καθάπερ ἐν τοῖς πρόσθεν ἐλέχθη περὶ τῆς τῶν θεῶν λήξεως, ὅτι κατενείμαντο γῆν πᾶσαν ἔνθα μὲν μείζους λήξεις, ἔνθα δὲ καὶ ἐλάττους, ἱερὰ θυσίας τε αὑτοῖς κατασκευάζοντες, οὕτω δὴ καὶ τὴν νῆσον Ποσειδῶν τὴν Ἀτλαντίδα λαχὼν ἐκγόνους αὑτοῦ κατῴκισεν ἐκ θνητῆς γυναικὸς γεννήσας ἔν τινι τόπῳ τοιῷδε τῆς νήσου. πρὸς θαλάττης μέν, κατὰ δὲ μέσον πάσης πεδίον ἦν, ὃ δὴ πάντων πεδίων κάλλιστον ἀρετῇ τε ἱκανὸν γενέσθαι λέγεται, πρὸς τῷ πεδίῳ δὲ αὖ κατὰ μέσον σταδίους ὡς πεντήκοντα ἀφεστὸς ἦν ὄρος βραχὺ πάντῃ. τούτῳ δʼ ἦν ἔνοικος τῶν ἐκεῖ κατὰ ἀρχὰς ἐκ γῆς ἀνδρῶν γεγονότων Εὐήνωρ μὲν ὄνομα, γυναικὶ δὲ συνοικῶν Λευκίππῃ· Κλειτὼ δὲ μονογενῆ θυγατέρα ἐγεννησάσθην. ἤδη δʼ εἰς ἀνδρὸς ὥραν ἡκούσης τῆς κόρης ἥ τε μήτηρ τελευτᾷ καὶ ὁ πατήρ, αὐτῆς δὲ εἰς ἐπιθυμίαν Ποσειδῶν ἐλθὼν συμμείγνυται, καὶ τὸν γήλοφον, ἐν ᾧ κατῴκιστο, ποιῶν εὐερκῆ περιρρήγνυσιν κύκλῳ, θαλάττης γῆς τε ἐναλλὰξ ἐλάττους μείζους τε περὶ ἀλλήλους ποιῶν τροχούς, δύο μὲν γῆς, θαλάττης δὲ τρεῖς οἷον τορνεύων ἐκ μέσης τῆς νήσου, πάντῃ ἴσον ἀφεστῶτας, ὥστε ἄβατον ἀνθρώποις εἶναι· πλοῖα γὰρ καὶ τὸ πλεῖν οὔπω τότε ἦν. αὐτὸς δὲ τήν τε ἐν μέσῳ νῆσον οἷα δὴ θεὸς εὐμαρῶς διεκόσμησεν, ὕδατα μὲν διττὰ ὑπὸ γῆς ἄνω πηγαῖα κομίσας, τὸ μὲν θερμόν, ψυχρὸν δὲ ἐκ κρήνης ἀπορρέον ἕτερον, τροφὴν δὲ παντοίαν καὶ ἱκανὴν ἐκ τῆς γῆς ἀναδιδούς.
先に神々の割り当てについて語られたように、神々は大地全体を、ある場所ではより大きな割り当てに、ある場所ではより小さな割り当てに分け、自分たちのための神殿と犠牲とを設けたのだが、そのようにしてポセイドンもまた、アトランティス島を割り当てとして受け取り、死すべき女から生んだ自分の子孫を、その島の次のような場所に住まわせた。海のそばで、島全体の中央に平野があった。それはあらゆる平野のうちで最も美しく、地味も十分だったと言われている。そしてまた、その平野のそばの中央に、およそ五十スタディオン離れて、どこも低い山があった。そこには、はじめにそこで大地から生まれた男たちの一人、エウエノルという名の者が住んでいて、レウキッペという女と暮らしていた。そして二人は、一人娘のクレイトを生んだ。娘が結婚の年頃に達したとき、母も父も死んだ。そしてポセイドンは彼女を欲して交わり、彼女が住んでいた丘を守りやすくしようと、ぐるりと断ち切った。海と陸の、より小さな、またより大きな環を、互いのまわりに交互に作ったのだ。陸の環を二つ、海の環を三つ、ろくろで挽くように島の中心から、どこも等しい間隔をおいて作り、人間が近づけないようにした。当時はまだ船も航海もなかったのだから。そして彼自身は、中央の島を、神であるからたやすく整えた。地下から二つの泉の水を上へと運び、一方は温かく、他方は冷たく泉から流れ出るようにし、大地からはあらゆる種類の十分な食物を生え出させたのだ。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…