οὐ πολλοῦ γʼ ἕνεκα χρόνου, ὦ ἄνδρες Ἀθηναῖοι, ὄνομα ἕξετε καὶ αἰτίαν ὑπὸ τῶν βουλομένων τὴν πόλιν λοιδορεῖν ὡς Σωκράτη ἀπεκτόνατε, ἄνδρα σοφόν—φήσουσι γὰρ δὴ σοφὸν εἶναι, εἰ καὶ μή εἰμι, οἱ βουλόμενοι ὑμῖν ὀνειδίζειν— εἰ γοῦν περιεμείνατε ὀλίγον χρόνον, ἀπὸ τοῦ αὐτομάτου ἂν ὑμῖν τοῦτο ἐγένετο· ὁρᾶτε γὰρ δὴ τὴν ἡλικίαν ὅτι πόρρω ἤδη ἐστὶ τοῦ βίου θανάτου δὲ ἐγγύς. λέγω δὲ τοῦτο οὐ πρὸς πάντας ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ἐμοῦ καταψηφισαμένους θάνατον. λέγω δὲ καὶ τόδε πρὸς τοὺς αὐτοὺς τούτους. ἴσως με οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀπορίᾳ λόγων ἑαλωκέναι τοιούτων οἷς ἂν ὑμᾶς ἔπεισα, εἰ ᾤμην δεῖν ἅπαντα ποιεῖν καὶ λέγειν ὥστε ἀποφυγεῖν τὴν δίκην. πολλοῦ γε δεῖ. ἀλλʼ ἀπορίᾳ μὲν ἑάλωκα, οὐ μέντοι λόγων, ἀλλὰ τόλμης καὶ ἀναισχυντίας καὶ τοῦ μὴ ἐθέλειν λέγειν πρὸς ὑμᾶς τοιαῦτα οἷʼ ἂν ὑμῖν μὲν ἥδιστα ἦν ἀκούειν— θρηνοῦντός τέ μου καὶ ὀδυρομένου καὶ ἄλλα ποιοῦντος καὶ λέγοντος πολλὰ καὶ ἀνάξια ἐμοῦ, ὡς ἐγώ φημι, οἷα δὴ καὶ εἴθισθε ὑμεῖς τῶν ἄλλων ἀκούειν. ἀλλʼ οὔτε τότε ᾠήθην δεῖν ἕνεκα τοῦ κινδύνου πρᾶξαι οὐδὲν ἀνελεύθερον, οὔτε νῦν μοι μεταμέλει οὕτως ἀπολογησαμένῳ, ἀλλὰ πολὺ μᾶλλον αἱροῦμαι ὧδε ἀπολογησάμενος τεθνάναι ἢ ἐκείνως ζῆν.
わずかな時間のために、アテナイ人諸君、君たちは、この国をそしりたいと思う人々から、知恵ある人ソクラテスを殺したという汚名と非難を受けることになるだろう――というのも、君たちを咎めたいと思う人々は、たとえ私がそうでなくても、私を知恵ある者だと言うだろうから――。少なくとも、もし君たちがもう少しの時間待っていたなら、そのことはおのずから君たちに起こっただろう。というのも、君たちも見てのとおり、私の年齢はもう生からは遠く、死に近いのだから。私はこのことを、君たち全員に向かってではなく、私に死刑の票を投じた人々に向かって言っている。そして、同じこの人々に向かって、次のことも言おう。アテナイ人諸君、おそらく君たちは、私が言葉に窮して有罪とされたのだと思っているだろう――もし私が、罰を逃れるためには何でもし、何でも言わなければならないと考えていたなら、それによって君たちを説得できたであろうような言葉に。とんでもない。私は窮したために有罪とされたのではあるが、それは言葉に窮したのではなく、大胆さと恥知らずさに欠け、また、君たちが聞いて最も快かったであろうようなことを君たちに向かって言おうとしなかったためなのだ――私が嘆き悲しみ、泣きわめき、ほかにも、私の言うところでは私にふさわしくない多くのことをしたり言ったりすること、まさに君たちがほかの人々から聞き慣れているようなことを。しかし私は、あのときにも、危険のために何か自由人にふさわしくないことをすべきだとは考えなかったし、今もこのように弁明したことを後悔していない。むしろ、あのようにして生きるよりは、このように弁明して死ぬことをはるかに選ぶ。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…