことを君たちに強くお願いし、許しを請う。もし私が、アゴラの両替台のそばで――そこで君たちの多くが聞いたことがあるのだが――、またほかの場所で、いつも語っているのと同じ言葉で弁明するのを聞いても、そのことのために驚いたり騒いだりしないでほしい。事情はこうなのだ。私は今、七十歳になって、はじめて法廷に上がってきた。だから、ここでの言葉づかいには、まったくの異国人なのだ。
そこで、もし私が本当に異国人であったなら、私が育ったその言葉と話しぶりで語っても、君たちはきっと大目に見てくれただろう。それと同じように、今も君たちに、正当なことだと私には思われるのだが、次のことをお願いする。話しぶりのことは放っておいてほしい――おそらくより悪いかもしれないし、おそらくよりよいかもしれない――。そうではなく、まさにこのこと、つまり私が正しいことを語っているかどうかを考察し、それに注意を向けてほしい。それが裁判官の徳であり、弁論家の徳は真実を語ることなのだから。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…