καὶ ὁ Κριτίας δῆλος μὲν ἦν καὶ πάλαι ἀγωνιῶν καὶ φιλοτίμως πρός τε τὸν Χαρμίδην καὶ πρὸς τοὺς παρόντας ἔχων, μόγις δʼ ἑαυτὸν ἐν τῷ πρόσθεν κατέχων τότε οὐχ οἷός τε ἐγένετο· δοκεῖ γάρ μοι παντὸς μᾶλλον ἀληθὲς εἶναι, ὃ ἐγὼ ὑπέλαβον, τοῦ Κριτίου ἀκηκοέναι τὸν Χαρμίδην ταύτην τὴν ἀπόκρισιν περὶ τῆς σωφροσύνης. ὁ μὲν οὖν Χαρμίδης βουλόμενος μὴ αὐτὸς ὑπέχειν λόγον ἀλλʼ ἐκεῖνον τῆς ἀποκρίσεως, ὑπεκίνει αὐτὸν ἐκεῖνον, καὶ ἐνεδείκνυτο ὡς ἐξεληλεγμένος εἴη· ὁ δʼ οὐκ ἠνέσχετο, ἀλλά μοι ἔδοξεν ὀργισθῆναι αὐτῷ ὥσπερ ποιητὴς ὑποκριτῇ κακῶς διατιθέντι τὰ ἑαυτοῦ ποιήματα. ὥστʼ ἐμβλέψας αὐτῷ εἶπεν, οὕτως οἴει, ὦ Χαρμίδη, εἰ σὺ μὴ οἶσθα ὅτι ποτʼ ἐνόει ὃς ἔφη σωφροσύνην εἶναι τὸ τὰ ἑαυτοῦ πράττειν, οὐδὲ δὴ ἐκεῖνον εἰδέναι; ἀλλʼ, ὦ βέλτιστε, ἔφην ἐγώ, Κριτία, τοῦτον μὲν οὐδὲν θαυμαστὸν ἀγνοεῖν τηλικοῦτον ὄντα· σὲ δέ που εἰκὸς εἰδέναι καὶ ἡλικίας ἕνεκα καὶ ἐπιμελείας. εἰ οὖν συγχωρεῖς τοῦτʼ εἶναι σωφροσύνην ὅπερ οὑτοσὶ λέγει καὶ παραδέχῃ τὸν λόγον, ἔγωγε πολὺ ἂν ἥδιον μετὰ σοῦ σκοποίμην εἴτʼ ἀληθὲς εἴτε μὴ τὸ λεχθέν. ἀλλὰ πάνυ συγχωρῶ, ἔφη, καὶ παραδέχομαι. καλῶς γε σὺ τοίνυν, ἦν δʼ ἐγώ, ποιῶν. καί μοι λέγε, ἦ καὶ ἃ νυνδὴ ἠρώτων ἐγὼ συγχωρεῖς, τοὺς δημιουργοὺς πάντας ποιεῖν τι; ἔγωγε. ἦ οὖν δοκοῦσί σοι τὰ ἑαυτῶν μόνον ποιεῖν ἢ καὶ τὰ τῶν ἄλλων; καὶ τὰ τῶν ἄλλων. σωφρονοῦσιν οὖν οὐ τὰ ἑαυτῶν μόνον ποιοῦντες; τί γὰρ κωλύει; ἔφη. οὐδὲν ἐμέ γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὅρα μὴ ἐκεῖνον κωλύει, ὃς ὑποθέμενος σωφροσύνην εἶναι τὸ τὰ ἑαυτοῦ πράττειν ἔπειτα οὐδέν φησι κωλύειν καὶ τοὺς τὰ τῶν ἄλλων πράττοντας σωφρονεῖν. ἐγὼ γάρ που, ἦ δʼ ὅς, τοῦθʼ ὡμολόγηκα, ὡς οἱ τὰ τῶν ἄλλων πράττοντες σωφρονοῦσιν, εἰ τοὺς ποιοῦντας ὡμολόγησα. εἰπέ μοι, ἦν δʼ ἐγώ, οὐ ταὐτὸν καλεῖς τὸ ποιεῖν καὶ τὸ πράττειν; οὐ μέντοι, ἔφη· οὐδέ γε τὸ ἐργάζεσθαι καὶ τὸ ποιεῖν. ἔμαθον γὰρ παρʼ Ἡσιόδου, ὃς ἔφη ἔργον δʼ οὐδὲν εἶναι ὄνειδος. οἴει οὖν αὐτόν, εἰ τὰ τοιαῦτα ἔργα ἐκάλει καὶ ἐργάζεσθαι καὶ πράττειν, οἷα νυνδὴ σὺ ἔλεγες, οὐδενὶ ἂν ὄνειδος φάναι εἶναι σκυτοτομοῦντι ἢ ταριχοπωλοῦντι ἢ ἐπʼ οἰκήματος καθημένῳ; οὐκ οἴεσθαί γε χρή, ὦ Σώκρατες, ἀλλὰ καὶ ἐκεῖνος οἶμαι ποίησιν πράξεως καὶ ἐργασίας ἄλλο ἐνόμιζεν, καὶ ποίημα μὲν γίγνεσθαι ὄνειδος ἐνίοτε, ὅταν μὴ μετὰ τοῦ καλοῦ γίγνηται, ἔργον δὲ οὐδέποτε οὐδὲν ὄνειδος· τὰ γὰρ καλῶς τε καὶ ὠφελίμως ποιούμενα ἔργα ἐκάλει, καὶ ἐργασίας τε καὶ πράξεις τὰς τοιαύτας ποιήσεις. φάναι δέ γε χρὴ καὶ οἰκεῖα μόνα τὰ τοιαῦτα ἡγεῖσθαι αὐτόν, τὰ δὲ βλαβερὰ πάντα ἀλλότρια· ὥστε καὶ Ἡσίοδον χρὴ οἴεσθαι καὶ ἄλλον ὅστις φρόνιμος τὸν τὰ αὑτοῦ πράττοντα τοῦτον σώφρονα καλεῖν. ὦ Κριτία, ἦν δʼ ἐγώ, καὶ εὐθὺς ἀρχομένου σου σχεδὸν ἐμάνθανον τὸν λόγον, ὅτι τὰ οἰκεῖά τε καὶ τὰ αὑτοῦ ἀγαθὰ καλοίης, καὶ τὰς τῶν ἀγαθῶν ποιήσεις πράξεις· καὶ γὰρ Προδίκου μυρία τινὰ ἀκήκοα περὶ ὀνομάτων διαιροῦντος. ἀλλʼ ἐγώ σοι τίθεσθαι μὲν τῶν ὀνομάτων δίδωμι ὅπῃ ἂν βούλῃ ἕκαστον· δήλου δὲ μόνον ἐφʼ ὅτι ἂν φέρῃς τοὔνομα ὅτι ἂν λέγῃς. νῦν οὖν πάλιν ἐξ ἀρχῆς σαφέστερον ὅρισαι· ἆρα τὴν τῶν ἀγαθῶν πρᾶξιν ἢ ποίησιν ἢ ὅπως σὺ βούλει ὀνομάζειν, ταύτην λέγεις σὺ σωφροσύνην εἶναι; ἔγωγε, ἔφη. οὐκ ἄρα σωφρονεῖ ὁ τὰ κακὰ πράττων, ἀλλʼ ὁ τἀγαθά; σοὶ δέ, ἦ δʼ ὅς, ὦ βέλτιστε, οὐχ οὕτω δοκεῖ; ἔα, ἦν δʼ ἐγώ· μὴ γάρ πω τὸ ἐμοὶ δοκοῦν σκοπῶμεν, ἀλλʼ ὃ σὺ λέγεις νῦν. ἀλλὰ μέντοι ἔγωγε, ἔφη, τὸν μὴ ἀγαθὰ ἀλλὰ κακὰ ποιοῦντα οὔ φημι σωφρονεῖν, τὸν δὲ ἀγαθὰ ἀλλὰ μὴ κακὰ σωφρονεῖν· τὴν γὰρ τῶν ἀγαθῶν πρᾶξιν σωφροσύνην εἶναι σαφῶς σοι διορίζομαι.
するとクリティアスは、もう先ほどから競い立ち、カルミデスに対しても居合わせた人々に対しても負けん気を起こしているのが明らかだったが、それまではやっとのことで自分を抑えていたのに、そのときにはもう抑えていられなくなった。というのも、カルミデスが節制についてのこの答えをクリティアスから聞いたのだという、私が推測したことは、何にもまして本当であるように私には思われるからだ。そこでカルミデスは、自分ではその答えの責任を負わずに、あの人に負わせたいと思って、あの人自身をそっとけしかけ、自分が論駁されてしまったことをほのめかしていた。するとあの人は我慢できず、ちょうど詩人が、自分の詩をまずく演じる役者に腹を立てるように、彼に腹を立てたように私には思われた。そこで彼をにらみつけて言った。「カルミデス、節制とは自分自身のことをすることだと言った人が何を考えていたのか、君が知らないからといって、あの人もまた知らないと、そう思うのかね」。「いや、最もすぐれた人よ」と私は言った、「クリティアス、この子がこの年齢で知らないのは少しも不思議ではない。だが君は、年齢からしても、また心がけからしても、おそらく知っているのが当然だろう。そこで、もし君が、この子が言っていることが節制であることに同意し、その言説を引き受けるのなら、私としては、言われたことが本当かどうかを、君と一緒にはるかに喜んで考察したいのだがね」。「いや、私はまったく同意します」と彼は言った、「そして引き受けます」。「それなら君は立派なことをしてくれる」と私は言った。「では私に言ってくれたまえ。今しがた私が尋ねていたことにも、君は同意するかね。すべての職人は何かを作る、ということに」。「同意します」。「それでは、彼らは自分自身のものだけを作ると君には思われるかね、それともほかの人たちのものも作ると思われるかね」。「ほかの人たちのものもです」。「それでは、彼らは自分自身のものだけを作るのではないのに、節制しているのかね」。「何の差し支えがあるでしょう」と彼は言った。「私には何の差し支えもない」と私は言った。「だが、差し支えがあるのはあの人のほうではないかよく見たまえ。節制とは自分自身のことをすることだと仮設しておいて、それから、ほかの人たちのことをする人たちも節制していることに何の差し支えもないと言う人のほうにね」。「いったい私が」と彼は言った、「ほかの人たちのことをする人たちが節制しているということに同意したことになるのですか。私が同意したのが、作る人たちについてだったからといって」。「言ってくれたまえ」と私は言った、「君は、作ることとすることとを同じものとは呼ばないのかね」。「いいえ、呼びません」と彼は言った。「働くことと作ることとも同じではありません。じっさい私はヘシオドスから学んだのです。彼は、働きは何ら恥ではない、と言いました。そこで、もし彼が、今しがたあなたが言っていたようなものを、働きとも、働くこととも、することとも呼んでいたなら、靴を裁つ者にも、塩漬け魚を売る者にも、娼家に座っている者にも、誰にとっても恥ではないと言ったであろうと、あなたは思いますか。そう思うべきではありません、ソクラテス。いや、あの人もまた、思うに、作ることを、することや働くこととは別のものとみなしていたのであり、作られたものは、美しいことと結びついて生じないときには、ときに恥となるが、働きは決して何ら恥ではない、と考えていたのです。というのも、彼は、美しく有益に作られるものを働きと呼び、そのような作ることを、働くこととも、することとも呼んでいたのですから。そして、彼はそのようなものだけを自分の身内のものとみなし、害になるものはすべて他人のものとみなしていた、と言わなければなりません。ですから、ヘシオドスも、またほかに誰でも思慮ある人なら、自分自身のことをする人、その人を節制ある人と呼んでいると思わなければならないのです」。「クリティアス」と私は言った、「君が話し始めるやいなや、私は君の言説をほとんど理解していたよ。君は、身内のものや自分自身のものを善いものと呼び、善いものを作ることをすることと呼ぶのだとね。じっさい、私はプロディコスが名前について区別しているのを、何万回となく聞いたことがあるのだ。だが私は、君が名前のそれぞれを、望むままに定めることを認めよう。ただ、君がどんな名前を言うにせよ、その名前を何に当てるのかだけは明らかにしてくれたまえ。そこで今、もう一度はじめから、もっと明確に定義してくれたまえ。善いものをすること、あるいは作ること、あるいは君が名づけたいように名づけるとして、それを君は節制だと言うのかね」。「そうです」と彼は言った。「それでは、悪いことをする人は節制しておらず、善いことをする人が節制しているのだね」。「あなたには、最もすぐれた人よ」と彼は言った、「そう思われないのですか」。「待ちたまえ」と私は言った。「まだ私に思われていることを考察するのはやめよう。今君が言っていることを考察しよう」。「いや、しかし私は」と彼は言った、「善いことではなく悪いことを作る人は節制していないと言い、悪いことではなく善いことを作る人は節制していると言います。というのも、善いものをすることが節制だと、私はあなたに明確に定義するのですから」。



コメント
まだコメントはありません。
コメントを読み込んでいます…