ἴσως οὖν ὑμῖν καὶ ταυτὶ λέγων παραπλησίως δοκῶ λέγειν ὥσπερ περὶ τοῦ οἴκτου καὶ τῆς ἀντιβολήσεως, ἀπαυθαδιζόμενος· τὸ δὲ οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοιοῦτον ἀλλὰ τοιόνδε μᾶλλον. πέπεισμαι ἐγὼ ἑκὼν εἶναι μηδένα ἀδικεῖν ἀνθρώπων, ἀλλὰ ὑμᾶς τοῦτο οὐ πείθω· ὀλίγον γὰρ χρόνον ἀλλήλοις διειλέγμεθα. ἐπεί, ὡς ἐγᾦμαι, εἰ ἦν ὑμῖν νόμος, ὥσπερ καὶ ἄλλοις ἀνθρώποις, περὶ θανάτου μὴ μίαν ἡμέραν μόνον κρίνειν ἀλλὰ πολλάς, ἐπείσθητε ἄν· νῦν δʼ οὐ ῥᾴδιον ἐν χρόνῳ ὀλίγῳ μεγάλας διαβολὰς ἀπολύεσθαι. πεπεισμένος δὴ ἐγὼ μηδένα ἀδικεῖν πολλοῦ δέω ἐμαυτόν γε ἀδικήσειν καὶ κατʼ ἐμαυτοῦ ἐρεῖν αὐτὸς ὡς ἄξιός εἰμί του κακοῦ καὶ τιμήσεσθαι τοιούτου τινὸς ἐμαυτῷ. τί δείσας; ἦ μὴ πάθω τοῦτο οὗ Μέλητός μοι τιμᾶται, ὅ φημι οὐκ εἰδέναι οὔτʼ εἰ ἀγαθὸν οὔτʼ εἰ κακόν ἐστιν; ἀντὶ τούτου δὴ ἕλωμαι ὧν εὖ οἶδά τι κακῶν ὄντων τούτου τιμησάμενος; πότερον δεσμοῦ; καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα; ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω; ἀλλὰ ταὐτόν μοί ἐστιν ὅπερ νυνδὴ ἔλεγον· οὐ γὰρ ἔστι μοι χρήματα ὁπόθεν ἐκτείσω. ἀλλὰ δὴ φυγῆς τιμήσωμαι; ἴσως γὰρ ἄν μοι τούτου τιμήσαιτε. πολλὴ μεντἄν με φιλοψυχία ἔχοι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οὕτως ἀλόγιστός εἰμι ὥστε μὴ δύνασθαι λογίζεσθαι ὅτι ὑμεῖς μὲν ὄντες πολῖταί μου οὐχ οἷοί τε ἐγένεσθε ἐνεγκεῖν τὰς ἐμὰς διατριβὰς καὶ τοὺς λόγους, ἀλλʼ ὑμῖν βαρύτεραι γεγόνασιν καὶ ἐπιφθονώτεραι, ὥστε ζητεῖτε αὐτῶν νυνὶ ἀπαλλαγῆναι· ἄλλοι δὲ ἄρα αὐτὰς οἴσουσι ῥᾳδίως; πολλοῦ γε δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι. καλὸς οὖν ἄν μοι ὁ βίος εἴη ἐξελθόντι τηλικῷδε ἀνθρώπῳ ἄλλην ἐξ ἄλλης πόλεως ἀμειβομένῳ καὶ ἐξελαυνομένῳ ζῆν. εὖ γὰρ οἶδʼ ὅτι ὅποι ἂν ἔλθω, λέγοντος ἐμοῦ ἀκροάσονται οἱ νέοι ὥσπερ ἐνθάδε· κἂν μὲν τούτους ἀπελαύνω, οὗτοί με αὐτοὶ ἐξελῶσι πείθοντες τοὺς πρεσβυτέρους· ἐὰν δὲ μὴ ἀπελαύνω, οἱ τούτων πατέρες δὲ καὶ οἰκεῖοι διʼ αὐτοὺς τούτους. ἴσως οὖν ἄν τις εἴποι· σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων, ὦ Σώκρατες, οὐχ οἷός τʼ ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν; τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν. ἐάντε γὰρ λέγω ὅτι τῷ θεῷ ἀπειθεῖν τοῦτʼ ἐστὶν καὶ διὰ τοῦτʼ ἀδύνατον ἡσυχίαν ἄγειν, οὐ πείσεσθέ μοι ὡς εἰρωνευομένῳ· ἐάντʼ αὖ λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπῳ τοῦτο, ἑκάστης ἡμέρας περὶ ἀρετῆς τοὺς λόγους ποιεῖσθαι καὶ τῶν ἄλλων περὶ ὧν ὑμεῖς ἐμοῦ ἀκούετε διαλεγομένου καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντος, ὁ δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ, ταῦτα δʼ ἔτι ἧττον πείσεσθέ μοι λέγοντι.
おそらく君たちには、私がこれを語っても、憐れみや嘆願について〔語った〕ときと同じように、傲慢にふるまって語っていると思われるだろう。だが、アテナイ人諸君、そうではなく、むしろこういうことなのだ。私は、自ら進んで人間の誰にも不正をしないと確信している。だが君たちにはそのことを説得できない。というのも、私たちはわずかな時間しか互いに問答していないのだから。なぜなら、私の思うには、もし君たちに、ほかの人々にもあるように、死刑については一日だけでなく何日もかけて裁くという法があったなら、君たちは説得されていただろう。だが今は、わずかな時間で大きな中傷を解くのは容易ではない。こうして誰にも不正をしないと確信している私が、私自身にこそ不正をし、自分で自分に対して、何かの悪にふさわしいと言い、そのような何かを自分に申し出るなど、とんでもないことだ。何を恐れてか。メレトスが私に求刑しているもの、私が善いものか悪いものかを知らないと言っているそのものを、こうむるのではないかと〔恐れて〕か。その代わりに、私がよく知っている悪いもののうちの何かを申し出て、それを選ぶというのか。投獄をか。だが、なぜ私が牢獄で、常に任命される役職である十一人に隷属して生きなければならないのか。それとも罰金と、支払うまで縛られていることをか。だがそれは、今しがた私が言っていたのと同じことになる。私には支払うための金がないのだから。では追放を申し出ようか。おそらく君たちは、私にこれを科すかもしれない。だが、アテナイ人諸君、もし私が、次のことを推し量ることができないほど分別がないのなら、ひどい命への執着が私をとらえていることになるだろう。すなわち、私の同胞市民である君たちでさえ、私の日々の営みや言論に耐えることができず、それらは君たちにとってあまりに重く、ねたましいものとなったので、今それらから解放されることを求めている。それなのに、ほかの人々が、それらを容易に耐えるだろうか、と。とんでもないことだ、アテナイ人諸君。この年齢の人間が出て行って、国から国へと移り変わり、追い出されながら生きるとしたら、私の生涯はまったく立派なものとなるだろう。というのも、よく知っているが、私がどこへ行こうと、私が語れば、ここでと同じように若者たちが聞きに来るだろう。そしてもし私が彼らを追い払えば、彼ら自身が年長者たちを説得して私を追い出すだろうし、もし追い払わなければ、彼らの父親や身内の者たちが、まさに彼らのために〔私を追い出すだろう〕。そこでおそらく誰かがこう言うかもしれない。「ソクラテス、黙って静かに過ごしながら、ここを出て私たちのために生きることはできないのか」と。まさにこれこそ、君たちのうちのある人々を説得するのが、何よりも最も難しいことなのだ。というのも、もし私が、それは神に従わないことであり、それゆえ静かに過ごすことは不可能だと言えば、君たちは、私がとぼけていると思って、私を信じないだろう。またもし私が、まさにこれこそが人間にとって最大の善であるのだと、すなわち毎日、徳について、またそのほかの、私が問答し、自分自身とほかの人々とを吟味しているのを君たちが聞いている事柄について言論をなすことが〔最大の善であり〕、吟味のない生は人間にとって生きるに値しないのだと言えば、私がこう言うのを、君たちはなおさら信じないだろう。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…