INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>クリティアス>第2部 古代アテナイの国制と国土(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第1部 対話の導入目次へ戻る次へ →第3部 アトランティス島と王国

PLATO · CRITIAS · 108e–113b

第2部 古代アテナイの国制と国土

Part II — The Constitution and Land of Ancient Athens
Stephanus 108e–113b全 6 区分日希逐語訳

九千年前、ヘパイストスとアテナが受け持ったアテナイの地は、今よりはるかに肥沃で、アクロポリスは広く、戦士たちは私有財産をもたずに共同で暮らしていた。洪水で土が流れ去った今のアッティカは、病んだ身体の骨のようなものだという。

ひと目でわかる超要約「第2部 古代アテナイの国制と国土」の要点

九千年前、ヘパイストスとアテナが受け持ったアテナイの地は、今よりはるかに肥沃で、アクロポリスは広く、戦士たちは私有財産をもたずに共同で暮らしていた。洪水で土が流れ去った今のアッティカは、病んだ身体の骨のようなものだという。

解説・位置づけこの箇所の背景と読みどころ

『クリティアス』の本論の前半として、アトランティスと戦った九千年前の「古アテナイ」の姿を生き生きと復元する章です。神々は争うことなく公正な「知恵のくじ」によって大地を分け合い、知恵と技術を愛する姉弟神アテナとヘパイストスがアテナイの地を受け持ちました。度重なる大洪水で土壌が海に流出し「病み衰えた身体の骨」のようになった現代のアッティカ半島とは異なり、当時のアテナイは深い森林と豊かな泉に恵まれ、現在の数倍の広さをもつアクロポリスの上で、約2万人の男女の守護者たちが金銀を私有せず、中庸と徳をもって全ギリシアを導いていた様子が描かれます。

構成と各場面の要点(全3場面)

  1. 1. 九千年前の戦争(物語の枠組み)108e–109b ⤵

    ヘラクレスの柱の外にいた人々(アトランティス)と内側の人々(アテナイを盟主とするギリシア)の間で九千年前に戦われた大戦について、まず双方の国制から語り始めると宣言する。

  2. 2. 古アテナイ――神々の割り当て・豊かな国土と守護者の暮らし109b–112e ⤵

    神々が船長のように「魂への説得」によって人間を牧した太古の時代、アテナとヘパイストスが育てた古アテナイの三階級分業、洪水で土が流れ去る前の肥沃な大地と豊かな水源、エrekテウス神殿からリュカベットスまで一続きの台地だった広大な旧アクロポリス、そして金銀を持たず共同食事を営む男女の戦士たちの暮らしを詳述する。

  3. 3. 名前についての断り(ギリシア名への翻訳伝承)113a–113b ⤵

    これから登場するアトランティスの王たちの名前がギリシア風なのは、エジプトの神官がエジプト語に翻訳していた元の意味をソロンが調べ、再びギリシア語の意味に訳し直して書き留めたからであり、そのソロン自筆の原稿が自分の手元にあると説明する。

重要語句・哲学概念の読み方

古代アテナイ(徳と節度の理想国)
九千年前の豊かな土壌と広いアクロポリスをもち、戦士階級が金銀を私有せず、中庸と知恵を重んじて全ギリシアを導いた質実剛健な共同体。
アトランティスの環状都市とオレイカルコス
ポセイドンが築いた海と陸の同心円の環を中心とする巨大王都。現在では名のみ残る「火のように輝く金属」オレイカルコスで城壁や神殿が覆われていた。
神的な分け前(モイラ)の希薄化
ポセイドン由来の神的な血統が世代を重ねて人間の性質と混ざり合うにつれ、節度を失って不正な貪欲(プレオネクシア)と傲慢に陥っていく精神的堕落の過程。
表示:

目次

  1. 九千年前の戦争108e–109b
  2. 古アテナイ――神々の割り当てと国土109b–112e
  3. 名前についての断り113a–113b

九千年前の戦争108e–109b

108e

πάντων δὴ πρῶτον μνησθῶμεν ὅτι τὸ κεφάλαιον ἦν ἐνακισχίλια ἔτη, ἀφʼ οὗ γεγονὼς ἐμηνύθη πόλεμος τοῖς θʼ ὑπὲρ Ἡρακλείας στήλας ἔξω κατοικοῦσιν καὶ τοῖς ἐντὸς πᾶσιν· ὃν δεῖ νῦν διαπεραίνειν. τῶν μὲν οὖν ἥδε ἡ πόλις ἄρξασα καὶ πάντα τὸν πόλεμον διαπολεμήσασα ἐλέγετο, τῶν δʼ οἱ τῆς Ἀτλαντίδος νήσου βασιλῆς, ἣν δὴ Λιβύης καὶ Ἀσίας μείζω νῆσον οὖσαν ἔφαμεν εἶναί ποτε, νῦν δὲ ὑπὸ σεισμῶν δῦσαν ἄπορον πηλὸν τοῖς ἐνθένδε ἐκπλέουσιν ἐπὶ τὸ πᾶν πέλαγος, ὥστε μηκέτι πορεύεσθαι, κωλυτὴν παρασχεῖν. τὰ μὲν δὴ πολλὰ ἔθνη βάρβαρα, καὶ ὅσα Ἑλλήνων ἦν γένη τότε, καθʼ ἕκαστα ἡ τοῦ λόγου διέξοδος οἷον ἀνειλλομένη τὸ προστυχὸν ἑκασταχοῦ δηλώσει· τὸ δὲ Ἀθηναίων τε τῶν τότε καὶ τῶν ἐναντίων, οἷς διεπολέμησαν, ἀνάγκη κατʼ ἀρχὰς διελθεῖν πρῶτα, τήν τε δύναμιν ἑκατέρων καὶ τὰς πολιτείας. αὐτῶν δὲ τούτων τὰ τῇδε ἔμπροσθεν προτιμητέον εἰπεῖν.

まず何よりも思い起こそう。要点は、ヘラクレスの柱の外に住む人々と、その内側に住むすべての人々とのあいだに戦争が起こったと告げられてから、九千年が経っているということだった。その戦争を、今語り尽くさなければならない。一方の側については、この国が指揮をとり、戦争全体を戦い抜いたと言われていた。他方の側については、アトランティス島の王たちが指揮をとった。その島は、かつてはリビュアとアジアを合わせたよりも大きな島であったが、今では地震によって沈み、ここから大海へと船出する人々にとって、通り抜けられない泥となって、もはや航行できないよう妨げとなっている、と私たちが言ったものだ。 さて、多くの異民族や、当時存在したギリシア人の諸種族については、話の進行が、いわば巻物を広げていくように、そのつど出会うものをそれぞれの箇所で明らかにするだろう。だが、当時のアテナイ人と、彼らが戦い抜いた敵方とについては、はじめにまず、それぞれの力と国制とをたどらなければならない。そしてそのうちでも、こちらのことを先に語るのを優先すべきだ。

古アテナイ――神々の割り当てと国土109b–112e

109b

θεοὶ γὰρ ἅπασαν γῆν ποτε κατὰ τοὺς τόπους διελάγχανον—οὐ κατʼ ἔριν· οὐ γὰρ ἂν ὀρθὸν ἔχοι λόγον θεοὺς ἀγνοεῖν τὰ πρέποντα ἑκάστοις αὑτῶν, οὐδʼ αὖ γιγνώσκοντας τὸ μᾶλλον ἄλλοις προσῆκον τοῦτο ἑτέρους αὑτοῖς διʼ ἐρίδων ἐπιχειρεῖν κτᾶσθαι—δίκης δὴ κλήροις τὸ φίλον λαγχάνοντες κατῴκιζον τὰς χώρας, καὶ κατοικίσαντες, οἷον νομῆς ποίμνια, κτήματα καὶ θρέμματα ἑαυτῶν ἡμᾶς ἔτρεφον, πλὴν οὐ σώμασι σώματα βιαζόμενοι, καθάπερ ποιμένες κτήνη πληγῇ νέμοντες, ἀλλʼ ᾗ μάλιστα εὔστροφον ζῷον, ἐκ πρύμνης ἀπευθύνοντες, οἷον οἴακι πειθοῖ ψυχῆς ἐφαπτόμενοι κατὰ τὴν αὐτῶν διάνοιαν, οὕτως ἄγοντες τὸ θνητὸν πᾶν ἐκυβέρνων. ἄλλοι μὲν οὖν κατʼ ἄλλους τόπους κληρουχήσαντες θεῶν ἐκεῖνα ἐκόσμουν, Ἥφαιστος δὲ κοινὴν καὶ Ἀθηνᾶ φύσιν ἔχοντες, ἅμα μὲν ἀδελφὴν ἐκ ταὐτοῦ πατρός, ἅμα δὲ φιλοσοφίᾳ φιλοτεχνίᾳ τε ἐπὶ τὰ αὐτὰ ἐλθόντες, οὕτω μίαν ἄμφω λῆξιν τήνδε τὴν χώραν εἰλήχατον ὡς οἰκείαν καὶ πρόσφορον ἀρετῇ καὶ φρονήσει πεφυκυῖαν, ἄνδρας δὲ ἀγαθοὺς ἐμποιήσαντες αὐτόχθονας ἐπὶ νοῦν ἔθεσαν τὴν τῆς πολιτείας τάξιν· ὧν τὰ μὲν ὀνόματα σέσωται, τὰ δὲ ἔργα διὰ τὰς τῶν παραλαμβανόντων φθορὰς καὶ τὰ μήκη τῶν χρόνων ἠφανίσθη. τὸ γὰρ περιλειπόμενον ἀεὶ γένος, ὥσπερ καὶ πρόσθεν ἐρρήθη, κατελείπετο ὄρειον καὶ ἀγράμματον, τῶν ἐν τῇ χώρᾳ δυναστῶν τὰ ὀνόματα ἀκηκοὸς μόνον καὶ βραχέα πρὸς αὐτοῖς τῶν ἔργων. τὰ μὲν οὖν ὀνόματα τοῖς ἐκγόνοις ἐτίθεντο ἀγαπῶντες, τὰς δὲ ἀρετὰς καὶ τοὺς νόμους τῶν ἔμπροσθεν οὐκ εἰδότες, εἰ μὴ σκοτεινὰς περὶ ἑκάστων τινὰς ἀκοάς, ἐν ἀπορίᾳ δὲ τῶν ἀναγκαίων ἐπὶ πολλὰς γενεὰς ὄντες αὐτοὶ καὶ παῖδες, πρὸς οἷς ἠπόρουν τὸν νοῦν ἔχοντες, τούτων πέρι καὶ τοὺς λόγους ποιούμενοι, τῶν ἐν τοῖς πρόσθεν καὶ πάλαι ποτὲ γεγονότων ἠμέλουν.

というのも、神々はかつて、大地全体を場所ごとに割り当てて受け取ったのだ――争いによってではない。神々がそれぞれ自分にふさわしいものを知らないとか、あるいは、ほかの神々によりふさわしいものを知っていながら、別の神々が争いによって自分のものにしようと企てるなどというのは、正しい道理にかなわないだろうから――。正義の籤によって好ましいものを受け取って、それぞれの土地に住まわせ、住まわせると、牧人が羊の群れを養うように、私たちを自分たちの所有物、養い子として養ったのだ。ただし、牧人が家畜を打って牧するように、身体によって身体を強いるのではなく、生き物が最も向きを変えやすいところ、つまり艫から舵を取るように、説得によって、いわば舵によって魂に触れ、自分たちの考えに従って、そのようにして死すべきものすべてを導き、操ったのだ。さて、ほかの神々は、ほかの場所を割り当てられて、それぞれの場所を整えたが、ヘパイストスとアテナは、同じ父から生まれた兄弟姉妹として共通の本性をもち、同時に知恵を愛することと技術を愛することとによって同じものに向かっていたので、このようにして二柱ともに、この土地を一つの割り当てとして受け取った。徳と思慮にとって固有で、ふさわしい本性をもつ土地としてだ。そして、優れた人々を土から生まれた者として植えつけ、国制の秩序を彼らの心に置いた。その人々の名前は保たれているが、その業績は、受け継ぐ人々の滅亡と時の長さのために消え失せてしまった。というのも、先にも言われたように、そのつど生き残った種族は、山に住む、文字を知らない者たちであって、その土地の権力者たちの名前と、それに加えてわずかな業績を聞いていただけだったのだ。そこで彼らは、名前を喜んで子孫につけたが、先人たちの徳や法については、それぞれについてのぼんやりとした伝聞のほかは何も知らず、多くの世代にわたって、自分たちも子どもたちも必要なものに事欠いていたので、自分たちが困窮していることに心を向け、それについて語り合って、以前に、昔に起こったことはなおざりにしたのだ。

110

μυθολογία γὰρ ἀναζήτησίς τε τῶν παλαιῶν μετὰ σχολῆς ἅμʼ ἐπὶ τὰς πόλεις ἔρχεσθον, ὅταν ἴδητόν τισιν ἤδη τοῦ βίου τἀναγκαῖα κατεσκευασμένα, πρὶν δὲ οὔ. ταύτῃ δὴ τὰ τῶν παλαιῶν ὀνόματα ἄνευ τῶν ἔργων διασέσωται. λέγω δὲ αὐτὰ τεκμαιρόμενος ὅτι Κέκροπός τε καὶ Ἐρεχθέως καὶ Ἐριχθονίου καὶ Ἐρυσίχθονος τῶν τε ἄλλων τὰ πλεῖστα ὅσαπερ καὶ Θησέως τῶν ἄνω περὶ τῶν ὀνομάτων ἑκάστων ἀπομνημονεύεται, τούτων ἐκείνους τὰ πολλὰ ἐπονομάζοντας τοὺς ἱερέας Σόλων ἔφη τὸν τότε διηγεῖσθαι πόλεμον, καὶ τὰ τῶν γυναικῶν κατὰ τὰ αὐτά. καὶ δὴ καὶ τὸ τῆς θεοῦ σχῆμα καὶ ἄγαλμα, ὡς κοινὰ τότʼ ἦν τὰ ἐπιτηδεύματα ταῖς τε γυναιξὶ καὶ τοῖς ἀνδράσι τὰ περὶ τὸν πόλεμον, οὕτω κατʼ ἐκεῖνον τὸν νόμον ὡπλισμένην τὴν θεὸν ἀνάθημα εἶναι τοῖς τότε, ἔνδειγμα ὅτι πάνθʼ ὅσα σύννομα ζῷα θήλεα καὶ ὅσα ἄρρενα, τὴν προσήκουσαν ἀρετὴν ἑκάστῳ γένει πᾶν κοινῇ δυνατὸν ἐπιτηδεύειν πέφυκεν. ὤικει δὲ δὴ τότʼ ἐν τῇδε τῇ χώρᾳ τὰ μὲν ἄλλα ἔθνη τῶν πολιτῶν περὶ τὰς δημιουργίας ὄντα καὶ τὴν ἐκ τῆς γῆς τροφήν, τὸ δὲ μάχιμον ὑπʼ ἀνδρῶν θείων κατʼ ἀρχὰς ἀφορισθὲν ᾤκει χωρίς, πάντα εἰς τροφὴν καὶ παίδευσιν τὰ προσήκοντα ἔχον, ἴδιον μὲν αὐτῶν οὐδεὶς οὐδὲν κεκτημένος, ἅπαντα δὲ πάντων κοινὰ νομίζοντες αὑτῶν, πέρα δὲ ἱκανῆς τροφῆς οὐδὲν ἀξιοῦντες παρὰ τῶν ἄλλων δέχεσθαι πολιτῶν, καὶ πάντα δὴ τὰ χθὲς λεχθέντα ἐπιτηδεύματα ἐπιτηδεύοντες, ὅσα περὶ τῶν ὑποτεθέντων ἐρρήθη φυλάκων. καὶ δὴ καὶ τὸ περὶ τῆς χώρας ἡμῶν πιθανὸν καὶ ἀληθὲς ἐλέγετο, πρῶτον μὲν τοὺς ὅρους αὐτὴν ἐν τῷ τότʼ ἔχειν ἀφωρισμένους πρὸς τὸν Ἰσθμὸν καὶ τὸ κατὰ τὴν ἄλλην ἤπειρον μέχρι τοῦ Κιθαιρῶνος καὶ Πάρνηθος τῶν ἄκρων, καταβαίνειν δὲ τοὺς ὅρους ἐν δεξιᾷ τὴν Ὠρωπίαν ἔχοντας, ἐν ἀριστερᾷ δὲ πρὸς θαλάττης ἀφορίζοντας τὸν Ἀσωπόν· ἀρετῇ δὲ πᾶσαν γῆν ὑπὸ τῆς ἐνθάδε ὑπερβάλλεσθαι, διὸ καὶ δυνατὴν εἶναι τότε τρέφειν τὴν χώραν στρατόπεδον πολὺ τῶν περὶ γῆν ἀργὸν ἔργων.

というのも、物語ることと古いことを探求することとは、閑暇とともに国々にやって来るのであり、それは、ある人々にとって生活の必要がすでに整えられているのを見たときのことで、それ以前ではないのだから。こうして、古い人々の名前は、業績なしに保たれてきたのだ。私がこう言うのは、次のことを証拠としてだ。ケクロプスやエレクテウスやエリクトニオスやエリュシクトン、そのほかテセウスより前の人々について、それぞれの名前として記憶されているものの大部分、それらの名前の多くを、あの神官たちはあの当時の戦争を語るときに挙げていたと、ソロンは言っていた。女たちの名前も同じようにだ。さらにまた、女神の姿と像も、当時は戦争にかかわる営みが女にも男にも共通だったので、その慣わしに従って、武装した女神が当時の人々にとって奉納物となっていたのだ。それは、群れをなして暮らす生き物は、雌であれ雄であれ、それぞれの種族にふさわしい徳を、すべてが共通に営むことができるように生まれついていることの証しなのだ。 さて、当時この土地には、市民のほかの種族は、職人の仕事と大地からの養いにかかわって住んでいたが、戦士の種族は、はじめに神的な人々によって区別され、別に住んでいて、養育と教育に必要なものはすべてもっていたが、彼らのうち誰一人として何一つ私有するものはなく、すべてを全員の共有と考え、十分な養い以上のものは、ほかの市民たちから何一つ受け取ろうとせず、昨日語られたあらゆる営み、つまり想定された守護者たちについて語られたかぎりのことを営んでいた。さらにまた、私たちの土地についても、信じるに足る真実のことが語られていた。まず第一に、その境界は、当時、イストモスまで、また大陸のほかの側ではキタイロンとパルネスの山頂まで区切られていて、境界は、右手にオロポスの地をもちながら下り、左手には海のほうへアソポス河で区切られていた。そして、この土地の地味は、あらゆる土地にまさっていた。だからこそ当時この土地は、大地にかかわる仕事から解放された大軍を養うことができたのだ。

111

μέγα δὲ τεκμήριον ἀρετῆς· τὸ γὰρ νῦν αὐτῆς λείψανον ἐνάμιλλόν ἐστι πρὸς ἡντινοῦν τῷ πάμφορον εὔκαρπόν τε εἶναι καὶ τοῖς ζῴοις πᾶσιν εὔβοτον. τότε δὲ πρὸς τῷ κάλλει καὶ παμπλήθη ταῦτα ἔφερεν. πῶς οὖν δὴ τοῦτο πιστόν, καὶ κατὰ τί λείψανον τῆς τότε γῆς ὀρθῶς ἂν λέγοιτο; πᾶσα ἀπὸ τῆς ἄλλης ἠπείρου μακρὰ προτείνουσα εἰς τὸ πέλαγος οἷον ἄκρα κεῖται· τὸ δὴ τῆς θαλάττης ἀγγεῖον περὶ αὐτὴν τυγχάνει πᾶν ἀγχιβαθὲς ὄν. πολλῶν οὖν γεγονότων καὶ μεγάλων κατακλυσμῶν ἐν τοῖς ἐνακισχιλίοις ἔτεσι—τοσαῦτα γὰρ πρὸς τὸν νῦν ἀπʼ ἐκείνου τοῦ χρόνου γέγονεν ἔτη—τὸ τῆς γῆς ἐν τούτοις τοῖς χρόνοις καὶ πάθεσιν ἐκ τῶν ὑψηλῶν ἀπορρέον οὔτε χῶμα, ὡς ἐν ἄλλοις τόποις, προχοῖ λόγου ἄξιον ἀεί τε κύκλῳ περιρρέον εἰς βάθος ἀφανίζεται· λέλειπται δή, καθάπερ ἐν ταῖς σμικραῖς νήσοις, πρὸς τὰ τότε τὰ νῦν οἷον νοσήσαντος σώματος ὀστᾶ, περιερρυηκυίας τῆς γῆς ὅση πίειρα καὶ μαλακή, τοῦ λεπτοῦ σώματος τῆς χώρας μόνου λειφθέντος. τότε δὲ ἀκέραιος οὖσα τά τε ὄρη γηλόφους ὑψηλοὺς εἶχε, καὶ τὰ φελλέως νῦν ὀνομασθέντα πεδία πλήρη γῆς πιείρας ἐκέκτητο, καὶ πολλὴν ἐν τοῖς ὄρεσιν ὕλην εἶχεν, ἧς καὶ νῦν ἔτι φανερὰ τεκμήρια· τῶν γὰρ ὀρῶν ἔστιν ἃ νῦν μὲν ἔχει μελίτταις μόναις τροφήν, χρόνος δʼ οὐ πάμπολυς ὅτε δένδρων αὐτόθεν εἰς οἰκοδομήσεις τὰς μεγίστας ἐρεψίμων τμηθέντων στεγάσματʼ ἐστὶν ἔτι σᾶ. πολλὰ δʼ ἦν ἄλλʼ ἥμερα ὑψηλὰ δένδρα, νομὴν δὲ βοσκήμασιν ἀμήχανον ἔφερεν. καὶ δὴ καὶ τὸ κατʼ ἐνιαυτὸν ὕδωρ ἐκαρποῦτʼ ἐκ Διός, οὐχ ὡς νῦν ἀπολλῦσα ῥέον ἀπὸ ψιλῆς τῆς γῆς εἰς θάλατταν, ἀλλὰ πολλὴν ἔχουσα καὶ εἰς αὐτὴν καταδεχομένη, τῇ κεραμίδι στεγούσῃ γῇ διαταμιευομένη, τὸ καταποθὲν ἐκ τῶν ὑψηλῶν ὕδωρ εἰς τὰ κοῖλα ἀφιεῖσα κατὰ πάντας τοὺς τόπους παρείχετο ἄφθονα κρηνῶν καὶ ποταμῶν νάματα, ὧν καὶ νῦν ἔτι ἐπὶ ταῖς πηγαῖς πρότερον οὔσαις ἱερὰ λελειμμένα ἐστὶν σημεῖα ὅτι περὶ αὐτῆς ἀληθῆ λέγεται τὰ νῦν. τὰ μὲν οὖν τῆς ἄλλης χώρας φύσει τε οὕτως εἶχε, καὶ διεκεκόσμητο ὡς εἰκὸς ὑπὸ γεωργῶν μὲν ἀληθινῶν καὶ πραττόντων αὐτὸ τοῦτο, φιλοκάλων δὲ καὶ εὐφυῶν, γῆν δὲ ἀρίστην καὶ ὕδωρ ἀφθονώτατον ἐχόντων καὶ ὑπὲρ τῆς γῆς ὥρας μετριώτατα κεκραμένας· τὸ δʼ ἄστυ κατῳκισμένον ὧδʼ ἦν ἐν τῷ τότε χρόνῳ.

その地味の大きな証拠がある。今も残っているその名残は、あらゆる作物を実らせ豊かな実りをもたらす点で、またすべての家畜にとってよい牧草地である点で、どんな土地とも張り合えるのだ。そして当時は、その美しさに加えて、それらをきわめて豊富に産み出していた。では、どのようにしてこれは信じるに足り、どういう点で当時の土地の名残と正しく言えるのか。この土地は全体が、ほかの大陸から海へ長く突き出して、岬のように横たわっている。そしてそのまわりの海の器は、どこも岸近くから深くなっている。そこで、九千年のあいだに多くの大きな洪水が起こったので――あの時から今までに、それだけの年が経っているのだから――、その時の流れとその出来事のあいだに高いところから流れ落ちた土は、ほかの場所のように語るに値する堆積をつくることなく、常にぐるりと流れ去って深みに消えてしまった。こうして、小さな島々の場合のように、当時のものに比べれば、今のものは、病んだ身体の骨のようなものとして残されている。肥えて柔らかい土はみな流れ去り、土地のやせた骨組みだけが残されたのだ。だが当時は、損なわれていなかったので、山々は高い土の丘をもち、今「石の野(フェッレウス)」と呼ばれている平野は肥えた土に満ちていた。また山々には多くの森があった。その明らかな証拠は今もある。山々のなかには、今は蜜蜂のための養いしかもたないものがあるが、それほど遠くない昔には、そこから切り出された、最大の建物の屋根を葺くための木材があり、その屋根が今もまだ無事に残っているのだ。そして、ほかにも多くの栽培された高い木々があり、家畜にはとてつもない牧草をもたらしていた。さらにまた、この土地は、毎年ゼウスから降る水を実りに生かしていた。今のように、はげた土地から海へ流れ去らせて失うのではなく、多くの土をもち、その中に水を受け入れ、粘土質の土に蓄えて、高いところから吸い込んだ水をくぼみへと放ち、あらゆる場所に、泉や河の豊かな流れを与えていたのだ。今でも、かつての泉のところに残っている聖域は、この土地について今語られていることが真実であることのしるしなのだ。 さて、ほかの土地の事情は本性上このようなものであり、当然ながら、本当の農夫たち、まさにそのことだけを行い、美を愛し、生まれのよい人々によって整えられていた。彼らは最良の土と最も豊かな水をもち、土地の上には最も程よく混ぜ合わされた季節をもっていた。そして都市は、当時、次のように築かれていた。

112

πρῶτον μὲν τὸ τῆς ἀκροπόλεως εἶχε τότε οὐχ ὡς τὰ νῦν ἔχει. νῦν μὲν γὰρ μία γενομένη νὺξ ὑγρὰ διαφερόντως γῆς αὐτὴν ψιλὴν περιτήξασα πεποίηκε, σεισμῶν ἅμα καὶ πρὸ τῆς ἐπὶ Δευκαλίωνος φθορᾶς τρίτου πρότερον ὕδατος ἐξαισίου γενομένου· τὸ δὲ πρὶν ἐν ἑτέρῳ χρόνῳ μέγεθος μὲν ἦν πρὸς τὸν Ἠριδανὸν καὶ τὸν Ἰλισὸν ἀποβεβηκυῖα καὶ περιειληφυῖα ἐντὸς τὴν Πύκνα καὶ τὸν Λυκαβηττὸν ὅρον ἐκ τοῦ καταντικρὺ τῆς Πυκνὸς ἔχουσα, γεώδης δʼ ἦν πᾶσα καὶ πλὴν ὀλίγον ἐπίπεδος ἄνωθεν. ᾠκεῖτο δὲ τὰ μὲν ἔξωθεν, ὑπʼ αὐτὰ τὰ πλάγια αὐτῆς, ὑπὸ τῶν δημιουργῶν καὶ τῶν γεωργῶν ὅσοι πλησίον ἐγεώργουν· τὰ δʼ ἐπάνω τὸ μάχιμον αὐτὸ καθʼ αὑτὸ μόνον γένος περὶ τὸ τῆς Ἀθηνᾶς Ἡφαίστου τε ἱερὸν κατῳκήκειν, οἷον μιᾶς οἰκίας κῆπον ἑνὶ περιβόλῳ προσπεριβεβλημένοι. τὰ γὰρ πρόσβορρα αὐτῆς ᾤκουν οἰκίας κοινὰς καὶ συσσίτια χειμερινὰ κατασκευασάμενοι, καὶ πάντα ὅσα πρέποντʼ ἦν τῇ κοινῇ πολιτείᾳ διʼ οἰκοδομήσεων ὑπάρχειν αὐτῶν καὶ τῶν ἱερῶν, ἄνευ χρυσοῦ καὶ ἀργύρου—τούτοις γὰρ οὐδὲν οὐδαμόσε προσεχρῶντο, ἀλλὰ τὸ μέσον ὑπερηφανίας καὶ ἀνελευθερίας μεταδιώκοντες κοσμίας ᾠκοδομοῦντο οἰκήσεις, ἐν αἷς αὐτοί τε καὶ ἐκγόνων ἔκγονοι καταγηρῶντες ἄλλοις ὁμοίοις τὰς αὐτὰς ἀεὶ παρεδίδοσαν—τὰ δὲ πρὸς νότου, κήπους καὶ γυμνάσια συσσίτιά τε ἀνέντες οἷα θέρους, κατεχρῶντο ἐπὶ ταῦτα αὐτοῖς. κρήνη δʼ ἦν μία κατὰ τὸν τῆς νῦν ἀκροπόλεως τόπον, ἧς ἀποσβεσθείσης ὑπὸ τῶν σεισμῶν τὰ νῦν νάματα μικρὰ κύκλῳ καταλέλειπται, τοῖς δὲ τότε πᾶσιν παρεῖχεν ἄφθονον ῥεῦμα, εὐκρὰς οὖσα πρὸς χειμῶνά τε καὶ θέρος. τούτῳ δὴ κατῴκουν τῷ σχήματι, τῶν μὲν αὑτῶν πολιτῶν φύλακες, τῶν δὲ ἄλλων Ἑλλήνων ἡγεμόνες ἑκόντων, πλῆθος δὲ διαφυλάττοντες ὅτι μάλιστα ταὐτὸν αὑτῶν εἶναι πρὸς τὸν ἀεὶ χρόνον ἀνδρῶν καὶ γυναικῶν, τὸ δυνατὸν πολεμεῖν ἤδη καὶ τὸ ἔτι, περὶ δύο μάλιστα ὄντας μυριάδας. οὗτοι μὲν οὖν δὴ τοιοῦτοί τε ὄντες αὐτοὶ καί τινα τοιοῦτον ἀεὶ τρόπον τήν τε αὑτῶν καὶ τὴν Ἑλλάδα δίκῃ διοικοῦντες, ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν κατά τε σωμάτων κάλλη καὶ κατὰ τὴν τῶν ψυχῶν παντοίαν ἀρετὴν ἐλλόγιμοί τε ἦσαν καὶ ὀνομαστότατοι πάντων τῶν τότε· τὰ δὲ δὴ τῶν ἀντιπολεμησάντων αὐτοῖς οἷα ἦν ὥς τε ἀπʼ ἀρχῆς ἐγένετο, μνήμης ἂν μὴ στερηθῶμεν ὧν ἔτι παῖδες ὄντες ἠκούσαμεν, εἰς τὸ μέσον αὐτὰ νῦν ἀποδώσομεν ὑμῖν τοῖς φίλοις εἶναι κοινά.

まず、アクロポリスは、当時は今のようではなかった。今は、一夜の、ことのほか激しい雨が、アクロポリスのまわりの土を溶かし去って、はげたものにしてしまったのだ。デウカリオンの時の滅亡より前の、三度目の途方もない洪水の際に、地震も同時に起こったのだ。だがそれ以前の別の時代には、大きさの点では、エリダノス川とイリソス川にまで広がり、内側にプニュクスを取り込み、プニュクスの向かい側にリュカベットス山を境界としてもっていた。そして全体が土に覆われていて、上はわずかな部分を除いて平らだった。その外側、つまり斜面のすぐ下には、職人たちと、近くで耕す農夫たちが住んでいた。上の部分には、戦士の種族だけが単独で、アテナとヘパイストスの神殿のまわりに住んでいた。一軒の家の庭のように、一つの囲いで囲まれていたのだ。北側には、共同の住まいと冬の共同食堂を造り、共同の国制にふさわしいかぎりのものを、自分たちと神殿のための建物によって備えて住んでいたが、金銀は用いなかった――彼らはどこにもそれらを使わず、傲慢と卑しさの中間を追い求めて、節度ある住まいを建て、その中で、自分たちも子孫の子孫も年老いて、自分たちと同じような人々に、同じ住まいを常に引き渡していったのだ――。南側には、夏にふさわしいように庭や体育場や共同食堂を設けて、それらのためにそこを用いていた。そして今のアクロポリスの場所に一つの泉があったが、それが地震によってふさがれたので、今はそのまわりに小さな流れが残っているだけだ。だが当時の人々すべてに豊かな流れをもたらし、冬にも夏にもほどよい温度だった。このようなあり方で彼らは住んでいた。自分たちの市民の守護者として、また自らすすんで従うほかのギリシア人たちの指導者として。そして、すでに戦うことのできる者と、まだ戦うことのできる者との男女の数が、常にできるかぎり同じであるように保ち、それはおよそ二万人だった。 さて、この人々は、自らこのような者であり、常に何かこのような仕方で、自分たちの国とギリシアとを正義によって治めて、身体の美しさにおいても、魂のあらゆる徳においても、ヨーロッパとアジア全体にわたって名高く、当時のすべての人々のうちで最も名の知られた者たちだった。他方、彼らと戦った者たちがどのような者であり、はじめからどのようにして生じたかは、もし私たちが子どものときに聞いたことの記憶を失っていなければ、今、友である君たちと分かち合うために、みなの前に差し出そう。

名前についての断り113a–113b

113

τὸ δʼ ἔτι βραχὺ πρὸ τοῦ λόγου δεῖ δηλῶσαι, μὴ πολλάκις ἀκούοντες Ἑλληνικὰ βαρβάρων ἀνδρῶν ὀνόματα θαυμάζητε· τὸ γὰρ αἴτιον αὐτῶν πεύσεσθε. Σόλων, ἅτʼ ἐπινοῶν εἰς τὴν αὑτοῦ ποίησιν καταχρήσασθαι τῷ λόγῳ, διαπυνθανόμενος τὴν τῶν ὀνομάτων δύναμιν, ηὗρεν τούς τε Αἰγυπτίους τοὺς πρώτους ἐκείνους αὐτὰ γραψαμένους εἰς τὴν αὑτῶν φωνὴν μετενηνοχότας, αὐτός τε αὖ πάλιν ἑκάστου τὴν διάνοιαν ὀνόματος ἀναλαμβάνων εἰς τὴν ἡμετέραν ἄγων φωνὴν ἀπεγράφετο· καὶ ταῦτά γε δὴ τὰ γράμματα παρὰ τῷ πάππῳ τʼ ἦν καὶ ἔτʼ ἐστὶν παρʼ ἐμοὶ νῦν, διαμεμελέτηταί τε ὑπʼ ἐμοῦ παιδὸς ὄντος. ἂν οὖν ἀκούητε τοιαῦτα οἷα καὶ τῇδε ὀνόματα, μηδὲν ὑμῖν ἔστω θαῦμα· τὸ γὰρ αἴτιον αὐτῶν ἔχετε. μακροῦ δὲ δὴ λόγου τοιάδε τις ἦν ἀρχὴ τότε.

だが、話の前にまだ少し明らかにしておかなければならないことがある。異民族の人々のギリシア語の名前を何度も聞いて、君たちが驚かないようにだ。その原因を聞いてもらおう。ソロンは、この話を自分の詩作に用いようと考えていたので、名前の意味を尋ねて調べ、最初にそれらを書き記したエジプト人たちが、それを自分たちの言語に移していたことを見出した。そこで彼自身もまた、それぞれの名前の意味を取り戻して、私たちの言語へと移して書き留めた。そしてまさにその書き物が、祖父のもとにあり、今も私のもとにあって、私は子どものころによく学んだのだ。だから、もしこちらの名前のような名前を聞いても、少しも驚かないでほしい。その原因は分かったのだから。さて、長い話の始まりは、当時次のようなものだった。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、論理関係を可能な限り残した逐語寄りの独自訳です。この部分はクリティアスひとりの語りなので、話者表示は付けていません。距離の単位スタディオン(約180m)、プレトロン(約30m)、プース(約30cm)は原語のまま示しています。

『ティマイオス』でソロンとエジプトの神官の話として予告された、アトランティスとの戦争の詳しい語りが始まります。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第1部 対話の導入目次へ戻る次へ →第3部 アトランティス島と王国

PR関連する本

  • ティマイオス/クリティアス [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について