ἀλλʼ ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες, τοῦτο μὲν ὀρθῶς λέγεσθαι· τόδε δὲ σκέψαι τί σοι δοκεῖ εἶναι περὶ σωφροσύνης. ἄρτι γὰρ ἀνεμνήσθην—ὃ ἤδη του ἤκουσα λέγοντος— ὅτι σωφροσύνη ἂν εἴη τὸ τὰ ἑαυτοῦ πράττειν. σκόπει οὖν τοῦτο εἰ ὀρθῶς σοι δοκεῖ λέγειν ὁ λέγων. καὶ ἐγώ, ὦ μιαρέ, ἔφην, Κριτίου τοῦδε ἀκήκοας αὐτὸ ἢ ἄλλου του τῶν σοφῶν. ἔοικεν, ἔφη ὁ Κριτίας, ἄλλου· οὐ γὰρ δὴ ἐμοῦ γε. ἀλλὰ τί διαφέρει, ἦ δʼ ὅς, ὁ Χαρμίδης, ὦ Σώκρατες, ὅτου ἤκουσα; οὐδέν, ἦν δʼ ἐγώ· πάντως γὰρ οὐ τοῦτο σκεπτέον, ὅστις αὐτὸ εἶπεν, ἀλλὰ πότερον ἀληθὲς λέγεται ἢ οὔ. νῦν ὀρθῶς λέγεις, ἦ δʼ ὅς. νὴ Δία, ἦν δʼ ἐγώ. ἀλλʼ εἰ καὶ εὑρήσομεν αὐτὸ ὅπῃ γε ἔχει, θαυμάζοιμʼ ἄν· αἰνίγματι γάρ τινι ἔοικεν. ὅτι δὴ τί γε; ἔφη. ὅτι οὐ δήπου, ἦν δʼ ἐγώ, ᾗ τὰ ῥήματα ἐφθέγξατο ταύτῃ καὶ ἐνόει, λέγων σωφροσύνην εἶναι τὸ τὰ αὑτοῦ πράττειν. ἢ σὺ οὐδὲν ἡγῇ πράττειν τὸν γραμματιστὴν ὅταν γράφῃ ἢ ἀναγιγνώσκῃ; ἔγωγε, ἡγοῦμαι μὲν οὖν, ἔφη. δοκεῖ οὖν σοι τὸ αὑτοῦ ὄνομα μόνον γράφειν ὁ γραμματιστὴς καὶ ἀναγιγνώσκειν ἢ ὑμᾶς τοὺς παῖδας διδάσκειν, ἢ οὐδὲν ἧττον τὰ τῶν ἐχθρῶν ἐγράφετε ἢ τὰ ὑμέτερα καὶ τὰ τῶν φίλων ὀνόματα; οὐδὲν ἧττον. ἦ οὖν ἐπολυπραγμονεῖτε καὶ οὐκ ἐσωφρονεῖτε τοῦτο δρῶντες; οὐδαμῶς. καὶ μὴν οὐ τὰ ὑμέτερά γε αὐτῶν ἐπράττετε, εἴπερ τὸ γράφειν πράττειν τί ἐστιν καὶ τὸ ἀναγιγνώσκειν. ἀλλὰ μὴν ἔστιν. καὶ γὰρ τὸ ἰᾶσθαι, ὦ ἑταῖρε, καὶ τὸ οἰκοδομεῖν καὶ τὸ ὑφαίνειν καὶ τὸ ᾑτινιοῦν τέχνῃ ὁτιοῦν τῶν τέχνης ἔργων ἀπεργάζεσθαι πράττειν δήπου τί ἐστιν. πάνυ γε. τί οὖν; ἦν δʼ ἐγώ, δοκεῖ ἄν σοι πόλις εὖ οἰκεῖσθαι ὑπὸ τούτου τοῦ νόμου τοῦ κελεύοντος τὸ ἑαυτοῦ ἱμάτιον ἕκαστον ὑφαίνειν καὶ πλύνειν, καὶ ὑποδήματα σκυτοτομεῖν, καὶ λήκυθον καὶ στλεγγίδα καὶ τἆλλα πάντα κατὰ τὸν αὐτὸν λόγον, τῶν μὲν ἀλλοτρίων μὴ ἅπτεσθαι, τὰ δὲ ἑαυτοῦ ἕκαστον ἐργάζεσθαί τε καὶ πράττειν; οὐκ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς. ἀλλὰ μέντοι, ἔφην ἐγώ, σωφρόνως γε οἰκοῦσα εὖ ἂν οἰκοῖτο. πῶς δʼ οὔκ; ἔφη. οὐκ ἄρα, ἦν δʼ ἐγώ, τὸ τὰ τοιαῦτά τε καὶ οὕτω τὰ αὑτοῦ πράττειν σωφροσύνη ἂν εἴη. οὐ φαίνεται. ἠινίττετο ἄρα, ὡς ἔοικεν, ὅπερ ἄρτι ἐγὼ ἔλεγον, ὁ λέγων τὸ τὰ αὑτοῦ πράττειν σωφροσύνην εἶναι· οὐ γάρ που οὕτω γε ἦν εὐήθης. ἤ τινος ἠλιθίου ἤκουσας τουτὶ λέγοντος, ὦ Χαρμίδη; ἥκιστά γε, ἔφη, ἐπεί τοι καὶ πάνυ ἐδόκει σοφὸς εἶναι. παντὸς τοίνυν μᾶλλον, ὡς ἐμοὶ δοκεῖ, αἴνιγμα αὐτὸ προύβαλεν, ὡς ὂν χαλεπὸν τὸ τὰ αὑτοῦ πράττειν γνῶναι ὅτι ποτε ἔστιν. ἴσως, ἔφη. τί οὖν ἂν εἴη ποτὲ τὸ τὰ αὑτοῦ πράττειν; ἔχεις εἰπεῖν; οὐκ οἶδα μὰ Δία ἔγωγε, ἦ δʼ ὅς· ἀλλʼ ἴσως οὐδὲν κωλύει μηδὲ τὸν λέγοντα μηδὲν εἰδέναι ὅτι ἐνόει. καὶ ἅμα ταῦτα λέγων ὑπεγέλα τε καὶ εἰς τὸν Κριτίαν ἀπέβλεπεν.
「いや、私には」と彼は言った、「ソクラテス、このことは正しく言われていると思われます。ですが、節制について次のことが、あなたにはどう思われるか考えてみてください。というのも、今しがた思い出したのです――以前ある人が言っているのを聞いたことですが――節制とは自分自身のことをすることだろう、と。ですから、そう言う人が正しく言っているとあなたに思われるかどうか、考えてみてください」。すると私は言った。「この悪たれめ、それはここにいるクリティアスから、あるいはほかの知者の誰かから聞いたのだね」。「どうやら」とクリティアスが言った、「ほかの人からだろう。少なくとも私からではないのだから」。「でも、何の違いがあるのですか」とカルミデスは言った、「ソクラテス、私が誰から聞いたかに」。「何も」と私は言った。「というのも、まったく、誰がそれを言ったかではなく、それが真実に語られているかどうかを考察すべきなのだから」。「今は正しくおっしゃいます」と彼は言った。「ゼウスにかけて」と私は言った。「だが、もし私たちがそれがどうなっているのかを見出すとしたら、私は驚くだろう。それは一種の謎に似ているのだから」。「いったいどういう点でですか」と彼は言った。「それは」と私は言った、「その人は、節制とは自分自身のことをすることだと言ったとき、言葉を発したそのとおりの仕方で考えていたのでは、きっとないということだ。それとも君は、読み書きの先生が書いたり読んだりするとき、何もしていないと考えるかね」。「いいえ、私はしていると考えます」と彼は言った。「では、読み書きの先生は自分の名前だけを書いたり読んだりし、君たち子どもにも〔それだけを〕教えると君には思われるかね。それとも、君たちは、自分たちの名前や友人たちの名前に劣らず、敵の名前も書いたのではないかね」。「劣らず〔書きました〕」。「では、そうすることで、君たちはよけいなことに手を出し、節制していなかったのかね」。「決して」。「しかもたしかに、君たちは君たち自身のことをしていたのではなかった。もし書くことや読むことが、何かをすることであるのなら」。「いや、たしかにそうです」。「というのも、友よ、医療を施すことも、家を建てることも、機を織ることも、どんな技術によってであれ、技術の仕事のどれかをなしとげることも、きっと何かをすることなのだ」。「そうですとも」。「ではどうかね」と私は言った。「各人に自分の上着を織って洗い、靴を裁ち、油壺も肌かき器も、そのほかのすべても同じ理屈で〔自分で作り〕、他人のものには手を触れず、各人が自分自身のものを作り、行うよう命じるこの法によって、国はよく治められると君には思われるかね」。「私には思われません」と彼は言った。「しかしながら」と私は言った、「節制をもって治められる国は、よく治められるだろう」。「どうしてそうでないことがありましょう」と彼は言った。「それでは」と私は言った、「このような事柄を、このような仕方で、自分自身のことをするのが、節制ではないことになるだろう」。「そうではないように見えます」。「それでは、どうやら、節制とは自分自身のことをすることだと言った人は、今しがた私が言っていたように、謎をかけていたのだ。その人がそれほどお人好しだったはずはないのだから。それとも君は、カルミデス、誰か愚か者がそう言っているのを聞いたのかね」。「とんでもない」と彼は言った、「その人はまったく知恵ある人だと思われていましたから」。「それでは、私の思うには、何よりも、その人はそれを謎として投げかけたのだ。自分自身のことをするとはいったい何であるかを知るのは難しいとして」。「おそらく」と彼は言った。「では、自分自身のことをするとは、いったい何なのだろうか。君は言うことができるかね」。「ゼウスにかけて、私にはわかりません」と彼は言った。「でもおそらく、そう言った人自身も、自分が何を考えていたのか少しも知らなかったとしても、何の差し支えもないでしょう」。そしてこう言いながら、同時に彼はくすくす笑い、クリティアスのほうを見やった。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…