ἐπεὶ δʼ ἡ τοῦ θεοῦ μὲν μοῖρα ἐξίτηλος ἐγίγνετο ἐν αὐτοῖς πολλῷ τῷ θνητῷ καὶ πολλάκις ἀνακεραννυμένη, τὸ δὲ ἀνθρώπινον ἦθος ἐπεκράτει, τότε ἤδη τὰ παρόντα φέρειν ἀδυνατοῦντες ἠσχημόνουν, καὶ τῷ δυναμένῳ μὲν ὁρᾶν αἰσχροὶ κατεφαίνοντο, τὰ κάλλιστα ἀπὸ τῶν τιμιωτάτων ἀπολλύντες, τοῖς δὲ ἀδυνατοῦσιν ἀληθινὸν πρὸς εὐδαιμονίαν βίον ὁρᾶν τότε δὴ μάλιστα πάγκαλοι μακάριοί τε ἐδοξάζοντο εἶναι, πλεονεξίας ἀδίκου καὶ δυνάμεως ἐμπιμπλάμενοι. θεὸς δὲ ὁ θεῶν Ζεὺς ἐν νόμοις βασιλεύων, ἅτε δυνάμενος καθορᾶν τὰ τοιαῦτα, ἐννοήσας γένος ἐπιεικὲς ἀθλίως διατιθέμενον, δίκην αὐτοῖς ἐπιθεῖναι βουληθείς, ἵνα γένοιντο ἐμμελέστεροι σωφρονισθέντες, συνήγειρεν θεοὺς πάντας εἰς τὴν τιμιωτάτην αὐτῶν οἴκησιν, ἣ δὴ κατὰ μέσον παντὸς τοῦ κόσμου βεβηκυῖα καθορᾷ πάντα ὅσα γενέσεως μετείληφεν, καὶ συναγείρας εἶπεν—
だが、神の分け前が、多くの死すべきものと何度も混ぜ合わされて、彼らのうちで薄れていき、人間的な性質が優勢になると、そのときにはもう、目の前のものを担うことができなくなって、見苦しくふるまい、見る目をもつ者には、最も尊いものから最も美しいものを失っていく、恥ずべき者に見えた。だが、幸福に向かう真の生を見る目をもたない者たちには、不正な貪欲と力に満たされていたそのときこそ、最も美しく幸いな者だと思われていたのだ。そこで、法によって王として治める神々の神ゼウスは、このようなことを見下ろすことができたので、優れた種族がみじめな状態に陥っているのに気づき、彼らが懲らしめられてより節度ある者となるように、彼らに罰を与えようと望んで、神々をすべて、自分たちの最も尊い住まいへと呼び集めた。その住まいは、宇宙全体の中心に据えられていて、生成にあずかるすべてのものを見下ろしている。そして呼び集めると、言った――


コメント
まだコメントはありません。
コメントを読み込んでいます…