INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>カルミデス>第4部 知識の知と節制の有用性(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第3部 自分自身を知ること――知識の知識目次へ戻る次へ →最後のページです

PLATO · CHARMIDES · 172b–176d

第4部 知識の知と節制の有用性

Part IV — The Knowledge of Knowledge and the Benefit of Temperance
Stephanus 172b–176d全 4 区分日希逐語訳

節制が「知識の知識」だと認めても、それは私たちを幸福にするのか。ソクラテスは、すべてが知識によって行われる国を夢に見ながらも、幸福をもたらすのは善と悪の知識であって、知識の知識ではないと気づく。探究は行き詰まるが、カルミデスはまじないを受けるために、これからはソクラテスについて行くと言い出す。

ひと目でわかる超要約カルミデス(第4部)の要点

節制が「知識の知識」だと認めても、それは私たちを幸福にするのか。ソクラテスは、すべてが知識によって行われる国を夢に見ながらも、幸福をもたらすのは善と悪の知識であって、知識の知識ではないと気づく。探究は行き詰まるが、カルミデスはまじないを受けるために、これからはソクラテスについて行くと言い出す。

解説・位置づけこの箇所の背景と読みどころ

仮に「知っていることと知らないことを見分ける知の知」が可能だとしても、人々を真に幸福にするのはあらゆる知識ではなく「善と悪についての知識」であることが明らかになり、探求は未完の余韻を残して閉じられる。(『カルミデス』全体の位置づけ:戦場から帰還したソクラテスが美少年カルミデスと後見人クリティアスを相手に、「節制(健全な思慮=ソープロシュネー)とは何か」を問い、「魂を癒やすことなしに身体は癒やせない」という全体医療の思想から、「自分自身を知ること」「知と無知を知る知(知の知)」の謎へと迫る対話篇。)

重要語句・哲学概念の読み方

ソープロシュネー(節制・健全な思慮・克己)
ギリシア四元徳の一つ。単なる禁欲ではなく、「心が健やか(ソース)であること(プロネーシス)」を原義とし、自己の分際を知り、欲望を統御して調和を保つ知性的・倫理的な美徳。
ザルモクシスの医術(魂と身体の全体医療)
部分だけを全体から切り離して治療することはできないという医学思想。あらゆる身体の善悪は「魂」から流れ出るため、まず「美しい言論(ロゴス)」という呪文によって魂に節制を生み出すことが根本治療となる。
知の知(エピステーメー・エピステーメース)
「自分が何を知っており、何を知らないかを知る知識」。ソクラテスの「無知の知」とも響き合う概念だが、具体的な対象(医術なら健康、建築なら家)を持たない「知そのものの知」が可能か、またそれだけで幸福をもたらす「善悪の知」たりうるかが厳しく吟味される。
表示:

目次

  1. 知っていることと知らないことを知る知は、何の役に立つのか172b–173a
  2. ソクラテスの夢――知識によって治められる国173a–174b
  3. 善と悪の知識174b–175a
  4. 探究の行き詰まりと、まじないを求めるカルミデス175a–176d

知っていることと知らないことを知る知は、何の役に立つのか172b–173a

172b

ἆρʼ, ὦ φίλε, τοιαῦτα ἄττα ἐστὶν ἃ ἀπολαυσόμεθα τῆς σωφροσύνης, ἡμεῖς δὲ μεῖζόν τι βλέπομεν καὶ ζητοῦμεν αὐτὸ μεῖζόν τι εἶναι ἢ ὅσον ἐστίν; τάχα δʼ ἄν, ἔφη, οὕτως ἔχοι. ἴσως, ἦν δʼ ἐγώ· ἴσως δέ γε ἡμεῖς οὐδὲν χρηστὸν ἐζητήσαμεν. τεκμαίρομαι δέ, ὅτι μοι ἄτοπʼ ἄττα καταφαίνεται περὶ σωφροσύνης, εἰ τοιοῦτόν ἐστιν. ἴδωμεν γάρ, εἰ βούλει, συγχωρήσαντες καὶ ἐπίστασθαι ἐπιστήμην δυνατὸν εἶναι εἰδέναι, καὶ ὅ γε ἐξ ἀρχῆς ἐτιθέμεθα σωφροσύνην εἶναι, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν, μὴ ἀποστερήσωμεν, ἀλλὰ δῶμεν· καὶ πάντα ταῦτα δόντες ἔτι βέλτιον σκεψώμεθα εἰ ἄρα τι καὶ ἡμᾶς ὀνήσει τοιοῦτον ὄν. ἃ γὰρ νυνδὴ ἐλέγομεν, ὡς μέγα ἂν εἴη ἀγαθὸν ἡ σωφροσύνη εἰ τοιοῦτον εἴη, ἡγουμένη διοικήσεως καὶ οἰκίας καὶ πόλεως, οὔ μοι δοκοῦμεν, ὦ Κριτία, καλῶς ὡμολογηκέναι. πῶς δή; ἦ δʼ ὅς. ὅτι, ἦν δʼ ἐγώ, ῥᾳδίως ὡμολογήσαμεν μέγα τι ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις εἰ ἕκαστοι ἡμῶν, ἃ μὲν ἴσασιν, πράττοιεν ταῦτα, ἃ δὲ μὴ ἐπίσταιντο, ἄλλοις παραδιδοῖεν τοῖς ἐπισταμένοις. οὐκ οὖν, ἔφη, καλῶς ὡμολογήσαμεν; οὔ μοι δοκοῦμεν, ἦν δʼ ἐγώ. ἄτοπα λέγεις ὡς ἀληθῶς, ἔφη, ὦ Σώκρατες. νὴ τὸν κύνα, ἔφην, καὶ ἐμοί τοι δοκεῖ οὕτω, κἀνταῦθα καὶ ἄρτι ἀποβλέψας ἄτοπʼ ἄττʼ ἔφην μοι προφαίνεσθαι, καὶ ὅτι φοβοίμην μὴ οὐκ ὀρθῶς σκοποῖμεν. ὡς ἀληθῶς γάρ, εἰ ὅτι μάλιστα τοιοῦτόν ἐστιν ἡ σωφροσύνη, οὐδέν μοι δῆλον εἶναι δοκεῖ ὅτι ἀγαθὸν ἡμᾶς ἀπεργάζεται. πῶς δή; ἦ δʼ ὅς. λέγε, ἵνα καὶ ἡμεῖς εἰδῶμεν ὅτι λέγεις. οἶμαι μέν, ἦν δʼ ἐγώ, ληρεῖν με· ὅμως τό γε προφαινόμενον ἀναγκαῖον σκοπεῖν καὶ μὴ εἰκῇ παριέναι, εἴ τίς γε αὑτοῦ καὶ σμικρὸν κήδεται. καλῶς γάρ, ἔφη, λέγεις.

「友よ、節制から私たちが得られるものとは、このようなものであって、私たちはそれよりも何か大きなものを見て、それが実際よりも何か大きなものであるよう求めているのではないだろうか」。「おそらく」と彼は言った、「そうかもしれません」。「おそらく」と私は言った。「だがおそらく、私たちは何も役に立つものを探究しなかったのだ。そう推し量るのは、もし節制がそのようなものであるなら、それについて何か奇妙なことが私には見えてくるからだ。というのも、よければ見てみよう。知識を知ることができるということも認め、そして私たちがはじめに節制だと置いていたもの、すなわち知っていることと知らないこととを知ることを、取り上げずに与えてやろう。そしてこれらすべてを与えたうえで、そのようなものであるとして、それが本当に私たちに何か益をもたらすのかどうかを、さらによく考察しよう。というのも、今しがた私たちが言っていたこと、すなわち、節制がもしそのようなものであれば、家と国との管理を導くものとして大きな善であろう、ということを、クリティアス、私たちは立派に同意したとは私には思われないのだ」。「いったいどうしてですか」と彼は言った。「それは」と私は言った、「私たちは、もし私たちの各人が、知っていることはそれを行い、知らないことはそれを知っているほかの人々に任せるなら、それは人間にとって何か大きな善であると、たやすく同意してしまったからだ」。「では」と彼は言った、「私たちは立派に同意したのではないのですか」。「そうは私には思われない」と私は言った。「本当に奇妙なことをおっしゃいますね、ソクラテス」と彼は言った。「犬にかけて」と私は言った、「私にもそう思われるのだ。そしてここにおいても、今しがた目を向けたときにも、何か奇妙なことが私には見えてくると私は言ったのだ。そして私たちが正しく考察していないのではないかと恐れているとも。というのも本当に、たとえ節制がどれほどそのようなものであったとしても、それが私たちに善をなしとげるということは、少しも明らかでないように私には思われるのだ」。「いったいどうしてですか」と彼は言った。「言ってください、私たちもあなたの言うことがわかるように」。「私は思うのだ」と私は言った、「自分がたわごとを言っているのだと。だがそれでも、見えてくることは考察しなければならないし、少しでも自分のことを気づかう者なら、いいかげんに見過ごしてはならない」。「立派におっしゃいます」と彼は言った。

ソクラテスの夢――知識によって治められる国173a–174b

173a

ἄκουε δή, ἔφην, τὸ ἐμὸν ὄναρ, εἴτε διὰ κεράτων εἴτε διʼ ἐλέφαντος ἐλήλυθεν. εἰ γὰρ ὅτι μάλιστα ἡμῶν ἄρχοι ἡ σωφροσύνη, οὖσα οἵαν νῦν ὁριζόμεθα, ἄλλο τι κατὰ τὰς ἐπιστήμας πάντʼ ἂν πράττοιτο, καὶ οὔτε τις κυβερνήτης φάσκων εἶναι, ὢν δὲ οὔ, ἐξαπατῷ ἂν ἡμᾶς, οὔτε ἰατρὸς οὔτε στρατηγὸς οὔτʼ ἄλλος οὐδείς, προσποιούμενός τι εἰδέναι ὃ μὴ οἶδεν, λανθάνοι ἄν· ἐκ δὴ τούτων οὕτως ἐχόντων ἄλλο ἂν ἡμῖν τι συμβαίνοι ἢ ὑγιέσιν τε τὰ σώματα εἶναι μᾶλλον ἢ νῦν, καὶ ἐν τῇ θαλάττῃ κινδυνεύοντας καὶ ἐν πολέμῳ σῴζεσθαι, καὶ τὰ σκεύη καὶ τὴν ἀμπεχόνην καὶ ὑπόδεσιν πᾶσαν καὶ τὰ χρήματα πάντα τεχνικῶς ἡμῖν εἰργασμένα εἶναι καὶ ἄλλα πολλὰ διὰ τὸ ἀληθινοῖς δημιουργοῖς χρῆσθαι; εἰ δὲ βούλοιό γε, καὶ τὴν μαντικὴν εἶναι συγχωρήσωμεν ἐπιστήμην τοῦ μέλλοντος ἔσεσθαι, καὶ τὴν σωφροσύνην, αὐτῆς ἐπιστατοῦσαν, τοὺς μὲν ἀλαζόνας ἀποτρέπειν, τοὺς δὲ ὡς ἀληθῶς μάντεις καθιστάναι ἡμῖν προφήτας τῶν μελλόντων. κατεσκευασμένον δὴ οὕτω τὸ ἀνθρώπινον γένος ὅτι μὲν ἐπιστημόνως ἂν πράττοι καὶ ζῴη, ἕπομαι—ἡ γὰρ σωφροσύνη φυλάττουσα οὐκ ἂν ἐῴη παρεμπίπτουσαν τὴν ἀνεπιστημοσύνην συνεργὸν ἡμῖν εἶναι—ὅτι δʼ ἐπιστημόνως ἂν πράττοντες εὖ ἂν πράττοιμεν καὶ εὐδαιμονοῖμεν, τοῦτο δὲ οὔπω δυνάμεθα μαθεῖν, ὦ φίλε Κριτία. ἀλλὰ μέντοι, ἦ δʼ ὅς, οὐ ῥᾳδίως εὑρήσεις ἄλλο τι τέλος τοῦ εὖ πράττειν, ἐὰν τὸ ἐπιστημόνως ἀτιμάσῃς. σμικρὸν τοίνυν με, ἦν δʼ ἐγώ, ἔτι προσδίδαξον. τίνος ἐπιστημόνως λέγεις; ἦ σκυτῶν τομῆς; μὰ Δίʼ οὐκ ἔγωγε. ἀλλὰ χαλκοῦ ἐργασίας; οὐδαμῶς. ἀλλὰ ἐρίων ἢ ξύλων ἢ ἄλλου του τῶν τοιούτων; οὐ δῆτα. οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἔτι ἐμμένομεν τῷ λόγῳ τῷ εὐδαίμονα εἶναι τὸν ἐπιστημόνως ζῶντα. οὗτοι γὰρ ἐπιστημόνως ζῶντες οὐχ ὁμολογοῦνται παρὰ σοῦ εὐδαίμονες εἶναι, ἀλλὰ περί τινων ἐπιστημόνως ζῶντα σὺ δοκεῖς μοι ἀφορίζεσθαι τὸν εὐδαίμονα. καὶ ἴσως λέγεις ὃν νυνδὴ ἐγὼ ἔλεγον, τὸν εἰδότα τὰ μέλλοντα ἔσεσθαι πάντα, τὸν μάντιν. τοῦτον ἢ ἄλλον τινὰ λέγεις; καὶ τοῦτον ἔγωγε, ἔφη, καὶ ἄλλον. τίνα; ἦν δʼ ἐγώ. ἆρα μὴ τὸν τοιόνδε, εἴ τις πρὸς τοῖς μέλλουσιν καὶ τὰ γεγονότα πάντα εἰδείη καὶ τὰ νῦν ὄντα, καὶ μηδὲν ἀγνοοῖ; θῶμεν γάρ τινα εἶναι αὐτόν. οὐ γὰρ οἶμαι τούτου γε ἔτι ἂν εἴποις οὐδένα ἐπιστημονέστερον ζῶντα εἶναι. οὐ δῆτα. τόδε δὴ ἔτι προσποθῶ, τίς αὐτὸν τῶν ἐπιστημῶν ποιεῖ εὐδαίμονα; ἢ ἅπασαι ὁμοίως; οὐδαμῶς ὁμοίως, ἔφη. ἀλλὰ ποία μάλιστα; ᾗ τί οἶδεν καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν μελλόντων ἔσεσθαι; ἆρά γε ᾗ τὸ πεττευτικόν; ποῖον, ἦ δʼ ὅς, πεττευτικόν; ἀλλʼ ᾗ τὸ λογιστικόν; οὐδαμῶς. ἀλλʼ ᾗ τὸ ὑγιεινόν; μᾶλλον, ἔφη. ἐκείνη δʼ ἣν λέγω μάλιστα, ἦν δʼ ἐγώ, ᾗ τί; ἧι τὸ ἀγαθόν, ἔφη, καὶ τὸ κακόν.

「では聞きたまえ」と私は言った、「私の夢を。それが角の門を通って来たのか、象牙の門を通って来たのかはともかく。というのも、もし今私たちが規定しているような節制が、どれほど私たちを支配するとしても、すべては知識に従って行われるのではないだろうか。そして舵取りだと称していて、そうでない者が私たちを欺くこともなく、医者も将軍もほかの誰も、知らないことを何か知っているふりをして、見過ごされることはないだろう。ではこのような状態であれば、私たちには、身体が今よりも健康であること、海で危険に陥っても戦争においても救われること、道具も衣服も履物もすべて、そしてあらゆる財貨が、技術をもって私たちのために作られていること、そして真の職人たちを用いるがゆえのほかの多くのこと、それ以外の何が起こるだろうか。そしてもし君が望むなら、占い術も未来に起こることの知識であると認めよう。そして節制がそれを監督して、法螺吹きたちを退け、本当の占い師たちを私たちのために未来のことの予言者として立てるとしよう。たしかにこのように整えられた人類が、知識をもって行い、生きるだろうということには、私も従おう――というのも、節制が見張っていれば、無知が紛れ込んで私たちの協力者となることを許さないだろうから――。だが、知識をもって行えば、私たちはよく行い、幸福であるだろうということ、これを私たちはまだ学ぶことができないのだ、友クリティアスよ」。「しかしながら」と彼は言った、「もし知識をもって〔行うこと〕を軽んじるなら、よく行うことのほかの目的を、あなたは容易には見つけないでしょう」。「では、もう少しだけ」と私は言った、「教えてくれたまえ。君は何について知識をもって、と言うのかね。靴の裁断についてかね」。「ゼウスにかけて、私は〔そうは言いません〕」。「では青銅の細工についてかね」。「決して」。「では羊毛や木材や、そのようなもののほかの何かについてかね」。「決してそうではありません」。「それでは」と私は言った、「私たちはもはや、知識をもって生きる者が幸福であるという言論にとどまっていないのだ。というのも、これらの人々は知識をもって生きているのに、君からは幸福であると認められていない。むしろ君は、何らかの事柄について知識をもって生きる者として、幸福な人を規定しているように私には思われる。そしておそらく君が言うのは、今しがた私が言っていた者、すなわち未来に起こるすべてのことを知っている者、占い師のことだろう。この人のことを言うのかね、それともほかの誰かかね」。「その人のことも」と彼は言った、「ほかの人のことも、私は言います」。「誰のことだね」と私は言った。「こういう人のことではないかね。もし誰かが、未来のことに加えて、過去のことすべても、今あることも知っていて、何一つ知らないことがないとしたら。というのも、そういう人がいると仮定しよう。私の思うには、君は、この人よりも知識をもって生きている者は、もはや誰もいないと言うだろうから」。「決していないでしょう」。「そこで、さらにこれを知りたいのだ。知識のうちのどれが、この人を幸福にするのか。それとも、すべてが同じように〔幸福にする〕のか」。「決して同じようにではありません」と彼は言った。「では、どれが最も〔幸福にする〕のか。あること、起こったこと、未来に起こることのうちの何を知る、その知識なのか。盤上の遊戯〔ペッテイア〕の技術を〔知る知識〕だろうか」。「何が盤上の遊戯ですか」と彼は言った。「では計算術を〔知る知識〕だろうか」。「決して」。「では健康を〔知る知識〕だろうか」。「そのほうがまだましです」と彼は言った。「では、私が最も〔幸福にする〕と言うあの知識は」と私は言った、「何を〔知る知識〕なのか」。「善と」と彼は言った、「悪を〔知る知識〕です」。

善と悪の知識174b–175a

174b

ὦ μιαρέ, ἔφην ἐγώ, πάλαι με περιέλκεις κύκλῳ, ἀποκρυπτόμενος ὅτι οὐ τὸ ἐπιστημόνως ἦν ζῆν τὸ εὖ πράττειν τε καὶ εὐδαιμονεῖν ποιοῦν, οὐδὲ συμπασῶν τῶν ἄλλων ἐπιστημῶν, ἀλλὰ μιᾶς οὔσης ταύτης μόνον τῆς περὶ τὸ ἀγαθόν τε καὶ κακόν. ἐπεί, ὦ Κριτία, εἰ ʼθέλεις ἐξελεῖν ταύτην τὴν ἐπιστήμην ἐκ τῶν ἄλλων ἐπιστημῶν, ἧττόν τι ἡ μὲν ἰατρικὴ ὑγιαίνειν ποιήσει, ἡ δὲ σκυτικὴ ὑποδεδέσθαι, ἡ δὲ ὑφαντικὴ ἠμφιέσθαι, ἡ δὲ κυβερνητικὴ κωλύσει ἐν τῇ θαλάττῃ ἀποθνῄσκειν καὶ ἡ στρατηγικὴ ἐν πολέμῳ; οὐδὲν ἧττον, ἔφη. ἀλλʼ, ὦ φίλε Κριτία, τὸ εὖ γε τούτων ἕκαστα γίγνεσθαι καὶ ὠφελίμως ἀπολελοιπὸς ἡμᾶς ἔσται ταύτης ἀπούσης. ἀληθῆ λέγεις. οὐχ αὕτη δέ γε, ὡς ἔοικεν, ἐστὶν ἡ σωφροσύνη, ἀλλʼ ἧς ἔργον ἐστὶν τὸ ὠφελεῖν ἡμᾶς. οὐ γὰρ ἐπιστημῶν γε καὶ ἀνεπιστημοσυνῶν ἡ ἐπιστήμη ἐστίν, ἀλλὰ ἀγαθοῦ τε καὶ κακοῦ· ὥστε εἰ αὕτη ἐστὶν ὠφέλιμος, ἡ σωφροσύνη ἄλλο τι ἂν εἴη ἡ ὠφελίμη ἡμῖν. τί δʼ, ἦ δʼ ὅς, οὐκ ἂν αὕτη ὠφελοῖ; εἰ γὰρ ὅτι μάλιστα τῶν ἐπιστημῶν ἐπιστήμη ἐστὶν ἡ σωφροσύνη, ἐπιστατεῖ δὲ καὶ ταῖς ἄλλαις ἐπιστήμαις, καὶ ταύτης δήπου ἂν ἄρχουσα τῆς περὶ τἀγαθὸν ἐπιστήμης ὠφελοῖ ἂν ἡμᾶς. ἦ κἂν ὑγιαίνειν ποιοῖ, ἦν δʼ ἐγώ, αὕτη, ἀλλʼ οὐχ ἡ ἰατρική; καὶ τἆλλα τὰ τῶν τεχνῶν αὕτη ἂν ποιοῖ, καὶ οὐχ αἱ ἄλλαι τὸ αὑτῆς ἔργον ἑκάστη; ἢ οὐ πάλαι διεμαρτυρόμεθα ὅτι ἐπιστήμης μόνον ἐστὶν καὶ ἀνεπιστημοσύνης ἐπιστήμη, ἄλλου δὲ οὐδενός· οὐχ οὕτω; φαίνεταί γε. οὐκ ἄρα ὑγιείας ἔσται δημιουργός; οὐ δῆτα. ἄλλης γὰρ ἦν τέχνης ὑγίεια· ἢ οὔ; ἄλλης. οὐδʼ ἄρα ὠφελίας, ὦ ἑταῖρε· ἄλλῃ γὰρ αὖ ἀπέδομεν τοῦτο τὸ ἔργον τέχνῃ νυνδή· ἦ γάρ; πάνυ γε. πῶς οὖν ὠφέλιμος ἔσται ἡ σωφροσύνη, οὐδεμιᾶς ὠφελίας οὖσα δημιουργός; οὐδαμῶς, ὦ Σώκρατες, ἔοικέν γε.

「この悪たれめ」と私は言った、「君はずっと前から私を引き回して堂々めぐりをさせ、隠していたのだね。よく行い幸福であることをつくり出すのは、知識をもって生きることではなく、ほかのすべての知識をあわせたものでもなく、ただこの一つ、善と悪にかかわる知識だけであるということを。というのも、クリティアス、もし君がこの知識をほかの知識から取り除こうと望むなら、医術が健康にすることや、靴作りの技術が靴を履かせることや、機織りの技術が衣服を着させることや、舵取りの技術が海で死ぬのを防ぐことや、将軍の技術が戦争で〔死ぬのを防ぐこと〕が、少しでも減るだろうか」。「少しも減りません」と彼は言った。「だが、友クリティアスよ、それらのそれぞれがよく、有益に生じるということは、この知識がなければ、私たちから失われてしまうだろう」。「本当のことをおっしゃいます」。「だが、どうやら、これが節制なのではなく、私たちに益をもたらすことを仕事とするものが〔そうなのだ〕。というのも、それは知識と無知の知識ではなく、善と悪の〔知識〕なのだから。したがって、もしこれが有益なものであるなら、節制は、私たちにとって有益なものとは何か別のものであることになるだろう」。「でもどうして」と彼は言った、「節制が益をもたらさないことがありましょうか。というのも、もし節制がどれほど知識の知識であって、ほかの知識をも監督するとしても、きっとこの善にかかわる知識をも支配して、私たちに益をもたらすでしょう」。「では節制が健康にもするのか」と私は言った、「医術ではなく。そしてほかの技術の仕事も節制が行い、ほかの技術がそれぞれ自分の仕事を行うのではないのか。それとも私たちは、ずっと前から、それは知識と無知の知識だけであって、ほかの何の〔知識〕でもないと、証人を立てて断言してきたのではなかったか。そうではないかね」。「そう見えます」。「それでは、それは健康の作り手ではないだろう」。「決して」。「というのも、健康はほかの技術に属するものだったのだから。そうではないかね」。「ほかの〔技術〕のです」。「それでは、友よ、それは益の〔作り手〕でもないのだ。というのも、今しがた私たちはこの仕事を、また別の技術に割り当てたのだから。そうだね」。「そうですとも」。「では、節制が何の益の作り手でもないのに、どうして有益であることになるだろうか」。「どうしても、ソクラテス、そうはならないようです」。

探究の行き詰まりと、まじないを求めるカルミデス175a–176d

175a

ὁρᾷς οὖν, ὦ Κριτία, ὡς ἐγὼ πάλαι εἰκότως ἐδεδοίκη καὶ δικαίως ἐμαυτὸν ᾐτιώμην ὅτι οὐδὲν χρηστὸν περὶ σωφροσύνης σκοπῶ; οὐ γὰρ ἄν που ὅ γε κάλλιστον πάντων ὁμολογεῖται εἶναι, τοῦτο ἡμῖν ἀνωφελὲς ἐφάνη, εἴ τι ἐμοῦ ὄφελος ἦν πρὸς τὸ καλῶς ζητεῖν. νῦν δὲ πανταχῇ γὰρ ἡττώμεθα, καὶ οὐ δυνάμεθα εὑρεῖν ἐφʼ ὅτῳ ποτὲ τῶν ὄντων ὁ νομοθέτης τοῦτο τοὔνομα ἔθετο, τὴν σωφροσύνην. καίτοι πολλά γε συγκεχωρήκαμεν οὐ συμβαίνονθʼ ἡμῖν ἐν τῷ λόγῳ. καὶ γὰρ ἐπιστήμην ἐπιστήμης εἶναι συνεχωρήσαμεν, οὐκ ἐῶντος τοῦ λόγου οὐδὲ φάσκοντος εἶναι· καὶ ταύτῃ αὖ τῇ ἐπιστήμῃ καὶ τὰ τῶν ἄλλων ἐπιστημῶν ἔργα γιγνώσκειν συνεχωρήσαμεν, οὐδὲ τοῦτʼ ἐῶντος τοῦ λόγου, ἵνα δὴ ἡμῖν γένοιτο ὁ σώφρων ἐπιστήμων ὧν τε οἶδεν ὅτι οἶδεν, καὶ ὧν μὴ οἶδεν ὅτι οὐκ οἶδεν. τοῦτο μὲν δὴ καὶ παντάπασι μεγαλοπρεπῶς συνεχωρήσαμεν, οὐδʼ ἐπισκεψάμενοι τὸ ἀδύνατον εἶναι ἅ τις μὴ οἶδεν μηδαμῶς, ταῦτα εἰδέναι ἁμῶς γέ πως· ὅτι γὰρ οὐκ οἶδεν, φησὶν αὐτὰ εἰδέναι ἡ ἡμετέρα ὁμολογία. καίτοι, ὡς ἐγᾦμαι, οὐδενὸς ὅτου οὐχὶ ἀλογώτερον τοῦτʼ ἂν φανείη. ἀλλʼ ὅμως οὕτως ἡμῶν εὐηθικῶν τυχοῦσα ἡ ζήτησις καὶ οὐ σκληρῶν, οὐδέν τι μᾶλλον εὑρεῖν δύναται τὴν ἀλήθειαν, ἀλλὰ τοσοῦτον κατεγέλασεν αὐτῆς, ὥστε ὃ ἡμεῖς πάλαι συνομολογοῦντες καὶ συμπλάττοντες ἐτιθέμεθα σωφροσύνην εἶναι, τοῦτο ἡμῖν πάνυ ὑβριστικῶς ἀνωφελὲς ὂν ἀπέφαινε. τὸ μὲν οὖν ἐμὸν καὶ ἧττον ἀγανακτῶ· ὑπὲρ δὲ σοῦ, ἦν δʼ ἐγώ, ὦ Χαρμίδη, πάνυ ἀγανακτῶ, εἰ σὺ τοιοῦτος ὢν τὴν ἰδέαν καὶ πρὸς τούτῳ τὴν ψυχὴν σωφρονέστατος, μηδὲν ὀνήσῃ ἀπὸ ταύτης τῆς σωφροσύνης μηδέ τί σʼ ὠφελήσει ἐν τῷ βίῳ παροῦσα. ἔτι δὲ μᾶλλον ἀγανακτῶ ὑπὲρ τῆς ἐπῳδῆς ἣν παρὰ τοῦ Θρᾳκὸς ἔμαθον, εἰ μηδενὸς ἀξίου πράγματος οὖσαν αὐτὴν μετὰ πολλῆς σπουδῆς ἐμάνθανον. ταῦτʼ οὖν πάνυ μὲν οὖν οὐκ οἴομαι οὕτως ἔχειν, ἀλλʼ ἐμὲ φαῦλον εἶναι ζητητήν·ἐπεὶ τήν γε σωφροσύνην μέγα τι ἀγαθὸν εἶναι, καὶ εἴπερ γε ἔχεις αὐτό, μακάριον εἶναί σε. ἀλλʼ ὅρα εἰ ἔχεις τε καὶ μηδὲν δέῃ τῆς ἐπῳδῆς· εἰ γὰρ ἔχεις, μᾶλλον ἂν ἔγωγέ σοι συμβουλεύσαιμι ἐμὲ μὲν λῆρον ἡγεῖσθαι εἶναι καὶ ἀδύνατον λόγῳ ὁτιοῦν ζητεῖν, σεαυτὸν δέ, ὅσῳπερ σωφρονέστερος εἶ, τοσούτῳ εἶναι καὶ εὐδαιμονέστερον. καὶ ὁ Χαρμίδης, ἀλλὰ μὰ Δίʼ, ἦ δʼ ὅς, ἔγωγε, ὦ Σώκρατες, οὐκ οἶδα οὔτʼ εἰ ἔχω οὔτʼ εἰ μὴ ἔχω· πῶς γὰρ ἂν εἰδείην ὅ γε μηδʼ ὑμεῖς οἷοί τέ ἐστε ἐξευρεῖν ὅτι ποτʼ ἔστιν, ὡς φῂς σύ; ἐγὼ μέντοι οὐ πάνυ σοι πείθομαι, καὶ ἐμαυτόν, ὦ Σώκρατες, πάνυ οἶμαι δεῖσθαι τῆς ἐπῳδῆς, καὶ τό γʼ ἐμὸν οὐδὲν κωλύει ἐπᾴδεσθαι ὑπὸ σοῦ ὅσαι ἡμέραι, ἕως ἂν φῇς σὺ ἱκανῶς ἔχειν. εἶεν· ἀλλʼ, ἔφη ὁ Κριτίας, ὦ Χαρμίδη, ἢν δρᾷς τοῦτο ἔμοιγʼ ἔσται τοῦτο τεκμήριον ὅτι σωφρονεῖς, ἢν ἐπᾴδειν παρέχῃς Σωκράτει καὶ μὴ ἀπολείπῃ τούτου μήτε μέγα μήτε σμικρόν. ὡς ἀκολουθήσοντος, ἔφη, καὶ μὴ ἀπολειψομένου· δεινὰ γὰρ ἂν ποιοίην, εἰ μὴ πειθοίμην σοὶ τῷ ἐπιτρόπῳ καὶ μὴ ποιοίην ἃ κελεύεις. ἀλλὰ μήν, ἔφη, κελεύω ἔγωγε. ποιήσω τοίνυν, ἔφη, ἀπὸ ταυτησὶ τῆς ἡμέρας ἀρξάμενος. οὗτοι, ἦν δʼ ἐγώ, τί βουλεύεσθον ποιεῖν; οὐδέν, ἔφη ὁ Χαρμίδης, ἀλλὰ βεβουλεύμεθα. βιάσῃ ἄρα, ἦν δʼ ἐγώ, καὶ οὐδʼ ἀνάκρισίν μοι δώσεις; ὡς βιασομένου, ἔφη, ἐπειδήπερ ὅδε γε ἐπιτάττει· πρὸς ταῦτα σὺ αὖ βουλεύου ὅτι ποιήσεις. ἀλλʼ οὐδεμία, ἔφην ἐγώ, λείπεται βουλή· σοὶ γὰρ ἐπιχειροῦντι πράττειν ὁτιοῦν καὶ βιαζομένῳ οὐδεὶς οἷός τʼ ἔσται ἐναντιοῦσθαι ἀνθρώπων. μὴ τοίνυν, ἦ δʼ ὅς, μηδὲ σὺ ἐναντιοῦ. οὐ τοίνυν, ἦν δʼ ἐγώ, ἐναντιώσομαι.

「では、わかるかね、クリティアス、私がずっと前から恐れていたのはもっともなことであり、私が節制について何も役に立つことを考察していないと自分を責めていたのは正当であったということが。というのも、すべてのもののうちで最も美しいと同意されているものが、私たちにとって無益なものと見えることは、きっとなかっただろうからだ。もし私が、立派に探究することに何かの役に立つのであれば。だが今は、私たちはあらゆる点で打ち負かされ、立法者が存在するもののうちのいったい何にこの名前、すなわち節制を与えたのかを見つけることができない。しかも私たちは、言論において私たちには帰結しない多くのことを認めてきたのだ。というのも、知識の知識が存在することを、言論がそれを許さず、存在するとも言わないのに、私たちは認めた。そしてまた、この知識がほかの知識の仕事をも知ることを、言論がそれをも許さないのに、私たちは認めた。節制ある者が、知っていることについては知っていると知り、知らないことについては知らないと知る者となるようにと。このことについては、私たちは、まったく気前よく認めたのであって、人がまったく知らないことを、何らかの仕方で知るなどということは不可能だということを考察さえしなかった。というのも、私たちの同意は、人が知らないということを、それを知っているのだと言っているのだから。しかも、私の思うには、これほど不合理に見えるものはほかにないだろう。それでも探究は、私たちがこれほどお人好しで頑なでない者たちだったのに、少しも真実を見つけることができず、かえって探究自身をひどくあざ笑ったので、私たちがずっと前から同意し、こしらえ上げて節制だと置いていたもの、それを、まったく傲慢な仕方で、無益なものとして私たちに示したのだ。そこで、私自身のことについては、それほど憤慨しない。だが君のためには、カルミデス」と私は言った、「私は大いに憤慨するのだ。もし君が、これほどの姿をしていて、そのうえ魂においても最も節制ある者でありながら、この節制から何の益も得ず、それが備わっていても、生涯において君に何の益ももたらさないとしたら。そしてさらにいっそう私は、トラキア人から学んだまじないのために憤慨する。もしそれが何の価値もない事柄であるのに、私が大いに熱心にそれを学んでいたのだとしたら。だから私は、これがまったくこのとおりであるとは思わない。むしろ私がつまらない探究者なのだと思う。というのも、節制は何か大きな善であり、もし君がそれを持っているなら、君は幸いな者であるのだから。だから、君がそれを持っていて、まじないを少しも必要としないかどうか、見てみたまえ。というのも、もし持っているなら、私はむしろ君にこう勧めたい。私をたわごとを言う者で、言論によって何一つ探究することのできない者とみなし、君自身は、より節制ある者であればあるほど、それだけより幸福な者であるとみなすように、と」。するとカルミデスは言った。「いいえ、ゼウスにかけて、ソクラテス、私は、自分がそれを持っているのか、持っていないのか、わからないのです。あなたがたでさえ、あなたのおっしゃるように、それがいったい何であるかを見つけ出すことができないのに、どうして私が知ることができましょう。とはいえ、私はあなたの言うことにまったく従うわけではありません。そして、ソクラテス、私は自分がまじないをとても必要としていると思います。私としては、あなたが十分だとおっしゃるまで、毎日あなたにまじないをかけてもらうのに、何の差し支えもありません」。「よろしい」とクリティアスが言った、「カルミデス、もし君がそうするなら、それこそ、君が節制ある者であることの、私にとっての証拠となるだろう。もし君がソクラテスにまじないをかけさせ、大きなことでも小さなことでも、この人から離れないならば」。「ついて行き、離れないものと思ってください」と彼は言った。「もし後見人であるあなたに従わず、あなたの命じることをしないとしたら、私はひどいことをすることになるでしょうから」。「では」と彼は言った、「私は命じる」。「では、そうしましょう」と彼は言った、「今日この日から始めて」。「この二人は」と私は言った、「何をしようと相談しているのかね」。「何も」とカルミデスは言った、「もう相談は済みました」。「では力ずくでやるのかね」と私は言った、「私に予審さえ与えずに」。「力ずくでやるものと思ってください」と彼は言った、「この人が命じるのですから。それに対して、今度はあなたが、何をするか相談してください」。「だが」と私は言った、「相談の余地は何も残っていない。君が何であれ行おうと企て、力ずくでやるなら、人間の誰ひとり、君に逆らうことはできないだろうから」。「では」と彼は言った、「あなたも逆らわないでください」。「では」と私は言った、「逆らうまい」。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、論理関係を可能な限り残した逐語寄りの独自訳です。『カルミデス』はソクラテスが友人に語って聞かせる回想の形式で書かれているため、話者表示は付けず、会話はかぎかっこで示しています。文の途中から始まらないよう、172c の直前(172b 末尾)の文から収めています。

この部分の直前(第3部)で、クリティアスは節制を「自分自身を知ること」、さらに「ほかの知識と自分自身についての知識」と言い直しています。173a の「角の門か象牙の門か」は、正夢は角の門から、偽りの夢は象牙の門から来るという『オデュッセイア』19巻の言い伝えによる表現です。対話篇の結びまでです。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第3部 自分自身を知ること――知識の知識目次へ戻る次へ →最後のページです

PR関連する本

  • ソクラテスの弁明・クリトン (岩波文庫) [ プラトン ]楽天市場で見る
  • 国家 上 (岩波文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について