INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>エピノミス>第3部 天体の秩序と真の知恵(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第2部 数・天文学と神々目次へ戻る次へ →最後のページです

PLATO · EPINOMIS · 986a–992e

第3部 天体の秩序と真の知恵

Part III — The Order of the Heavens and True Wisdom
Stephanus 986a–992e全 6 区分日希逐語訳

天をめぐる八つの力――月・太陽・暁の明星(アプロディテ)・ヘルメス・クロノス・ゼウス・アレス、そして全体を運ぶ宇宙――は、互いに兄弟である神々として等しく敬われねばならない。最大の徳は敬虔であり、それを学ぶ道は天文学と、そのための数・平面・立体の学である。すべてを一つの絆として見てとった者こそ最も知恵ある者であり、夜の会議はこの知恵へと招かれる。

ひと目でわかる超要約エピノミス(第3部)の要点

天をめぐる八つの力――月・太陽・暁の明星(アプロディテ)・ヘルメス・クロノス・ゼウス・アレス、そして全体を運ぶ宇宙――は、互いに兄弟である神々として等しく敬われねばならない。最大の徳は敬虔であり、それを学ぶ道は天文学と、そのための数・平面・立体の学である。すべてを一つの絆として見てとった者こそ最も知恵ある者であり、夜の会議はこの知恵へと招かれる。

解説・位置づけこの箇所の背景と読みどころ

太陽・月と5つの星(水星・金星・火星・木星・土星)の8つの天体軌道と、エジプト・シリアに発しギリシア人が完成させるべき天文学、さらに数論・平面および立体幾何学・音楽比の統一を説き、この秩序を学び敬虔に生きた魂が死後に至福の「一なる者」となることを宣言して『法律』全体の結びとする。(『エピノミス』全体の位置づけ:『法律』の末尾で設置された最高機関「夜の会議」の指導者が学ぶべき「真の知恵とは何か」を問い、昼夜と月の満ち欠けを通じて「天(ウラノス)が人間に授けた数の学」と、知性ある目に見える神々(太陽・月・惑星)の秩序ある運行を知る天文学・神学こそが最高の学問であると説く対話篇。)

重要語句・哲学概念の読み方

天(ウラノス)が授けた「数」の贈り物
人間が数の概念を得たのは、昼と夜(1と2)、月の満ち欠け(15日・30日)、太陽の年周期という目に見える天体の規則正しい変化を観照したからであり、数こそが神が人間に与えた最大の恵みであるという思想。
目に見える最大の神々としての星々
太陽・月・五惑星・恒星は単なる火の塊ではなく、最も神的で知性ある魂を宿し、寸分の狂いもない永遠の秩序で運行する「生きた神々」であるという天体神学。
アイテールと空気のダイモーン(媒介者)
火の種族(天上の星神)と土の種族(地上の人間・動植物)のあいだにあるアイテール・空気・水の領域に棲み、人間の心を見通して神々と人間とを通訳・媒介する目に見えない霊的存在。
表示:

目次

  1. 天をめぐる八つの力――兄弟である神々986a–986e
  2. 八つの天体の名986e–987d
  3. ギリシア人の受け継ぎと、魂の優位987d–988e
  4. 最大の徳は敬虔989a–990a
  5. 天文学と、そのための数の学990a–991b
  6. 真の知者と夜の会議991b–992e

天をめぐる八つの力――兄弟である神々986a–986e

986a

τοῦτο τοίνυν, ὦ Κλεινία φίλε, περὶ ἐμὲ νῦν γιγνόμενον ἴσθι φανερῶς. — πῶς λέγεις; — ἴστε ὀκτὼ δυνάμεις τῶν περὶ ὅλον οὐρανὸν γεγονυίας ἀδελφὰς ἀλλήλων, ὧν καθεώρακα ἐγώ—καὶ οὐδὲν μέγα διαπέπραγμαι· ῥᾴδιον γὰρ καὶ ἑτέρῳ—τούτων δʼ εἰσὶ τρεῖς αὗται, μία μὲν ἡλίου, μία δὲ σελήνης, μία δὲ τῶν πλανητῶν ἄστρων ὧν ἐμνήσθημεν ὀλίγον ἔμπροσθεν, πέντε δὲ ἕτεραι. ταύτας δὴ πάσας καὶ τούτους τοὺς ἐν ταύταισιν εἴτε αὐτοὺς ἰόντας εἴτε φερομένους ἐν ὀχήμασι πορεύεσθαι ταύτῃ, μηδεὶς ἄλλως ποτὲ νομίσῃ πάντων ἡμῶν ὡς οἱ μὲν θεοί εἰσιν αὐτῶν, οἱ δʼ οὔ, μηδʼ ὡς οἱ μὲν γνήσιοι, οἱ δὲ τοιοῦτοί τινες οἵους οὐδὲ θέμις εἰπεῖν ἡμῶν οὐδενί, πάντες δὲ δὴ πάντας λέγωμέν τε καὶ φῶμεν ἀδελφούς τʼ εἶναι καὶ ἐν ἀδελφαῖς μοίραις, καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον ὃν ἔταξεν λόγος ὁ πάντων θειότατος ὁρατόν· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχεν τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄρισθʼ οὕτως εὐτυχέστατά τε διάξειν τὸν βίον τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατʼ ὄψιν, διατελεῖ.

アテナイ人

では、クレイニアス、わが友よ、まさにこのことが、今、私の身に明らかに起こっていると知りたまえ。

クレイニアス

どういう意味ですか。

アテナイ人

あなたがたは、天の全体のまわりにある八つの力が、互いに姉妹として生まれたことを知っている。私はそれらを見てとった――そして何も大したことをなしとげたわけではない。ほかの人にも容易なことなのだから――。それらのうち、次の三つがある。一つは太陽の、一つは月の、一つは少し前に私たちが言及した、さまよう星々の〔力である〕。そしてほかに五つがある。これらすべて、またこれらのうちにあるものたちが、自ら進むのであれ、乗り物に運ばれるのであれ、このようにして進んでいるということについて、私たちのうちの誰も、決してほかのように考えてはならない。それらのうちのあるものは神々であり、あるものはそうでないとか、あるものは正統な〔神々〕であり、あるものは、私たちの誰にも口にすることさえ許されないような何者かである、などと。そうではなく、私たちは皆、すべてのものについて、兄弟であり、兄弟の分け前のうちにあると語り、主張しよう。そして、あるものには一年を、あるものには一か月を〔割り当てて〕敬意を払いながら、ほかのものたちには、自分の軌道を通過するいかなる分け前も、いかなる時も定めない、などということのないようにしよう。それは、あらゆるもののうちで最も神的な理(ロゴス)が、目に見えるものとして秩序づけた宇宙(コスモス)を、共に仕上げているのだから。その宇宙を、幸福な人はまず驚嘆し、次いで、死すべき本性にとって可能なかぎりのことを学び知りたいという恋を抱いた。そうすることで最善に、また最も幸運に生涯を過ごし、死んだのちには徳にふさわしい場所に至るだろうと考えたのだ。そして真に、本当に秘儀を授けられ、一人の者として一つの思慮にあずかって、残りの時を、目で見るかぎりの最も美しいものの観照者となって過ごすのだ。

八つの天体の名986e–987d

986e

νῦν δὴ τὸ μετὰ τοῦθʼ ἡμῖν λοιπὸν λέγειν ὅσοι τʼ εἰσίν, καὶ τίνες· οὐ γὰρ μήποτε φανῶμεν ψευδεῖς. βεβαίως δὴ διισχυρίζομαι τό γε τοσοῦτον. λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δʼ ἔτι λοιπάς. ἡ τετάρτη δὲ φορὰ καὶ διέξοδος ἅμα καὶ πέμπτη τάχει μὲν ἡλίῳ σχεδὸν ἴση, καὶ οὔτε βραδυτέρα οὔτε θάττων τό γʼ ἐπίπαν. δεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι. λέγωμεν δὴ ταύτας ἡλίου τʼ εἶναι καὶ ἑωσφόρου, καὶ τρίτου—ὡς μὲν ὀνόματι φράζειν οὐκ ἔστιν διὰ τὸ μὴ γιγνώσκεσθαι, τούτου δʼ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν βάρβαρος ὤν· παλαιὸς γὰρ δὴ τρόπος ἔθρεψεν τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θʼ ἱκανῶς κέκτηται, φανεροὺς μὲν ὡς ἔπος εἰπεῖν ἀστέρας ἀεὶ σύμπαντας καθορῶντας, ἅτε νεφῶν καὶ ὑδάτων ἀπόπροσθεν ἀεὶ τοῦ κόσμου κεκτημένους, ὅθεν καὶ πανταχόσε καὶ δεῦρʼ ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ. διὸ θαρροῦντα χρὴ ταῦτα εἰς νόμους θέσθαι—τὸ γὰρ μὴ τίμια τὰ θεῖα εἶναι, τὰ δὲ τίμια, σαφῶς οὐκ ἐμφρόνων—ὅτι δὲ οὐκ ὀνόματα ἔσχηκεν, τήν γε αἰτίαν χρὴ λέγεσθαι ταύτην. ἀλλὰ γὰρ ἐπωνυμίαν εἰλήφασιν θεῶν· ὁ μὲν γὰρ ἑωσφόρος ἕσπερός τε ὢν αὑτὸς ἀφροδίτης εἶναι σχεδὸν ἔχει λόγον καὶ μάλα Συρίῳ νομοθέτῃ πρέπον, ὁ δʼ ὁμόδρομος ἡλίῳ τε ἅμα καὶ τούτῳ σχεδὸν Ἑρμοῦ. τρεῖς δʼ ἔτι φορὰς λέγωμεν ἐπὶ δεξιὰ πορευομένων μετὰ σελήνης τε καὶ ἡλίου. ἕνα δὲ τὸν ὄγδοον χρὴ λέγειν, ὃν μάλιστά τις ἂν κόσμον προσαγορεύοι, ὃς ἐναντίος ἐκείνοις σύμπασιν πορεύεται, οὐκ ἄγων τοὺς ἄλλους, ὥς γε ἀνθρώποις φαίνοιτʼ ἂν ὀλίγα τούτων εἰδόσιν. ὅσα δὲ ἱκανῶς ἴσμεν, ἀνάγκη λέγειν καὶ λέγομεν· ἡ γὰρ ὄντως οὖσα σοφία ταύτῃ πῃ φαίνεται τῷ καὶ σμικρὰ συννοίας ὀρθῆς θείας τε μετειληφότι. λοιποὶ δὴ τρεῖς ἀστέρες, ὧν εἷς μὲν βραδυτῆτι διαφέρων αὐτῶν ἐστι, Κρόνου δʼ αὐτόν τινες ἐπωνυμίαν φθέγγονται· τὸν δὲ μετὰ τοῦτον βραδυτῆτι λέγειν χρὴ Διός, Ἄρεως δὲ ὁ μετὰ τοῦτον, πάντων δὲ οὗτος ἐρυθρώτατον ἔχει χρῶμα. χαλεπὸν δὲ οὐδὲν τούτων κατανοῆσαί τινα φράζοντός τινος, ἀλλὰ μαθόντα, ὡς λέγομεν, ἡγεῖσθαι δεῖ.

アテナイ人

さて今や、その次に私たちに残っているのは、それらがいくつあり、何であるかを語ることだ。というのも、私たちが偽りを言う者と見えることは決してないのだから。少なくともこれだけは、確かに断言する。というのも、私はもう一度言うが、それらは八つであり、八つのうち三つはすでに語られ、まだ五つが残っている。第四と、それと同時に第五の運行と通過は、速さにおいて太陽にほぼ等しく、全体として遅くも速くもない。これら三つのものについて、十分な知性をもつ者が導かなければならない。そこで、これらを太陽のもの、暁の明星のもの、そして第三のものと言おう――名前によって言い表すことはできない。それが知られていないからであり、その原因は、最初にこれらを見てとった者が異民族であったことにある。というのも、古い風習が、これらを最初に思いついた人々を育てたのだ。エジプトとシリアが十分に持っている夏の季節の美しさのゆえに。彼らは、いわば、すべての星を常にはっきりと見ていたのだ。宇宙の雲と雨から常に離れたところに住んでいたからだ。そこから、至るところへ、そしてここへも〔知識が〕伝わってきたのだ。一万年の、また限りない時によって試されたうえで。だから、勇気をもってこれらを法律のうちに定めなければならない――というのも、神的なもののあるものは尊く、あるものは尊くないとすることは、明らかに思慮ある人々のすることではないのだから――。だが、それらが名前をもっていないことについては、この原因が語られなければならない。とはいえ、それらは神々の呼び名を得ている。というのも、暁の明星は、それ自身が宵の明星でもあり、アプロディテのものであるというのが、ほぼ理にかなっており、シリアの立法者にまったくふさわしい。そして太陽とも、またこれとも同じ道を走るものは、ほぼヘルメスのものである。さらに、月と太陽とともに右へと進むものたちの、三つの運行を言おう。そして第八のものを一つと言わねばならない。それを人は、とりわけ宇宙(コスモス)と呼ぶだろう。それは、あれらすべてと反対の方向に進み、ほかのものたちを導いているのではない、少なくともこれらのことをわずかしか知らない人間たちに見えるところでは。だが、私たちが十分に知っていることは、語らねばならないし、語っている。というのも、本当に存在する知恵は、正しく神的な洞察にわずかでもあずかった者には、どうやらこのように見えるのだから。さて残るのは三つの星であり、そのうちの一つは、遅さにおいてそれらから際立っている。ある人々はそれをクロノスの呼び名で呼ぶ。その次に遅いものをゼウスのものと言わねばならず、その次のものはアレスのもので、これはすべてのうちで最も赤い色をしている。誰かが説明すれば、これらのどれを理解するのも難しくはない。だが、私たちの言うように、学んだうえでそう考えなければならない。

ギリシア人の受け継ぎと、魂の優位987d–988e

987d

τόδε γε μὴν διανοηθῆναι χρὴ πάντʼ ἄνδρα Ἕλληνα, ὡς τόπον ἔχομεν τὸν τῶν Ἑλλήνων πρὸς ἀρετὴν ἐν τοῖς σχεδὸν ἄριστον· τὸ δʼ ἐπαινετὸν αὐτοῦ χρὴ λέγειν ὅτι μέσος ἂν εἴη χειμώνων τε καὶ τῆς θερινῆς φύσεως, ἡ δʼ ὑστεροῦσα ἡμῖν εἰς τὸ θερινὸν φύσις τοῦ περὶ τὸν ἐκεῖ τόπον, ὅπερ εἴπομεν, ὕστερον αὐτοῖς παραδέδωκεν τὸ τούτων τῶν θεῶν τοῦ κόσμου κατανόημα. λάβωμεν δὲ ὡς ὅτιπερ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται· καὶ δὴ καὶ περὶ τὰ νῦν λεγόμενα ταὐτὸν δεῖ διανοηθῆναι τοῦτο, ὡς χαλεπὸν μὲν πάντα τὰ τοιαῦτα ἀναμφισβητήτως ἐξευρίσκειν, πολλὴ δʼ ἐλπὶς ἅμα καὶ καλὴ κάλλιον καὶ δικαιότερον ὄντως τῆς ἐκ τῶν βαρβάρων ἐλθούσης φήμης τε ἅμα καὶ θεραπείας πάντων τούτων τῶν θεῶν ἐπιμελήσεσθαι τοὺς Ἕλληνας, παιδείαις τε καὶ ἐκ Δελφῶν μαντείαις χρωμένους καὶ πάσῃ τῇ κατὰ νόμους θεραπείᾳ. τόδε δὲ μηδείς ποτε φοβηθῇ τῶν Ἑλλήνων, ὡς οὐ χρὴ περὶ τὰ θεῖά ποτε πραγματεύεσθαι θνητοὺς ὄντας, πᾶν δὲ τούτῳ διανοηθῆναι τοὐναντίον, ὡς οὔτε ἄφρον ἐστίν ποτε τὸ θεῖον οὔτε ἀγνοεῖ που τὴν ἀνθρωπίνην φύσιν, ἀλλʼ οἶδεν ὅτι διδάσκοντος αὐτοῦ συνακολουθήσει καὶ μαθήσεται τὰ διδασκόμενα. ὅτι δὲ διδάσκει τοῦτο αὐτὸ ἡμᾶς, μανθάνομεν δὲ ἡμεῖς ἀριθμόν τε καὶ ἀριθμεῖν, οἶδεν δήπου. πάντων γὰρ ἀφρονέστατον ἂν εἴη τοῦτο ἀγνοοῦν· τὸ λεγόμενον γὰρ ἂν ὄντως αὐτὸ αὑτὸ ἀγνοοῖ, χαλεπαῖνον τῷ δυναμένῳ μανθάνειν, ἀλλʼ οὐ συγχαῖρον ἄνευ φθόνου διὰ θεὸν ἀγαθῷ γενομένῳ. λόγον δὴ καὶ πολὺν καὶ καλὸν ἔχει, τότε μέν, ὅτε περὶ θεῶν ἦν ἀνθρώποις διανοήματα πρῶτα, ὥς τε ἐγένοντο οἷοί τε ἐγίγνοντο καὶ ὁ μὲν καὶ οἵας μετεχειρίζοντο πράξεις, μὴ κατὰ νοῦν τοῖς σώφροσιν λέγεσθαι μηδὲ φίλως, μηδʼ ὡς οἱ δεύτεροι, ἐν οἷς πρεσβύτατα μὲν τὰ πυρὸς ἐλέγετο καὶ ὕδατος καὶ τῶν ἄλλων σωμάτων, ὕστερα δὲ τὰ τῆς θαυμαστῆς ψυχῆς, καὶ φορὰ κρείττων καὶ τιμιωτέρα, ἣν σῶμα εἴληχεν φέρειν αὐτό τε ἑαυτὸ θερμότητι καὶ ψύξεσιν καὶ πᾶσιν τοῖς τοιούτοις, ἀλλʼ οὐ ψυχὴ σῶμά τε καὶ ἑαυτήν· νῦν δʼ ὅτε λέγομεν ψυχὴν μέν, ἄνπερ ἐν σώματι γένηται, θαῦμα οὐδὲν κινεῖν τε καὶ περιφέρειν τοῦτο καὶ ἑαυτήν, οὐδʼ ἡμῖν ἀπιστεῖ ψυχὴ κατὰ λόγον οὐδένα ὡς βάρος οὐδὲν περιφέρειν δυναμένη. διὸ καὶ νῦν ἡμῶν ἀξιούντων, ψυχῆς οὔσης αἰτίας τοῦ ὅλου, καὶ πάντων μὲν τῶν ἀγαθῶν ὄντων τοιούτων, τῶν δὲ αὖ φλαύρων τοιούτων ἄλλων, τῆς μὲν φορᾶς πάσης καὶ κινήσεως ψυχὴν αἰτίαν εἶναι θαῦμα οὐδέν, τὴν δʼ ἐπὶ τἀγαθὸν φορὰν καὶ κίνησιν τῆς ἀρίστης ψυχῆς εἶναι, τὴν δʼ ἐπὶ τοὐναντίον ἐναντίαν, νενικηκέναι δεῖ καὶ νικᾶν τὰ ἀγαθὰ τὰ μὴ τοιαῦτα. ταῦτα ἡμῖν εἴρηται πάντα κατὰ τὴν τῶν ἀνοσίων τιμωρὸν δὲ δίκην· περὶ δὲ δὴ τὸ δοκιμαζόμενον οὐχ οἷόν τε ἡμῖν ἀπιστεῖν ὡς οὐ δεῖ τόν γε ἀγαθὸν σοφὸν ἡμᾶς ἡγεῖσθαι,

アテナイ人

しかしまた、すべてのギリシア人の男は、次のことを考えなければならない。私たちは、徳に向けて、ほぼ最善のもののうちに入る、ギリシア人の土地を持っているのだと。その称賛すべき点としては、それが冬と夏の本性との中間にあるだろうということを言わねばならない。だが、先に言ったように、夏の本性において私たちはあの地方の本性に後れをとっているので、これら宇宙の神々についての理解は、彼らよりも後になって〔私たちに〕伝えられたのだ。だが私たちは、ギリシア人が異民族から何を受け取るにせよ、それを最終的にはより美しく仕上げるのだと考えよう。そしてとりわけ、今語られている事柄についても、同じことを考えなければならない。このような事柄のすべてを、異論の余地なく見出すことは難しいが、多くの、そして美しい希望がある。ギリシア人は、異民族から来た評判と、これらすべての神々への奉仕とを、教育と、デルポイからの神託と、法律に従ったあらゆる奉仕とを用いて、本当に、より美しく、より正しく気づかうだろうという希望が。そして、ギリシア人の誰も、死すべき者でありながら神的な事柄に携わるべきではない、などと決して恐れてはならない。むしろそれとはまったく反対のことを考えるべきだ。神的なものは決して思慮のないものではなく、人間の本性を知らないわけでもない。むしろ、それが教えれば、人間がついて来て、教えられることを学ぶだろうと知っているのだ。そして、まさにこのこと、すなわち数と数えることを、それが私たちに教え、私たちが学んでいるということを、きっと知っている。というのも、それを知らないとしたら、それはあらゆるもののうちで最も思慮のないものとなるだろうから。諺に言うように、それは本当に自分自身を知らないことになるだろう。学ぶことのできる者に腹を立て、神のおかげで善き者となった者を、ねたみなく共に喜ぶのではないとしたら。さて、多くの、そして立派な理由がある。かつて、人間たちが神々について初めて思いをめぐらしたとき、神々がどのように生まれ、どのような者として生まれ、どのような行いに携わったかが、節制ある人々の考えにかなう仕方でも好ましい仕方でも語られなかったことには。また、第二の人々のように〔語られたのも、好ましくない〕。彼らのもとでは、火や水やほかの物体のものが最も古いと言われ、驚くべき魂のものは後のものとされた。そして、物体がそれ自身を熱や冷たさやそのようなすべてのものによって運ぶよう割り当てられた運動のほうが、より強く、より尊いものとされ、魂が物体と自分自身とを〔運ぶ運動が、そうとされたの〕ではなかった。だが今、私たちが、魂は、もし物体のうちに生じたなら、それと自分自身を動かし、回転させても何の不思議もないと言うとき、魂が何の重さも運ぶことができないなどということを、どんな理によっても私たちは疑わない。それゆえ今、私たちは、魂が全体の原因であり、善いものはすべてこのようなものであり、劣ったものはまたこのような別のものであるとすれば、魂があらゆる運行と運動の原因であることは何の不思議もなく、善へ向かう運行と運動は最善の魂のものであり、反対へ向かうものは反対の〔魂の〕ものであり、善いものが、そうでないものに勝ってきたし、勝たねばならない、と主張するのだ。これらすべては、不敬な者たちを罰する正義に即して、私たちによって語られた。だが、吟味されている事柄については、善い人を知恵ある者だと考えなければならないということを、私たちは疑うことができない。

最大の徳は敬虔989a–990a

989a

τὴν δὲ σοφίαν ταύτην, ἣν ζητοῦμεν πάλαι, ἴδωμεν ἄν ποτʼ ἄρα ἐπινοήσωμεν ἢ κατὰ παιδείαν ἢ κατὰ τέχνην, ἥντινα τοῦ γιγνώσκειν ἐνδεεῖς ὄντες τῶν δικαίων, ἀγνώμονες ἂν εἶμεν ὄντες τοιοῦτοι. δοκοῦμεν δή μοι, καὶ λεκτέον· ἄνω γὰρ καὶ κάτω ζητῶν ᾗ μοι καταφανὴς γέγονεν, πειράσομαι δήλην ὑμῖν αὐτὴν ἀποτελεῖν. τὸ δὴ μέγιστον ἀρετῆς οὐ καλῶς πραττόμενον ἡμῖν γέγονεν αἴτιον, ὡς ἄρτι σημαίνειν ἐκ τῶν εἰρημένων μοι σφόδρα δοκεῖ. μεῖζον μὲν γὰρ ἀρετῆς μηδεὶς ἡμᾶς ποτε πείσῃ τῆς εὐσεβείας εἶναι τῷ θνητῷ γένει· τοῦτο δʼ ὅτι διʼ ἀμαθίαν τὴν μεγίστην ἐν ταῖς ἀρίσταις φύσεσιν οὐ γέγονεν, λεκτέον. ἄρισται δʼ εἰσὶν αἱ χαλεπώτατα μὲν ἂν γενόμεναι, μέγιστον δὲ ὄφελος, ἂν γίγνωνται· τά τε γὰρ τῆς βραδείας τε καὶ τῆς ἐναντίας φύσεως μετρίως ἀποδεχομένη ψυχὴ καὶ πρᾴως, εὔκολος ἂν εἴη, τήν τε ἀνδρείαν ἀγαμένη, καὶ πρὸς τὸ σωφρονεῖν εὐπειθής, καὶ τό γε μέγιστον, ἐν ταύταις ταῖς φύσεσιν δυναμένη μανθάνειν καὶ μνήμων οὖσα, εὖ μάλα χαίρειν τούτοις αὐτοῖς δύναιτʼ ἂν φιλομαθὴς ὥστʼ εἶναι. ταῦτα γὰρ οὔτε ῥᾴδια φύεσθαι, γενόμενά τε, καὶ τροφῆς καὶ παιδείας τυχόντα ἧς δεῖ, τοὺς πλείστους αὐτῶν καὶ χείρους κατέχειν ὀρθότατα δύναιτʼ ἂν τῷ φρονεῖν καὶ πράττειν καὶ λέγειν περὶ θεοὺς ἕκαστα ὡς δεῖ τε καὶ ὅτε δεῖ, περὶ θυσίας τε καὶ καθαρμοὺς τῶν περὶ θεούς τε καὶ ἀνθρώπους, οὐ σχήμασι τεχνάζοντας, ἀλλὰ ἀληθείᾳ τιμῶντας ἀρετήν, ὃ δὴ καὶ μέγιστόν ἐστι συμπάντων πάσῃ τῇ πόλει. τοῦτο δὴ οὖν τὸ μέρος εἶναί φαμεν φύσει κυριώτατον καὶ δυνατὸν ὡς οἷόν τε κάλλιστα καὶ ἄριστα μαθεῖν, εἰ διδάσκοι τις. ἀλλʼ οὐδʼ ἂν διδάξειεν, εἰ μὴ θεὸς ὑφηγοῖτο· εἰ τʼ οὖν διδάσκοι, κατὰ τρόπον δὲ μὴ δρῷ τὸ τοιοῦτον, κρεῖττον μὴ μανθάνειν. ὅμως δʼ ἐκ τῶν νῦν λεγομένων ἀνάγκη μαθεῖν ταῦτα καὶ ἐμὲ λέγειν τὴν τοιαύτην τε καὶ ἀρίστην φύσιν. πειρώμεθα δὴ τῷ τε λόγῳ διεξελθεῖν ἅ τʼ ἐστὶν καὶ οἷα καὶ ὡς δεῖ μανθάνειν, κατὰ δύναμιν τήν τʼ ἐμὴν τοῦ λέγοντος καὶ τὴν τῶν δυναμένων εἰσακοῦσαι, θεοσεβείας ᾧτινι τρόπῳ τις τίνα μαθήσεται.

アテナイ人

だが、ずっと前から私たちが探し求めているこの知恵については、もしかして、教育によってであれ技術によってであれ、私たちがそれに思い至ることがあるかどうか、見てみよう。それを知ることを欠いているなら、私たちは正しいことを知らない者であり、そのような者として無分別な者であろう。私たちにはそう思われるし、言わねばならない。というのも、上へ下へと探し求めて、それが私に明らかになったその仕方で、私はそれをあなたがたに明らかに仕上げてみよう。徳の最も大きなものが、私たちにとって立派に行われないことの原因となっている、と、今語られたことから、私には強く示されているように思われる。というのも、死すべき種族にとって、敬虔よりも大きな徳があるなどと、誰も私たちを決して説得しないように。そしてこれが、最もすぐれた本性のうちに、最大の無学のゆえに生じていないということを、言わねばならない。最もすぐれた本性とは、生じることは最も難しいが、生じれば最大の益となるものである。というのも、遅い本性と反対の本性とのものを、適度に穏やかに受け入れる魂は、気立てがよいだろうし、勇気に感嘆し、節制に向けては従順であるだろう。そして最も大きなことに、これらの本性のうちにあって学ぶことができ、記憶力があれば、まさにこれらのことをとても喜ぶことができ、学ぶことを愛する者となるだろう。というのも、これらは生じるのも容易ではないが、生じて、必要な養育と教育を受ければ、そのうちの大多数の、より劣った者たちを、神々について、それぞれのことを、なすべきように、なすべきときに、思慮し、行い、語ることによって、最も正しく抑えることができるだろう。神々と人間とにかかわる犠牲と清めについて、外見によって技巧を凝らすのではなく、真実において徳を敬いながら。そしてこれこそ、国全体にとって、すべてのうちで最も大きなことなのだ。そこで私たちは、この部分が本性上最も支配力があり、誰かが教えるなら、できるかぎり最も美しく最もよく学ぶことのできるものだと言う。だが、もし神が導かないなら、誰も教えることはできないだろう。そしてもし教えても、そのようなことをしかるべき仕方で行わないなら、学ばないほうがよい。とはいえ、今語られていることから、そのような最善の本性はこれらを学ばねばならず、私はそれを語らねばならない。では、それらが何であり、どのようなものであり、どのように学ぶべきかを、言論によって詳しくたどってみよう。語る私の力と、聞くことのできる人々の力に応じて、神への敬虔を、人がどのような仕方で何によって学ぶのかを。

天文学と、そのための数の学990a–991b

990a

σχεδὸν μὲν οὖν ἐστιν ἄτοπον ἀκούσαντι, τὸ δʼ ὄνομα αὐτοῦ λέγομεν ἡμεῖς γε, ὅ τις οὐκ ἄν ποτε δόξειεν διʼ ἀπειρίαν τοῦ πράγματος—ἀστρονομίαν—ἀγνοεῖ τε ὅτι σοφώτατον ἀνάγκη τὸν ἀληθῶς ἀστρονόμον εἶναι, μὴ τὸν καθʼ Ἡσίοδον ἀστρονομοῦντα καὶ πάντας τοὺς τοιούτους, οἷον δυσμάς τε καὶ ἀνατολὰς ἐπεσκεμμένον, ἀλλὰ τὸν τῶν ὀκτὼ περιόδων τὰς ἑπτὰ περιόδους, διεξιούσης τὸν αὑτῶν κύκλον ἑκάστης οὕτως ὡς οὐκ ἂν ῥᾳδίως ποτὲ πᾶσα φύσις ἱκανὴ γένοιτο θεωρῆσαι, μὴ θαυμαστῆς μετέχουσα φύσεως. ὃ νῦν εἰρήκαμεν ἐροῦμέν τε, ὥς φαμεν, ὅπῃ δεῖ τε καὶ ὅπως χρεὼν μανθάνειν· πρῶτον δʼ ἡμῖν τόδε λεγέσθω. σελήνη μὲν περίοδον τὴν αὑτῆς τάχιστα διέξεισιν, ἄγουσα μῆνα καὶ πανσέληνον πρώτην· δεύτερον δὲ κατανοεῖν δεῖ τὸν ἥλιον, τροπὰς ἄγοντα διὰ πάσης τῆς αὑτοῦ περιόδου, καὶ τούτῳ τοὺς συνδρόμους. ἵνα δὲ μὴ πολλάκις ταὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, τὰς ἄλλας ὅσας ἐν τῷ πρόσθεν διεξήλθομεν ὁδοὺς τούτων οὐ ῥᾴδιον συννοεῖν, ἐπὶ δὲ ταῦτα παρασκευάζοντας φύσεις οἵας δυνατὸν εἶναι, χρεὼν πολλὰ προδιδάσκοντα καὶ ἐθίζοντα ἀεὶ διαπονήσασθαι παῖδα ὄντα καὶ νεανίσκον. διὸ μαθημάτων δέον ἂν εἴη· τὸ δὲ μέγιστόν τε καὶ πρῶτον καὶ ἀριθμῶν αὐτῶν ἀλλʼ οὐ σώματα ἐχόντων, ἀλλὰ ὅλης τῆς τοῦ περιττοῦ τε καὶ ἀρτίου γενέσεώς τε καὶ δυνάμεως, ὅσην παρέχεται πρὸς τὴν τῶν ὄντων φύσιν. ταῦτα δὲ μαθόντι τούτοις ἐφεξῆς ἐστιν ὃ καλοῦσι μὲν σφόδρα γελοῖον ὄνομα γεωμετρίαν, τῶν οὐκ ὄντων δὲ ὁμοίων ἀλλήλοις φύσει ἀριθμῶν ὁμοίωσις πρὸς τὴν τῶν ἐπιπέδων μοῖραν γεγονυῖά ἐστιν διαφανής· ὃ δὴ θαῦμα οὐκ ἀνθρώπινον ἀλλὰ γεγονὸς θεῖον φανερὸν ἂν γίγνοιτο τῷ δυναμένῳ συννοεῖν. μετὰ δὲ ταύτην τοὺς τρὶς ηὐξημένους καὶ τῇ στερεᾷ φύσει ὁμοίους· τοὺς δὲ ἀνομοίους αὖ γεγονότας ἑτέρᾳ τέχνῃ ὁμοιοῖ, ταύτῃ ἣν δὴ στερεομετρίαν ἐκάλεσαν οἱ προστυχεῖς αὐτῇ γεγονότες· ὃ δὲ θεῖόν τʼ ἐστὶν καὶ θαυμαστὸν τοῖς ἐγκαθορῶσί τε καὶ διανοουμένοις ὡς περὶ τὸ διπλάσιον ἀεὶ στρεφομένης τῆς δυνάμεως καὶ τῆς ἐξ ἐναντίας ταύτῃ καθʼ ἑκάστην ἀναλογίαν εἶδος καὶ γένος ἀποτυποῦται πᾶσα ἡ φύσις. ἡ μὲν δὴ πρώτη τοῦ διπλασίου κατʼ ἀριθμὸν ἓν πρὸς δύο κατὰ λόγον φερομένη, διπλάσιον δὲ ἡ κατὰ δύναμιν οὖσα· ἡ δʼ εἰς τὸ στερεόν τε καὶ ἁπτὸν πάλιν αὖ διπλάσιον, ἀφʼ ἑνὸς εἰς ὀκτὼ διαπορευθεῖσα· ἡ δὲ διπλασίου μὲν εἰς μέσον, ἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος, τὸ δʼ ἕτερον τῷ αὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχον τε καὶ ὑπερεχόμενον—ἐν μέσῳ δὲ τοῦ ἓξ πρὸς τὰ δώδεκα συνέβη τό τε ἡμιόλιον καὶ ἐπίτριτον—τούτων αὐτῶν ἐν τῷ μέσῳ ἐπʼ ἀμφότερα στρεφομένη τοῖς ἀνθρώποις σύμφωνον χρείαν καὶ σύμμετρον ἀπενείματο παιδιᾶς ῥυθμοῦ τε καὶ ἁρμονίας χάριν, εὐδαίμονι χορείᾳ Μουσῶν δεδομένη.

アテナイ人

さて、それは聞く者にとってほとんど奇妙なことだ。だが私たちはその名前を言う。事柄に経験がないために、誰も決してそうは思わないような名前を――天文学(アストロノミア)だ。人は、本当の天文学者が最も知恵ある者でなければならないことを知らない。ヘシオドスに従って天文をする者や、そのようなすべての者、たとえば〔星の〕沈むのと昇るのを観察した者のことではなく、八つの周回のうちの七つの周回を、それぞれが自分の円を通過するのを、驚くべき本性にあずかっていないなら、どんな本性も容易には観照するのに十分とはならないような仕方で〔観察する者のことだ〕。今言ったことを、私たちの言うように、どこで、どのように学ばねばならないかを、私たちは語ろう。だが、まず次のことが私たちによって語られるとしよう。月は自分の周回を最も速く通過し、ひと月と最初の満月をもたらす。第二に、太陽を見てとらねばならない。それは自分の周回の全体を通じて至点をもたらす。そしてそれと同じ道を走るものたちも。だが、同じことについて同じことを何度も語らないために〔言えば〕、先に私たちが詳しくたどったそれらのほかの道を理解するのは容易ではない。そして、それらに向けて、可能なかぎりの本性を準備しながら、子どもであり若者であるうちに、多くのことを前もって教え、慣れさせて、常に骨折らせなければならない。それゆえ、学問が必要であろう。その最も大きく第一のものは、数そのものの〔学問〕であって、物体をもつものの〔数〕ではなく、奇数と偶数の生成と力の全体、すなわちそれが存在するものの本性に対してもたらすかぎりのものの〔学問〕である。これを学んだ者にとって、これらに続くのは、人々がまったくおかしな名前で幾何学(ゲオーメトリア、土地の測量)と呼ぶものである。それは、本性上互いに似ていない数を、平面の分け前に照らして似たものにすることとして、明らかに生じているものだ。それは、理解することのできる者には、人間的な驚異ではなく、神的なものとして生じたものであることが明らかになるだろう。その後には、三度増やされ、立体の本性に似たものとなった数を〔学ぶ〕。そして似ていないものとなったものを、また別の技術によって似たものにする。それに行き当たった人々が立体幾何学(ステレオメトリア)と呼んだ技術によってだ。そして、それを見てとり、思いめぐらす人々にとって神的で驚くべきことは、力とその反対のものとが常に二倍のまわりを回転し、それぞれの比例に従って、本性の全体が形と種類を刻印されるということである。第一の二倍は、数に従って、一から二へと比に従って進むものであり、平方に従うものは二倍である。そして立体的で触れることのできるものへと、また二倍に、一から八へと通過するものである。そして二倍の〔比〕の中間へ向かうものは、小さいものよりも等しく多く、大きいものよりも等しく少ないもの〔算術平均〕であり、もう一方は、端の項そのものの同じ部分だけ超え、また超えられるもの〔調和平均〕である――六と十二の中間には、一倍半〔の比〕と三分の一増し〔の比〕とが生じた――。これらそのものの中間にあって両方へと回転するものが、人間に、リズムと調和の遊びのために、調和した、均整のとれた用途を割り当てたのであり、ムーサたちの幸福な合唱舞踏に与えられたのである。

真の知者と夜の会議991b–992e

991b

ταῦτα μὲν οὖν δὴ ταύτῃ γιγνέσθω τε καὶ ἐχέτω σύμπαντα· τὸ δʼ ἐπὶ τούτοις τέλος, εἰς θείαν γένεσιν ἅμα καὶ τὴν τῶν ὁρατῶν καλλίστην τε καὶ θειοτάτην φύσιν ἰτέον, ὅσην ἀνθρώποις θεὸς ἔδωκεν κατιδεῖν, ἣν οὔποτε ἄνευ τῶν νῦν διειρημένων μὴ κατιδὼν ἐπεύξηταί τις ῥᾳστώνῃ παραλαβεῖν. πρὸς τούτοις δὲ τὸ καθʼ ἓν τῷ κατʼ εἴδη προσακτέον ἐν ἑκάσταις ταῖς συνουσίαις, ἐρωτῶντά τε καὶ ἐλέγχοντα τὰ μὴ καλῶς ῥηθέντα· πάντως γὰρ καλλίστη καὶ πρώτη βάσανος ἀνθρώποις ὀρθῶς γίγνεται, ὅσαι δὲ οὐκ οὖσαι προσποιοῦνται, ματαιότατος πόνος ἁπάντων. ἔτι δὲ τὴν ἀκρίβειαν τοῦ χρόνου ἡμῖν ληπτέον, ὡς ἀκριβῶς ἀποτελεῖ πάντα τὰ κατʼ οὐρανὸν γιγνόμενα, ἵνʼ ὁ πιστεύσας ὡς ὁ λόγος ἀληθὴς γέγονεν ὅτι πρεσβύτερόν τʼ ἐστὶν ἅμα καὶ θειότερον ψυχὴ σώματος, ἡγήσαιτʼ ἂν παγκάλως τε καὶ ἱκανῶς εἰρῆσθαι τὸ θεῶν εἶναι πάντα πλέα καὶ μηδέποτε λήθῃ μηδὲ ἀμελείᾳ τῶν κρειττόνων ἡμᾶς παρωλιγωρῆσθαι. νοητέον δʼ ἐστὶν περὶ πάντα τὰ τοιαῦτα τόδε, ὡς, ἐὰν μέν τις ἕκαστα τούτων ὀρθῶς λαμβάνῃ, μέγʼ ὄφελος γίγνεται τῷ παραλαμβάνοντι κατὰ τρόπον, εἰ δὲ μή, θεὸν ἄμεινον ἀεὶ καλεῖν· ὁ δὲ τρόπος ὅδε —ἀνάγκη γὰρ τό γε τοσοῦτον φράζειν—πᾶν διάγραμμα ἀριθμοῦ τε σύστημα καὶ ἁρμονίας σύστασιν ἅπασαν τῆς τε τῶν ἄστρων περιφορᾶς τὴν ὁμολογίαν οὖσαν μίαν ἁπάντων ἀναφανῆναι δεῖ τῷ κατὰ τρόπον μανθάνοντι, φανήσεται δέ, ἄν, ὃ λέγομεν, ὀρθῶς τις εἰς ἓν βλέπων μανθάνῃ— δεσμὸς γὰρ πεφυκὼς πάντων τούτων εἷς ἀναφανήσεται διανοουμένοις —εἰ δʼ ἄλλως πως ταῦτα μεταχειριεῖταί τις, τύχην δεῖ καλεῖν, ὥσπερ καὶ λέγομεν. οὐ γὰρ ἄνευ γε τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων γένηται φύσις, ἀλλʼ οὗτος ὁ τρόπος, αὕτη ἡ τροφή, ταῦτα τὰ μαθήματα· εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ πορευτέον. ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστιν θεῶν, καταφανοῦς γενομένης τῆς πάντων αὐτῶν κατὰ τρόπον λεγομένης φήμης εὐτυχοῦς. τὸν δὲ σύμπαντα ταῦτα οὕτως εἰληφότα, τοῦτον λέγω τὸν ἀληθέστατα σοφώτατον· ὃν καὶ διισχυρίζομαι παίζων καὶ σπουδάζων ἅμα, ὅτε θανάτῳ τις τῶν τοιούτων τὴν αὑτοῦ μοῖραν ἀναπλήσει, σχεδὸν ἐάνπερ ἔτʼ ἀποθανὼν ᾖ, μήτε μεθέξειν ἔτι πολλῶν τότε καθάπερ νῦν αἰσθήσεων, μιᾶς τε μοίρας μετειληφότα μόνον καὶ ἐκ πολλῶν ἕνα γεγονότα, εὐδαίμονά τε ἔσεσθαι καὶ σοφώτατον ἅμα καὶ μακάριον, εἴτε τις ἐν ἠπείροις εἴτʼ ἐν νήσοις μακάριος ὢν ζῇ, κἀκεῖνον μεθέξειν τῆς τοιαύτης ἀεὶ τύχης, κεἴτε δημοσίᾳ τις ἐπιτηδεύσας ταῦτα εἴτε ἰδίᾳ διαβιῷ, τὰ αὐτὰ καὶ ὡσαύτως αὐτὸν πράξειν παρὰ θεῶν. ὃ δὲ κατʼ ἀρχάς τε ἐλέγομεν, καὶ νῦν αὑτὸς πάρεστι λόγος ἀληθὴς ὄντως, ὡς οὐ δυνατὸν ἀνθρώποις τελέως μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, ἔστιν ταῦτα ὀρθῶς εἰρημένα· ὁπόσοι γὰρ θεῖοι καὶ σώφρονες ἅμα τῆς ἄλλης τε μετέχοντες ἀρετῆς φύσει, πρὸς δὲ τούτοις ὅσα μαθήματος ἔχεται μακαρίου πάντα εἰληφότες —ἃ δʼ ἔστιν εἰρήκαμεν—τούτοισιν μόνοις τὰ τοῦ δαιμονίου σύμπαντα ἱκανῶς εἴληχέ τε καὶ ἔχει. τοῖς μὲν οὖν ταῦτα οὕτω διαπονήσασιν ἰδίᾳ λέγομεν καὶ δημοσίᾳ κατὰ νόμον τίθεμεν, εἰς πρεσβύτου τέλος ἀφικομένοις τὰς μεγίστας ἀρχὰς παραδίδοσθαι δεῖν, τοὺς δʼ ἄλλους τούτοις συνεπομένους εὐφημεῖν πάντας θεοὺς ἅμα καὶ πάσας, καὶ τὸν νυκτερινὸν σύλλογον ἐπὶ ταύτην τὴν σοφίαν ἱκανῶς γνόντας τε καὶ δοκιμάσαντας ἡμᾶς ὀρθότατα πάντας παρακαλεῖν.

アテナイ人

さて、これらすべてはこのようにして生じ、このようであるとしよう。だがこれらの上に立つ目的として、神的な生成へ、また同時に目に見えるもののうちで最も美しく最も神的な本性へと進まねばならない。神が人間に見てとることを許したかぎりのそれへと。今詳しく述べられたことなしには、それを見てとることなく、誰もそれを容易に受け取ると誇ることは決してないだろう。そしてこれらに加えて、それぞれの交わりにおいて、個々のものを種類に従ったものへと引き寄せねばならない。立派に語られなかったことを問い、論駁しながら。というのも、それこそが、人間にとって、正しく生じるかぎり、何よりも最も美しく第一の試金石なのであり、そうでないのにそうであるふりをするかぎりの〔試金石〕は、あらゆるもののうちで最も空しい骨折りなのだから。さらに、時間の正確さを、私たちはつかまねばならない。それが、天において生じるすべてのことを、いかに正確に成し遂げるかを。それは、魂が物体よりも古く、また神的であるという言論が真実であると信じた者が、すべては神々に満ちているということ、そして私たちがより優れた者たちの忘却やなおざりによって軽んじられることは決してないということが、まったく美しく十分に語られたと考えるようになるためである。そして、このようなすべてのことについて、次のことを考えなければならない。もし人がこれらのそれぞれを正しくつかむなら、しかるべき仕方で受け取る者に大きな益が生じる。だがそうでないなら、常に神を呼ぶほうがよい。その仕方とはこうである――少なくともこれだけは言わねばならないのだから――。あらゆる図形も、数の体系も、調和のあらゆる組み立ても、星々の周回の一致も、それらすべての一つであるものとして、しかるべき仕方で学ぶ者には明らかにならなければならない。そして、私たちの言うように、人が一つのものに目を向けて正しく学ぶなら、それは明らかになるだろう――というのも、これらすべての、本性上の一つの絆が、思いめぐらす人々には明らかになるだろうから――。だがもし人が何かほかの仕方でこれらを扱うなら、私たちも言うように、幸運を呼ばねばならない。というのも、これらなしには、国々のうちで、どんな本性も決して幸福とはならないだろう。そうではなく、この仕方、この養育、これらの学問なのだ。難しくとも、易しくとも、この道を進まねばならない。神々をなおざりにすることは許されない。それらすべてについてしかるべき仕方で語られる幸運な評判が、明らかとなったのだから。そして、これらすべてをこのようにつかんだ人、この人こそ、最も真実に最も知恵ある者だと私は言う。そして私は、遊びながらも同時に真剣に断言する。そのような人々のうちの誰かが、死によって自分の分け前を満たすとき、もしその人がまだ死んだときに〔存在する〕ならば、その時にはもはや、今のように多くの感覚にあずかることはなく、ただ一つの分け前にあずかり、多くのものから一つのものとなって、幸福で、同時に最も知恵ある、浄福な者となるだろう。そして、大陸に住むにせよ島に住むにせよ浄福に生きる者、その人も常にこのような幸運にあずかるだろう。そして、これらを公的に営んで生涯を過ごすにせよ、私的に営むにせよ、その人は神々のもとから同じものを同じように受け取るだろう。そして、はじめに私たちが言っていたことが、今また、本当に真実の言論として、それ自身ここに現れている。すなわち、少数の者を除いて、人間が完全に浄福で幸福になることはできないということ、これは正しく語られたのだ。というのも、神的で、同時に節制があり、本性上ほかの徳にもあずかり、さらに浄福な学問にかかわるすべてのものを――それが何であるかは私たちは語った――つかんだかぎりの人々、この人々にだけ、ダイモーン的なもののすべてが十分に割り当てられ、保たれているのだから。そこで、これらのことをこのようにやり遂げた人々に、私たちは私的にも言い、公的にも法として定める。老年の終わりに至った彼らに最大の役職を引き渡さねばならず、ほかの者たちは彼らに従いながら、すべての男神と女神をあわせて、ほめたたえねばならない、と。そして、夜の会議を、この知恵へと――それを十分に知り、吟味したうえで――、私たちすべてが最も正しく呼び招くべきだ、と。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、論理関係を可能な限り残した逐語寄りの独自訳です。読みやすさのため、原文中の話者交替を日本語訳では明示しています。986a 冒頭の問答の結び(クレイニアスの受け答え)までは第2部に収めてあるため、アテナイ人の次の発言から収めています。991a–991b の比例の説明に付けた〔算術平均〕〔調和平均〕は訳者による補足です。

「夜の会議」は、『法律』第12巻で国家の「錨」として構想された、年長の役人たちによる会議です。対話篇の結びまでです。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第2部 数・天文学と神々目次へ戻る次へ →最後のページです

PR関連する本

  • ソクラテスの弁明・クリトン (岩波文庫) [ プラトン ]楽天市場で見る
  • 国家 上 (岩波文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について