INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>エピノミス>第2部 数・天文学と神々(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第1部 人間の幸福と知恵の探究目次へ戻る次へ →第3部 天体の秩序と真の知恵

PLATO · EPINOMIS · 977b–986a

第2部 数・天文学と神々

Part II — Number, Astronomy, and the Gods
Stephanus 977b–986a全 11 区分日希逐語訳

天は人間に数を授けた――昼と夜、満ち欠けする月によって。魂は身体より古く、秩序ある運行を続ける星々こそ知性をもつ目に見える神々であり、アイテールと空気のダイモーンたちが神々と人間とをつなぐ。

ひと目でわかる超要約「第2部 数・天文学と神々」の要点

天は人間に数を授けた――昼と夜、満ち欠けする月によって。魂は身体より古く、秩序ある運行を続ける星々こそ知性をもつ目に見える神々であり、アイテールと空気のダイモーンたちが神々と人間とをつなぐ。

解説・位置づけこの箇所の背景と読みどころ

『エピノミス』の中心をなす宇宙神学・数理哲学の章です。人間からもし「数」を取り去ればいかなる思慮も徳も失われてしまうとしたうえで、昼と夜の交代(1と2)や月の満ち欠け(15日・30日)を絶えず見せることで人間に「数えること」を教えたのは天(宇宙)そのものであると説きます。さらに魂は身体より古く尊いという原則から、火・アイテール・空気・水・土の5つの元素に応じた生命の階層を描き、規則正しく運行する星々こそ最高の知性をもつ「目に見える神々」であり、中間のダイモーンたちが人間の祈りと心を神々へ取り次いでいると語ります。

構成と各場面の要点(全4場面)

  1. 1. 天が授けた数(昼夜と月の満ち欠け)977b–979e ⤵

    数を知らない魂は理性も記憶も持ちえないことを確認し、昼と夜の交代、月の満ち欠け、太陽の季節のめぐりによって人間に「数と計算」を授けた天(神)の恵みを讃える。

  2. 2. 神々と生き物の生成(魂の優位と5つの立体要素)980a–981e ⤵

    『法律』第10巻の議論を継ぎ、魂が身体より古く神的な支配者であることを再確認したうえで、火・水・空気・土・アイテールの5つの要素からそれぞれ固有の生き物が形づくられたと説く。

  3. 3. 星々は知性ある神々である(天体の永遠の秩序)982a–984b ⤵

    地上の人間(土の種族)が絶えず迷い変化するのに対し、火の種族である太陽・月・星々が何万年ものあいだ寸分の狂いもなく美しい軌道を保ち続けるのは、無知ゆえではなく「最高の知性と生きた魂」を備えている証拠であると論証する。

  4. 4. ダイモーンたち――天と人とを結ぶ者984b–986a ⤵

    至高の星神たちと地上の人間のあいだに、アイテール・空気・水に属する目に見えない霊的存在(ダイモーンや半神)が満ちており、人間の善悪や苦しみを敏感に感じ取って神々と人間とを通訳・媒介していると説く。

重要語句・哲学概念の読み方

天(ウラノス)が授けた「数」の贈り物
人間が数の概念を得たのは、昼と夜(1と2)、月の満ち欠け(15日・30日)、太陽の年周期という目に見える天体の規則正しい変化を観照したからであり、数こそが神が人間に与えた最大の恵みであるという思想。
目に見える最大の神々としての星々
太陽・月・五惑星・恒星は単なる火の塊ではなく、最も神的で知性ある魂を宿し、寸分の狂いもない永遠の秩序で運行する「生きた神々」であるという天体神学。
アイテールと空気のダイモーン(媒介者)
火の種族(天上の星神)と土の種族(地上の人間・動植物)のあいだにあるアイテール・空気・水の領域に棲み、人間の心を見通して神々と人間とを通訳・媒介する目に見えない霊的存在。
表示:

目次

  1. 天が授けた数977b–979e
  2. 神々と生き物の生成980a–981e
  3. 星々は知性ある神々である982a–984b
  4. ダイモーンたち――天と人とを結ぶ者984b–986a

天が授けた数977b–979e

977b

δοῦναι δὲ ἅμα καὶ ἀριθμὸν ἡμεῖς γε ὄντως αὐτόν φαμεν, ἔτι δὲ καὶ δώσειν, ἐάν τις θέλῃ συνακολουθεῖν. ἐὰν γὰρ ἴῃ τις ἐπὶ θεωρίαν ὀρθὴν τὴν τοῦδε, εἴτε κόσμον εἴτε ὄλυμπον εἴτε οὐρανὸν ἐν ἡδονῇ τῳ λέγειν, λεγέτω μέν, ἀκολουθείτω δὲ ὅπῃ ποικίλλων αὑτὸν καὶ τὰ ἐν αὑτῷ στρέφων ἄστρα πάσας διεξόδους ὥρας τε καὶ τροφὴν πᾶσιν παρέχεται. καὶ τὴν ἄλλην δὲ οὖν φρόνησιν, ὡς φαῖμεν ἄν, σὺν ἀριθμῷ παντί, καὶ τἆλλʼ ἀγαθά· τοῦτο δὲ μέγιστον, ἐάν τις τὴν ἀριθμῶν αὐτοῦ δόσιν δεξάμενος ἐπεξέλθῃ πᾶσαν τὴν περίοδον. ἔτι δὲ σμικρὸν ἐπανελθόντες πως τοῖς λόγοις ἀναμνησθῶμεν ὅτι καὶ μάλʼ ὀρθῶς ἐνοήσαμεν ὡς, εἴπερ ἀριθμὸν ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐξέλοιμεν, οὐκ ἄν ποτέ τι φρόνιμοι γενοίμεθα. οὐ γὰρ ἂν ἔτι ποτὲ ψυχὴ τούτου τοῦ ζῴου πᾶσαν ἀρετὴν λάβοι σχεδόν, ὅτου λόγος ἀπείη· ζῷον δὲ ὅτι μὴ γιγνώσκοι δύο καὶ τρία μηδὲ περιττὸν μηδὲ ἄρτιον, ἀγνοοῖ δὲ τὸ παράπαν ἀριθμόν, οὐκ ἄν ποτε διδόναι λόγον ἔχοι περὶ ὧν αἰσθήσεις καὶ μνήμας ἔχοι μόνον εἴη κεκτημένον, τὴν δὲ ἄλλην ἀρετήν, ἀνδρείαν καὶ σωφροσύνην, οὐδὲν ἀποκωλύει. στερόμενος δὲ ἀληθοῦς λόγου σοφὸς οὐκ ἄν ποτε γένοιτο, ὅτῳ δὲ σοφία μὴ προσείη, πάσης ἀρετῆς τὸ μέγιστον μέρος, οὐκ ἂν ἔτι τελέως ἀγαθὸς γενόμενος εὐδαίμων ποτὲ γένοιτο. οὕτως ἀριθμὸν μὲν ἀνάγκη πᾶσα ὑποτίθεσθαι· διότι δὲ τοῦτο ἀνάγκη, λόγος ἔτι πλείων πάντων γίγνοιτʼ ἂν τῶν εἰρημένων. ἀλλὰ καὶ ὁ νῦν ὀρθῶς ῥηθήσεται, ὅτι καὶ τὰ τῶν ἄλλων τεχνῶν λεγόμενα, ἃ νυνδὴ διήλθομεν ἐῶντες εἶναι πάσας τὰς τέχνας, οὐδὲ τούτων ἓν οὐδὲν μένει, πάντα δʼ ἀπολείπεται τὸ παράπαν, ὅταν ἀριθμητικήν τις ἀνέλῃ.

アテナイ人

そして私たちは、まさに彼こそが数をも与えたのだと言うし、また、もし人がついて来ようとするなら、これからも与えるだろうと言う。というのも、もし人が彼についての正しい観照へと進むなら――彼を宇宙(コスモス)と呼ぶのであれ、オリュンポスと呼ぶのであれ、天(ウーラノス)と呼ぶのであれ、好きなように呼べばよいが――、彼が自らを多彩に飾り、自分の内にある星々を回転させて、あらゆる軌道を巡らせ、季節とすべてのものへの養いをもたらすさまに、ついて行くがよい。そして、私たちの言うところでは、そのほかの思慮もまた、あらゆる数とともにもたらし、ほかの善きものももたらすのだ。だが最大のことは、人が彼からの数の贈り物を受け取って、その周回全体をたどり尽くすことだ。

さらに、少し議論を引き返して、次のことを思い起こそう。もし人間の本性から数を取り去ってしまうなら、私たちは決して思慮ある者にはなれないだろうと、私たちはまったく正しく考えたのだ。というのも、理(ロゴス)を欠いた生き物の魂は、もはやほとんどあらゆる徳を得ることはないだろうから。二と三を知らず、奇数も偶数も知らず、そもそも数をまったく知らない生き物は、感覚と記憶だけをもっている事柄について、決して説明を与えることができないだろう。とはいえ、ほかの徳、つまり勇気や節制をもつことは、少しも妨げられない。だが、真の理を奪われた者は決して知恵ある者にはならないだろうし、知恵――あらゆる徳の最大の部分――が備わらない者は、完全に善い者となることもなく、決して幸福にはならないだろう。このように、数を土台に置くことはまったく必然なのだ。なぜそれが必然であるかについては、これまで語られたすべてのことよりもさらに長い話になるだろう。だが、今のことも正しく語られるだろう。すなわち、ほかの技術について語られたこと、つまり今しがた私たちが、それらすべてを技術として認めながら論じてきたもののうち、人が算術を取り去ってしまえば、一つとして残らず、すべてがまったく消え去ってしまうのだ、と。

978

δόξειε δʼ ἂν ἴσως τις βραχέων ἕνεκα ἀριθμοῦ δεῖσθαι τὸ τῶν ἀνθρώπων γένος, εἰς τὰς τέχνας ἀποβλέψας—καίτοι μέγα μὲν καὶ τοῦτο—εἰ δέ τις ἴδοι τὸ θεῖον τῆς γενέσεως καὶ τὸ θνητόν, ἐν ᾧ καὶ τὸ θεοσεβὲς γνωρισθήσεται καὶ ὁ ἀριθμὸς ὄντως, οὐκ ἂν ἔτι πᾶς ἄν τις γνοίη σύμπαντα ἀριθμὸν ὅσης ἡμῖν δυνάμεως αἴτιος ἂν εἴη συγγιγνόμενος—ἐπεὶ καὶ τὰ κατὰ μουσικὴν πᾶσαν διαριθμουμένων κινήσεώς τε καὶ φθόγγων δῆλον ὅτι δεῖ—καὶ τὸ μέγιστον, ἀγαθῶν ὡς πάντων αἴτιον, ὅτι δὲ κακῶν οὐδενός, εὖ τοῦτο γνωστέον, ὃ καὶ τάχα γένοιτʼ ἄν. ἀλλʼ ἡ σχεδὸν ἀλόγιστός τε καὶ ἄτακτος ἀσχήμων τε καὶ ἄρρυθμος ἀνάρμοστός τε φορά, καὶ πάνθʼ ὁπόσα κακοῦ κεκοινώνηκέν τινος, ἐπιλέλειπται παντὸς ἀριθμοῦ, καὶ δεῖ τοῦθʼ οὕτω διανοεῖσθαι τὸν μέλλοντα εὐδαίμονα τελευτήσειν· καὶ τό γε δὴ δίκαιόν τε καὶ ἀγαθὸν καὶ καλὸν καὶ πάντα τὰ τοιαῦτα οὐδείς ποτε μὴ γιγνώσκων, ἀληθοῦς δόξης ἐπιλαβόμενος, διαριθμήσεται πρὸς τὸ ἑαυτόν τε καὶ ἕτερον πεῖσαι τὸ παράπαν. ἴωμεν δὴ σκεψόμενοι πρὸς τοῦτʼ αὐτό, πῶς ἐμάθομεν ἀριθμεῖν. φέρε· τὸ γὰρ ἓν δὴ καὶ δύο γέγονε πόθεν ἡμῖν ὥστʼ ἐννοῆσαι, φύσιν ταύτην ἔχουσιν ἐκ τοῦ παντὸς πρὸς τὸ δυνατοὺς ἐννοεῖν εἶναι; πολλοῖς δὲ ἄλλοις αὖ τῶν ζῴων οὐδʼ εἰς αὐτὸ τοῦθʼ ἡ φύσις παραγέγονεν, ὥστε μαθεῖν δυνατοῖς εἶναι παρὰ τοῦ πατρὸς ἀριθμεῖν, παρὰ δʼ ἡμῖν τοῦτʼ αὐτὸ πρῶτον ἐνῴκισεν ὁ θεός, ὥστε ἱκανοῖς εἶναι δεικνύμενον συννοεῖν, ἔπειτʼ ἔδειξεν καὶ δείκνυσιν· ὧν τί κάλλιον ἓν ἑνὸς ἄν τις θεάσαιτο πλὴν τὸ τῆς ἡμέρας γένος, εἶτα εἰς τὸ τῆς νυκτὸς ἔλθοι μέρος ἔχων ὄψιν, ὅθεν ἕτερον πᾶν αὐτῷ φαίνοιτʼ ἄν; καὶ ἑλίττων δὴ ταῦτα αὐτὰ ὅταν μὴ παύηται πολλὰς μὲν νύκτας, πολλὰς δὲ ἡμέρας ἃς οὐρανός, οὐδέποτε παύεται διδάσκων ἀνθρώπους ἕν τε καὶ δύο, πρὶν ἂν καὶ ὁ δυσμαθέστατος ἱκανῶς μάθῃ ἀριθμεῖν· ὡς γὰρ καὶ τρία καὶ τέτταρα καὶ πολλά, ἕκαστος ἡμῶν ἐπινοήσειεν ἂν ὁρῶν ταῦτα. καὶ ἐκ τούτων ἓν ἐποίησεν τὴν σελήνην ὁ θεὸς ἀπεργασάμενος, ἣ τοτὲ μὲν μείζων φαινομένη, τοτὲ δʼ ἐλάττων, διεξῆλθεν ἄλλην ἀεὶ φαίνουσα ἡμέραν, μέχρι πεντεκαίδεκα ἡμερῶν καὶ νυκτῶν· αὕτη δʼ ἔστιν περίοδος, εἰ βούλεταί τις τὸν κύκλον ἕνα ὅλον εἰς ἓν τιθέναι, ὥστε ὡς ἔπος εἰπεῖν καὶ τὸ δυσμαθέστατον ἂν μαθεῖν ζῷον, οἷς παρέδωκεν φύσιν ὁ θεὸς τοῦ δυνατοῖς εἶναι μανθάνειν.

アテナイ人

おそらく人は、技術のほうに目を向けて、人間の種族が数を必要とするのはわずかなことのためだと思うかもしれない――それもまた大きなことではあるのだが――。だが、もし人が生成における神的なものと死すべきものとを見るなら――そこでは神への畏敬も、真の数も知られるだろう――、もはや誰であれ、数全体が、私たちとともにあるとき、どれほどの力の原因となるかを知り尽くすことはできないだろう――というのも、音楽にかかわるすべてのことにも、運動と音とが数えられることが必要なのは明らかなのだから――。そして最大のことは、数があらゆる善きものの原因であり、悪しきものの原因では決してないということ、これをよく知らなければならない。それはおそらくすぐに分かるだろう。というのも、ほとんど理を欠き、無秩序で、形もなく、リズムもなく、調和もない運動、そして何らかの悪にあずかっているものはすべて、あらゆる数を欠いているのであり、幸福に生を終えようとする者は、このように考えなければならないのだ。そして、正しいこと、善いこと、美しいこと、そのようなすべてのことについて、知らない者は誰一人、たとえ真なる思わくをつかんでいても、自分自身をも他人をも説得するために、それを数え上げることは決してできないだろう。

では、まさにこのことに向けて、私たちがどのようにして数えることを学んだのかを考察しに行こう。さあ、一と二とを考えることは、私たちにどこから生じたのか。私たちは、考えることができるように、宇宙全体からこの本性を得ているのだ。だが、ほかの多くの生き物には、父から数えることを学ぶことができるというこのことにさえ、本性が備わっていない。しかし私たちのうちには、神はまずまさにこのこと、つまり示されたものを理解できるということを住まわせ、それから示したのであり、今も示している。そのうちで、人が一つを一つとして眺めるのに、昼という種類よりも美しいものが何かあるだろうか。次に、視覚をもって夜の部分へと進むなら、そこからは、まったく別のものが見えるだろう。そして天が、まさにこれらを巡らせて、多くの夜、多くの昼をやむことなく続けるとき、天は、最も学びの遅い者でさえ十分に数えることを学ぶまで、人間たちに一と二を教えることを決してやめない。というのも、私たちのそれぞれは、これらを見て、三も四も多数も思いつくだろうから。そして神は、これらのうちから月を作り上げて、一つのものとした。月はあるときはより大きく、あるときはより小さく見えながら、十五日と十五夜に至るまで、いつも別の日を示しながら進んでいった。これが一つの周期なのだ。もし人がその円環全体を一つのものとして立てたいならば。こうして、言ってみれば、神が学ぶことのできる本性を授けた生き物のうちで、最も学びの遅いものさえ学ぶことができるのだ。

979

καὶ μέχρι μὲν τούτων τε καὶ ἐν τούτοις σύμπαν τὸ δυνατὸν τῶν ζῴων μάλα ἀριθμητικὸν γέγονε, τὸ καθʼ ἓν αὐτὸ σκοποῦν· τὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι, δοκῶ μὲν μείζονος ἕνεκα, καὶ τούτου δὲ σελήνην, καθάπερ εἴπομεν, αὐξανομένην καὶ φθίνουσαν ἐμποιήσας, μῆνας πρὸς τὸν ἐνιαυτὸν συνεστήσατο, καὶ πάντα ἀριθμὸν πρὸς ἀριθμὸν ἤρξατο συνορᾶν εὐδαίμονι τύχῃ. διὰ δὲ ταῦθʼ ἡμῖν καρποί τε καὶ ἐγκύμων ἡ γῆ γέγονεν, ὥστʼ εἶναι τροφὴν πᾶσι τοῖς ζῴοις, ἀνέμων τε καὶ ὑετῶν γιγνομένων οὐκ ἐξαισίων οὐδὲ ἀμέτρων· ἀλλʼ εἴ τι παρὰ ταῦτα γίγνεται πρὸς τὸ φλαῦρον, οὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν τὸν αὑτῶν βίον. ἡμῖν δʼ οὖν ζητοῦσιν περὶ νόμων σχεδὸν ἔδοξεν τὰ μὲν ἄλλα ῥᾴδιά τʼ εἶναι γνῶναι τὰ βέλτιστα ἀνθρώποις, καὶ πᾶς ἂν ἱκανὸς γίγνεσθαι καὶ συνεῖναι τὰ λεγόμενα καὶ ποιεῖν, εἰ γνοίη τί ποτʼ ἔστιν ὃ συμφέρειν εἰκὸς καὶ τί τὸ μὴ συμφέρον· ἔδοξε δὴ καὶ νῦν ἔτι δοκεῖ τὰ μὲν ἄλλα ἐπιτηδεύματα πάντα οὐ σφόδρα χαλεπὰ εἶναι, τὸ δὲ τίνα τρόπον χρὴ γίγνεσθαι χρηστοὺς ἀνθρώπους παγχάλεπον. καὶ τὰ μὲν ἄλλα αὖ πάντα κτᾶσθαι χρηστά, τὸ λεγόμενόν τε , καὶ δυνατὸν καὶ οὐ χαλεπόν, οὐσίαν τε ὅσην δεῖ καὶ μὴ δεῖ, καὶ σῶμα οἷόν τε δεῖ καὶ μή· καὶ ψυχὴν ὅτι μὲν ἀγαθὴν δεῖ, συγχωρεῖ πᾶς παντί, τὸ δʼ ὅντινα τρόπον ἀγαθήν, ὅτι μὲν αὖ δικαίαν καὶ σώφρονα καὶ ἀνδρείαν, καὶ ταῦτα, ὅτι δὲ σοφήν, φησὶ μὲν πᾶς δεῖν, ἥντινα δὲ σοφίαν, ὡς ἄρτι διεληλύθαμεν, οὐδεὶς οὐδενὶ τὸ παράπαν ἔτι συνομολογεῖ τῶν πολλῶν. νῦν οὖν δὴ παρὰ πάσας τὰς πρόσθεν σοφίας οὐ φαύλην τινὰ ἀνευρίσκομεν εἰς αὐτά γε ταῦτα, τὸ δοκεῖν σοφὸν εἶναι τόν γε μεμαθηκότα ἅπερ καὶ διεληλύθαμεν· εἰ δʼ ἔστιν σοφὸς ὁ ταῦτʼ ἐπιστήμων καὶ ἀγαθός, τούτου δὴ πέρι λόγον δεῖ λαβεῖν. — ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν. — οὐ γὰρ σμικρά, ὦ Κλεινία· τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ. — σφόδρα γε, ὦ ξένε· ἀλλʼ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς. — ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε. — ταῦτʼ ἔσται· καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω.

アテナイ人

そして、これらに至るまで、またこれらのうちにおいて、能力のある生き物はみな、一つ一つを考察するかぎりにおいて、十分に数に通じた者となった。だが、あらゆる数を互いに対して常に計算すること、それは、私の思うに、より大きなことのためであって、そのためにこそ神は、私たちの言ったように、満ちては欠ける月を作り入れ、月々を年へと組み合わせ、あらゆる数を数と照らし合わせることを、幸いな巡り合わせによって始めさせたのだ。そしてこれらのことのゆえに、私たちには実りがあり、大地は身ごもったものとなり、あらゆる生き物にとって養いがあるようになった。風や雨も、異常なものでも度外れたものでもなく生じるのだから。だが、もしこれらに反して何か悪いほうへと起こることがあれば、神的な本性ではなく、人間の本性を責めなければならない。自分たちの生を正しく配分していないのだから。さて、法律を探求していた私たちには、ほかのことについては、人間にとって最善のことを知るのはたやすく、誰でも、何が益になりそうで何が益にならないかを知りさえすれば、語られることを理解し、実行できるようになると思われた。ほかの営みはすべて、それほど難しくはないが、人間がどのような仕方で善い者となるべきかは、きわめて難しいと思われたし、今もそう思われる。そしてまた、ほかの善いものをすべて得ることは、言われるとおり、可能であり難しくもない。財産はどれだけ必要でどれだけ不要か、身体はどのようなものが必要でどのようなものが不要か。そして魂が善くなければならないことは、誰もが誰にでも同意するし、どのような仕方で善くあるべきか、つまり正しく、節制あり、勇敢であるべきことも同意する。知恵あるものでなければならないことも、誰もが言う。だが、どのような知恵か――今しがた私たちが論じてきたように――については、多くの人々のうち誰一人として、誰とも、もはやまったく意見が一致しない。そこで今、私たちは、これまでのあらゆる知恵とは別に、まさにこれらのことのために、少なからぬものを見出しつつある。すなわち、私たちが論じてきたことを学んだ者は、知恵ある者だと思われる、ということだ。だが、これらを知る者が知恵ある善い者であるかどうか、それについて説明を得なければならない。

クレイニアス

客人よ、あなたが、大きな事柄について大きなことを語ろうと試みていると言ったのは、なんともっともなことでしょう。

アテナイ人

小さなことではないのだ、クレイニアス。だがもっと難しいのは、それがまったく、あらゆる点で真実だということだ。

クレイニアス

たしかにそうです、客人よ。ですが、それでもあなたの言うことを語るのに倦まないでください。

アテナイ人

ああ。では、君たち二人も聞くのに倦まないでくれ。

クレイニアス

そうしましょう。二人に代わって私があなたにそう言いますよ。

神々と生き物の生成980a–981e

980

καλῶς. ἐξ ἀρχῆς δὴ ῥητέον ἀνάγκῃ πρῶτον, ὡς φαίνεται, μάλιστα μὲν ἄν, εἰ δυνάμεθα ἑνὶ λαβεῖν ὀνόματι, τίς ἐστιν ἣν οἰόμεθα σοφίαν εἶναι, τοῦτο δʼ εἰ σφόδρα ἀδυνατοῦμεν, τὸ δεύτερον, τίνες εἰσίν ποτε καὶ ὁπόσαι τινές, ἅς τις λαβὼν σοφὸς ἂν εἴη κατὰ τὸν ἡμέτερον μῦθον. — λέγοις ἄν. — τὸ δὴ μετὰ τοῦτο ἀνεμέσητον τῷ νομοθέτῃ τὸ κάλλιον τῶν πρότερον εἰρημένων περὶ θεῶν καὶ ἄμεινον ἀπεικάζοντι λέγειν, οἷον παιδιᾷ καλῇ χρωμένῳ καὶ τιμῶντι θεούς, ὕμνοις τε καὶ εὐδαιμονίᾳ γεραίροντι διάγειν τὸν αὑτοῦ βίον. — ἦ καλῶς, ὦ ξένε, λέγεις. εἰ γάρ σοι τοῦτο τέλος εἴη τῶν νόμων, θεοὺς προσπαίσαντι καθαρώτερον δὲ διαγαγόντι τὸν βίον τῆς ἅμα τελευτῆς ἀρίστης τε καὶ καλλίστης τυχεῖν. — πῶς οὖν, ὦ Κλεινία, λέγομεν; ἦ δοκεῖ τοὺς θεοὺς ὑμνοῦντες σφόδρα τιμῶμεν, εὐχόμενοι τὰ κάλλιστα καὶ ἄριστα περὶ αὐτῶν ἐπιέναι λέγειν ἡμῖν; οὕτως ἢ πῶς λέγεις; — θαυμαστῶς μὲν οὖν οὕτως. ἀλλʼ, ὦ δαιμόνιε, πιστεύσας τοῖς θεοῖς εὔχου τε καὶ λέγε τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς. — ἔσται ταῦτα, ἂν αὐτὸς ὁ θεὸς ἡμῖν ὑφηγῆται. συνεύχου μόνον. — λέγοις ἂν τὸ μετὰ τοῦτο. — θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ἔμπροσθεν λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λέγων, φράζων ὡς εἰσὶν θεοὶ ἐπιμελούμενοι πάντων, σμικρῶν καὶ μειζόνων, καὶ σχεδὸν ἀπαραμύθητοι τῶν περὶ τὰ δίκαιά εἰσιν πράγματα— εἰ δὴ μέμνησθέ γε, ὦ Κλεινία· ἐλάβετε μὲν γὰρ δὴ καὶ ὑπομνήματα—καὶ γὰρ ἦν τὰ ῥηθέντα τότε καὶ μάλα ἀληθῆ· τόδε δὲ αὐτῶν ἦν τὸ μέγιστον, ὅτι πρεσβύτερον εἴη ψυχὴ σώματος ἅπασα παντός—ἆρα μέμνησθε; ἢ πάντως που τοῦτό γε; —ὃ γὰρ ἄμεινον καὶ παλαιότερον καὶ θεοειδέστερον, πιθανὸν ὅτι τοῦ νέου καὶ νεωτέρου καὶ ἀτιμοτέρου, πανταχῇ τε ἄρχον ἀρχομένου πρεσβύτερον καὶ ἄγον ἀγομένου πάντῃ. λάβωμεν δὴ τοῦτό γε, ὡς ψυχὴ πρεσβύτερόν ἐστι σώματος.

アテナイ人

よろしい。では、まず初めから、必然として、どうやら語らなければならないようだ。もしできるなら、一つの名で、私たちが知恵だと思っているものが何であるかを捉えるのが一番よい。だが、もしそれがまったくできないなら、次善として、それを手に入れれば私たちの物語に従って知恵ある者となれる知恵とは、一体どのような、いくつのものなのかを語らなければならない。

クレイニアス

どうぞ話してください。

アテナイ人

では次に、立法者が、以前に語られたことよりも美しく善いものとして神々について描き出して語ることは、咎められることではない。いわば美しい遊びを用い、神々を尊び、讃歌と幸いとによって神々を讃えながら、自分の生を送るのだから。

クレイニアス

まことに見事におっしゃいます、客人よ。どうかそれがあなたの法律の目的でありますように。神々に対して遊びをなし、より清らかに生を送って、同時に最善で最も美しい終わりを得ることが。

アテナイ人

では、クレイニアス、私たちはどう言おうか。神々に讃歌を捧げることによって大いに神々を尊ぶのがよいと思われるだろうか。神々について最も美しく最も善いことを語ることが私たちに起こるよう祈りながら。このように言うのか、それとも別の言い方をするのか。

クレイニアス

まったく驚くべきほどに、そのとおりです。ですが、神にも似た方よ、神々を信頼して祈り、神々と女神たちについての美しいことのうち、あなたの心に浮かぶ言葉を語ってください。

アテナイ人

そうしよう、もし神自身が私たちを導いてくれるなら。ただ、共に祈ってくれ。

クレイニアス

では、その次を話してください。

アテナイ人

では、どうやら、まず私は、神々の生成と生き物の生成とを――先人たちはそれを悪く描いたのだから――、先の議論に従って、よりよく描かなければならないようだ。不敬虔な者たちに向かって私が試みた議論を取り上げ直してだ。そこで私は、神々は存在し、小さなことも大きなことも、あらゆることを配慮していて、正義にかかわる事柄については、ほとんど宥めることのできない者たちなのだと述べた――クレイニアス、もし君たちが覚えているならだが。君たちは覚え書きも受け取ったのだから――。そしてそのとき語られたことは、まったく真実だった。そのうちで最も大きなことは、あらゆる魂はあらゆる身体より古いということだった――覚えているかね。それとも、少なくともこのことは確かに覚えているだろう――。というのも、よりすぐれ、より古く、より神に似たものが、新しく、より若く、より尊ばれないものより古く、あらゆるところで支配するものが支配されるものより、導くものが導かれるものより古いということは、信じるに足ることなのだから。では、魂は身体より古いというこのことを、受け入れよう。

981

εἰ δʼ ἔχει τοῦτο οὕτως, τό γε πρῶτον ἡμῖν τοῦ πρώτου τῆς γενέσεως πιθανώτερον ἂν εἴη σχεδὸν ὑπηργμένον· καὶ θῶμεν δὴ τὴν ἀρχὴν τῆς ἀρχῆς εὐσχημονέστερον ἔχειν, καὶ τῶν μεγίστων σοφίας περὶ θεῶν γενέσεως ὀρθότατα ἐπιβαίνειν ἡμᾶς. — ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα. — φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν; — ὀρθῶς. — ζῷον μὲν δὴ τὸ τοιοῦτον καλεῖται δικαιότατα; — ναί. — στερεὰ δὲ σώματα λέγεσθαι χρὴ κατὰ τὸν εἰκότα λόγον πέντε, ἐξ ὧν κάλλιστα καὶ ἄριστά τις ἂν πλάττοι, τὸ δὲ ἄλλο γένος ἅπαν ἔχει μορφὴν μίαν· οὐ γάρ ἐστιν ἀσώματον ὅτι τʼ ἄλλο γίγνοιτʼ ἂν καὶ χρῶμα οὐδὲν οὐδαμῶς οὐδέποτʼ ἔχον, πλὴν τὸ θειότατον ὄντως ψυχῆς γένος. τοῦτο δʼ ἐστὶ σχεδὸν ᾧ μόνῳ πλάττειν καὶ δημιουργεῖν προσήκει, σώματι δέ, ὃ λέγομεν, πλάττεσθαι καὶ γίγνεσθαι καὶ ὁρᾶσθαι· τῷ δέ—λέγωμεν πάλιν· οὐ γὰρ ἅπαξ ῥητέον—ἀοράτῳ τε εἶναι καὶ γιγνώσκοντι νοητῷ τε, μνήμης μεταλαβόντι λογισμοῦ τε ἐν περιτταῖς τε καὶ ἀρτίαις ἅμα μεταβολαῖς. πέντε οὖν ὄντων τῶν σωμάτων, πῦρ χρὴ φάναι καὶ ὕδωρ εἶναι καὶ τρίτον ἀέρα, τέταρτον δὲ γῆν, πέμπτον δὲ αἰθέρα, τούτων δʼ ἐν ἡγεμονίαις ἕκαστον ζῷον πολὺ καὶ παντοδαπὸν ἀποτελεῖσθαι. μαθεῖν δὲ καθʼ ἓν ὧδʼ ἔστιν χρεών. γήινον μὲν τιθῶμεν τὸ πρῶτον ἡμῖν ἕν, πάντας μὲν ἀνθρώπους, πάντα δὲ ὅσα πολύποδα καὶ ἄποδα, καὶ ὅσα πορεύσιμα καὶ ὅσα μόνιμα, διειλημμένα ῥίζαις· τὸ δὲ ἓν αὐτοῦ τόδε νομίζειν δεῖ, ὡς πάντα μὲν ἐξ ἁπάντων ταῦτʼ ἔστιν τῶν γενῶν, τὸ δὲ πολὺ τούτου γῆς ἐστιν καὶ τῆς στερεμνίας φύσεως. ἄλλο δὲ χρὴ ζῴου γένος θεῖναι δεύτερον γιγνόμενον ἅμα καὶ δυνατὸν ὁρᾶσθαι· τὸ γὰρ πλεῖστον πυρὸς ἔχει, ἔχει μὴν γῆς τε καὶ ἀέρος, ἔχει δὲ καὶ ἁπάντων τῶν ἄλλων βραχέα μέρη, διὸ δὴ ζῷά τε ἐξ αὐτῶν παντοδαπὰ γίγνεσθαι χρὴ φάναι καὶ ὁρώμενα, νομίσαι δὲ δὴ δεῖ πάλιν τὰ κατʼ οὐρανὸν ζῴων γένη, ὃ δὴ πᾶν χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου, ψυχῆς δʼ εὐδαιμονεστάτης τε καὶ ἀρίστης.

アテナイ人

そして、もしこれがそのとおりであるなら、生成の第一のものの第一のものが、私たちにとってまず始まったということは、ほとんどより信じるに足ることだろう。そして、始まりの始まりがより見事なあり方をしていると立て、神々の生成についての知恵のうち最大のものに、私たちが最も正しく足を踏み入れていると立てよう。

クレイニアス

力の及ぶかぎり、そのように語られたものとしましょう。

アテナイ人

さあ、では、魂と身体との一つの組み合わせが一緒になって一つの形を生み出すとき、それこそが本性に従って最も真実に生き物と呼ばれると言おうか。

クレイニアス

正しいです。

アテナイ人

では、そのようなものが最も正当に生き物と呼ばれるのだね。

クレイニアス

はい。

アテナイ人

そして、ありそうな説明に従えば、立体の物体は五つあると言わなければならない。それらから人は最も美しく最も善いものを形づくるだろう。そして、ほかの種類はすべて一つの形をもっている。というのも、真に最も神的な種類である魂を除いては、物体をもたず、いかなる色も決してもたないようなものは、何一つ生じえないのだから。そしてこの魂こそが、ほとんど、形づくり作り出すことが唯一ふさわしいものであり、他方、物体には、私たちの言うように、形づくられ、生じ、見られることがふさわしい。そして魂には――もう一度言おう。一度だけ言えばよいことではないのだから――、目に見えず、認識し、知性によって捉えられるものであること、記憶と、奇数と偶数の変化における計算とにあずかることがふさわしいのだ。さて、物体は五つあるので、火と水と、第三に空気、第四に土、第五にアイテールだと言わなければならない。そして、これらのそれぞれが優勢を占めることによって、多くのあらゆる種類の生き物が完成されるのだ。一つずつ、次のように学ばなければならない。まず私たちにとっての第一の種類として、土のものを立てよう。すべての人間、すべての多足のものと足のないもの、歩き回るものと、根によって固定されてとどまっているもの。そして、これが一つであるのは次のように考えなければならない。これらはすべてあらゆる種類から成っているが、その大部分は土と固体の本性のものなのだ、と。また、生き物の別の種類を第二のものとして立てなければならない。それは生じるものであると同時に、見られることのできるものだ。というのも、その大部分は火をもっているが、土と空気ももっており、ほかのすべてのもののわずかな部分ももっているのだ。それゆえ、それらからあらゆる種類の、目に見える生き物が生じると言わなければならない。そしてまた、天にある生き物の種類を考えなければならない。それはすべて、星々の神的な種族として生じたと言わなければならない。最も美しい身体と、最も幸福で最善の魂とを得ているのだ。

星々は知性ある神々である982a–984b

982

δυοῖν δὲ αὐτοῖς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν· ἢ γὰρ ἀνώλεθρόν τε καὶ ἀθάνατον ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης, ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδέν τι πλείονος ἂν προσδεῖσθαί ποτε. νοήσωμεν οὖν πρῶτον, ὃ λέγομεν, δύο τὰ τοιαῦτα εἶναι ζῷα—πάλιν γὰρ λέγωμεν—ὁρατὰ μὲν ἀμφότερα, τὸ μὲν ἐκ πυρός, ὡς δόξειεν ἄν, ὅλον, τὸ δʼ ἐκ γῆς, καὶ τὸ μὲν γήινον ἐν ἀταξίᾳ, τὸ δʼ ἐκ πυρὸς ἐν τάξει πάσῃ κινούμενον. τὸ μὲν οὖν ἐν ἀταξίᾳ κινούμενον ἄφρον χρὴ νομίζειν, ὅπερ ὡς τὸ πολὺ δρᾷ τὸ περὶ ἡμᾶς ζῷον, τὸ δὲ ἐν τάξει τε καὶ οὐρανῷ πόρον ἔχον μέγα τεκμήριον χρὴ ποιεῖσθαι τοῦ φρόνιμον εἶναι· κατὰ ταὐτὰ γὰρ ἂν καὶ ὡσαύτως πορευόμενον ἀεὶ καὶ ποιοῦν καὶ πάσχον τεκμήριον ἱκανὸν τοῦ φρονίμως ζῆν εἴη παρεχόμενον. ἡ ψυχῆς δὲ ἀνάγκη νοῦν κεκτημένης ἁπασῶν ἀναγκῶν πολὺ μεγίστη γίγνοιτʼ ἄν—ἄρχουσα γὰρ ἀλλʼ οὐκ ἀρχομένη νομοθετεῖ—τὸ δὲ ἀμετάστροφον, ὅταν ψυχὴ τὸ ἄριστον κατὰ τὸν ἄριστον βουλεύσηται νοῦν, τὸ τέλεον ἐκβαίνει τῷ ὄντι κατὰ νοῦν, καὶ οὐδὲ ἀδάμας ἂν αὐτοῦ κρεῖττον οὐδὲ ἀμεταστροφώτερον ἄν ποτε γένοιτο, ἀλλʼ ὄντως τρεῖς Μοῖραι κατέχουσαι φυλάττουσι τέλεον εἶναι τὸ βελτίστῃ βουλῇ βεβουλευμένον ἑκάστοις θεῶν. τοῖς δὲ ἀνθρώποις ἐχρῆν τεκμήριον εἶναι τοῦ νοῦν ἔχειν ἄστρα τε καὶ σύμπασαν ταύτην τὴν διαπορείαν, ὅτι τὰ αὐτὰ ἀεὶ πράττει διὰ τὸ βεβουλευμένα πάλαι πράττειν θαυμαστόν τινα χρόνον ὅσον, ἀλλʼ οὐ μεταβουλευόμενον ἄνω καὶ κάτω, τοτὲ μὲν ἕτερα, ἄλλοτε δὲ ἄλλα πρᾶττον, πλανᾶσθαί τε καὶ μετακυκλεῖσθαι. τοῦθʼ ἡμῶν τοῖς πολλοῖς αὐτὸ τοὐναντίον ἔδοξεν, ὅτι τὰ αὐτὰ καὶ ὡσαύτως πράττει, ψυχὴν οὐκ ἔχειν· οὕτω τοῖς ἄφροσι συνεφέσπετο τὸ πλῆθος, ὡς τὸ μὲν ἀνθρώπινον ἔμφρον καὶ ζῶν ὡς κινούμενον ὑπολαβεῖν, τὸ δὲ θεῖον ἄφρον ὡς μένον ἐν ταῖς αὐταῖς φοραῖς· ἐξῆν δὲ ἀνθρώπῳ γε ἐπὶ τὰ καλλίω καὶ βελτίω καὶ φίλα τιθεμένῳ λαμβάνειν ὡς διὰ τοῦτο αὐτὸ ἔμφρον δεῖ νομίζειν τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ διὰ ταὐτὰ πρᾶττον ἀεί, τοῦτο δʼ εἶναι τὴν τῶν ἄστρων φύσιν, ἰδεῖν μὲν καλλίστην, πορείαν δὲ καὶ χορείαν πάντων χορῶν καλλίστην καὶ μεγαλοπρεπεστάτην χορεύοντα πᾶσι τοῖς ζῶσι τὸ δέον ἀποτελεῖν.

アテナイ人

そしてそれらには、二つの運命のうちの一方を、ほとんど思わくによって割り当てなければならない。すなわち、それらのそれぞれは不滅で不死であり、まったく必然的に神的であるか、あるいは、それぞれに十分な、長い寿命の生をもっていて、それ以上の生を何一つ決して必要としないか、そのどちらかである。

では、まず、私たちの言うように、そのような生き物が二つあると考えよう――もう一度言おう――。どちらも目に見えるが、一方は、思われるところでは、全体が火から、他方は土からできていて、土のものは無秩序のうちに、火からのものはあらゆる秩序のうちに動いている。さて、無秩序のうちに動くものは愚かだと考えなければならない。私たちのまわりの生き物がたいていそうしているように。他方、秩序のうちに、天に道をもつものは、思慮あるものであることの大きな証拠とみなさなければならない。というのも、同じ仕方で同じように、常に進み、はたらきかけ、はたらきかけられるものは、思慮をもって生きていることの十分な証拠を示しているだろうから。知性(ヌース)を得た魂の必然は、あらゆる必然のうちではるかに最大のものとなるだろう――支配するのであって支配されるのではなく、法を定めるのだから――。そして、魂が最善の知性に従って最善のことを熟慮したときの、取り消しえないもの、それは真に知性に従って完全なものとなるのであり、鋼(アダマス)でさえそれより強く、より取り消しえないものには決してならないだろう。まさに三柱のモイライがそれをしっかりとつかんで、それぞれの神々によって最善の熟慮によって熟慮されたことが完全なものとなるよう守っているのだ。そして人間たちには、星々とこの運行全体とが、知性をもっていることの証拠であるべきだった。それらは、驚くべきほどの長い時間にわたって、昔に熟慮されたことを行うゆえに、常に同じことを行うのであって、上へ下へと熟慮し直して、あるときはこれ、あるときはあれと行って、さまよい、回り道をするのではないのだから。ところが私たちの多くには、まさに反対のことが思われた。それらが同じことを同じように行うから、魂をもたないのだ、と。こうして大衆は愚か者たちに従い、人間的なものは動き回るから思慮あり生きていると受け取り、神的なものは同じ運行にとどまるから愚かだと受け取った。だが、人間は、より美しく、より善く、より親しいものの側に立つなら、まさにそのゆえにこそ、常に同じ仕方で、同じように、同じ理由で行うものを思慮あるものとみなさなければならないと受け取ることができたのだ。そしてそれこそが星々の本性であり、見るに最も美しく、あらゆる合唱のうちで最も美しく最も壮大な行進と合唱舞踏を舞いながら、すべての生きるものに対して、なすべきことを成し遂げているのだ。

983

καὶ μὴν ὅτι γε δικαίως ἔμψυχα αὐτὰ λέγομεν, πρῶτον τὸ μέγεθος αὐτῶν διανοηθῶμεν. οὐ γάρ, ὡς σμικρὰ φαντάζεται, τηλικαῦτα ὄντως ἐστίν, ἀλλʼ ἀμήχανον ἕκαστον αὐτῶν τὸν ὄγκον—πιστεῦσαι δʼ ἄξιον· ἀποδείξεσιν γὰρ ἱκαναῖς λαμβάνεται—τὸν γὰρ ἥλιον ὅλον τῆς γῆς ὅλης μείζω διανοηθῆναι δυνατὸν ὀρθῶς, καὶ πάντα δὴ τὰ φερόμενα ἄστρα θαυμαστόν τι μέγεθος ἔχει. λάβωμεν δὴ τίς τρόπος ἂν εἴη τοσοῦτον περιφέρειν ὄγκον τινὰ φύσιν τὸν αὐτὸν ἀεὶ χρόνον, ὅσον καὶ νῦν περιφέρεται. θεὸν δή φημι τὸν αἴτιον ἔσεσθαι, καὶ οὔποθʼ ἑτέρως εἶναι δυνατόν· ἔμψυχον μὲν γὰρ οὔποτε γένοιτʼ ἂν ἑτέρᾳ πλὴν διὰ θεόν, ὡς ἡμεῖς ἀπεφηνάμεθα. ὅτε δὲ τοῦτο οἷός τέ ἐστιν θεός, ἅπασα αὐτῷ ῥᾳστώνη γέγονεν τοῦ πρῶτον μὲν ζῷον γεγονέναι πᾶν σῶμα καὶ ὄγκον σύμπαντα, ἔπειτα, ᾗπερ ἂν διανοηθῇ βέλτιστα, ταύτῃ φέρειν. νῦν δὴ περὶ ἁπάντων τούτων ἕνα λόγον λέγοιμεν ἀληθῆ· οὐκ ἔστιν γῆν τε καὶ οὐρανὸν ἅπαντάς τε ἀστέρας ὄγκους τε ἐκ τούτων σύμπαντας, μὴ ψυχῆς πρὸς ἑκάστῳ γενομένης ἢ καὶ ἐν ἑκάστοις, εἶτα εἰς ἀκρίβειαν κατʼ ἐνιαυτὸν οὕτω πορεύεσθαι κατὰ μῆνάς τε καὶ ἡμέρας, καὶ σύμπαντα τὰ γιγνόμενα σύμπασιν ἡμῖν ἀγαθὰ γίγνεσθαι. δεῖ δέ, ὅσῳ φλαυρότερόν ἐστʼ ἄνθρωπος, μή τοι ληροῦντά γε, σαφῶς δέ τι λέγοντα φαίνεσθαι. ῥύμας μὲν οὖν εἴ τις αἰτίας τινὰς ἐρεῖ σωμάτων ἢ φύσεις ἤ τι τοιοῦτον, οὐδὲν σαφὲς ἐρεῖ· τὸ δὲ παρʼ ἡμῶν εἰρημένον σφόδρʼ ἀναλαβεῖν χρή, πότερον ἔχει λόγον ὁ λόγος ἢ πάντως ὑστερεῖ, τὸ πρῶτον μὲν τὰ ὄντα εἶναι δύο, τὸ μὲν ψυχήν, τὸ δὲ σῶμα, καὶ πολλὰ ἑκατέρου, πάντα δὲ ἀλλήλων ἄλλα καὶ ἑκάτερα ἑκατέρων, καὶ τρίτον ἄλλο οὐδὲν κοινὸν οὐδενί, διαφέρειν δὲ ψυχὴν σώματος. ἔμφρον μέν που, τὸ δὲ ἄφρον θήσομεν, ἄρχον δέ, τὸ δὲ ἀρχόμενον, καὶ τὸ μὲν αἴτιον ἁπάντων, τὸ δὲ ἀναίτιον πάσης πάθης· ὥστε τά γε δὴ κατʼ οὐρανὸν ὑπʼ ἄλλου του φάναι γεγονέναι, καὶ μὴ ψυχῆς τε καὶ σώματος οὕτως εἶναι γεννήματα, πολλὴ μωρία τε καὶ ἀλογία. εἰ δʼ οὖν δεῖ νικᾶν τοὺς περὶ ἁπάντων τῶν τοιούτων λόγους καὶ πιστῶς θεῖα φαίνεσθαι γεγονέναι τὰ τοιαῦτα σύμπαντα, δυοῖν τοι θάτερα θετέον αὐτά·

アテナイ人

また、私たちがそれらを魂あるものと呼ぶのが正当であることについて、まずその大きさを考えてみよう。というのも、それらは小さく見えるほどの大きさであるのではなく、その塊のそれぞれは途方もないものなのだ――それは信じるに値する。十分な論証によって捉えられているのだから――。というのも、太陽全体は大地全体より大きいと正しく考えることができるし、運行するすべての星々も驚くべき大きさをもっているのだ。では、何らかの本性が、これほどの塊を、今も運ばれているのと同じ時間、常に運び巡らせるのは、どのような仕方によるのかを捉えてみよう。私は言う、神こそがその原因であろうし、それ以外の仕方ではありえない、と。というのも、私たちが明らかにしたように、神によらずには、決して別の仕方で魂あるものとはならないのだから。そして、神がこれをすることができるのであれば、神にとっては、まずあらゆる物体とあらゆる塊が生き物となること、次に、神が最善だと考える仕方でそれを運ぶことは、まったくたやすいことだったのだ。さて今、これらすべてについて、一つの真実の説明を語ろう。大地と天と、すべての星々と、それらからなるすべての塊とが、それぞれに、あるいはそれぞれのうちに魂が生じることなしに、年ごとに、月ごと日ごとに、これほど正確に進み、生じるすべてのことが私たち皆にとって善いものとなる、ということはありえないのだ。

そして、人間が劣ったものであればあるほど、たわごとを言うのではなく、何かはっきりしたことを言っているように見えなければならない。さて、もし人が、物体の何らかの流れや本性やそのようなものを原因として語るなら、何もはっきりしたことは言わないだろう。だが、私たちの語ったことは、十分に取り上げ直さなければならない。その議論に理があるのか、それともまったく劣っているのか。すなわち、まず存在するものは二つ、一方は魂、他方は物体であり、それぞれに多くのものがあり、すべてが互いに異なり、それぞれが他方のものとも異なっていて、ほかに両者に共通な第三のものは何もなく、魂は物体と異なっている、ということだ。一方を思慮あるもの、他方を思慮なきものとし、一方を支配するもの、他方を支配されるものとし、一方をあらゆるものの原因、他方をいかなる受動の原因でもないものとしよう。だから、天にあるものが何か別のものによって生じたと言い、それらがこのようにして魂と物体の生み出したものではないと言うのは、大いなる愚かさであり、不合理なのだ。さて、もしこのようなすべてのことについての議論が勝利を収め、このようなものがすべて神的に生じたことが信じるに足るように見えなければならないのなら、それらは二つのうちのどちらかとして立てなければならない。

984

ἢ γὰρ θεοὺς αὐτοὺς ταῦτα ὑμνητέον ὀρθότατα, ἢ θεῶν εἰκόνας ὡς ἀγάλματα ὑπολαβεῖν γεγονέναι, θεῶν αὐτῶν ἐργασαμένων· οὐ γὰρ ἀνοήτων γε οὐδὲ βραχέος ἀξίων, ἀλλʼ ὅπερ εἰρήκαμεν, τούτων ἡμῖν θάτερα θετέα, τὰ δὲ τεθέντα τιμητέον πάντων ἀγαλμάτων διαφερόντως· οὐ γὰρ μήποτε φανῇ καλλίω καὶ κοινότερα συμπάντων ἀνθρώπων ἀγάλματα, οὐδʼ ἐν διαφέρουσιν τόποις ἱδρυμένα, καθαριότητι καὶ σεμνότητι καὶ συμπάσῃ ζωῇ διαφέροντα ἢ ταύτῃ ὡς πάντῃ ταύτῃ γεγένηται.

アテナイ人

すなわち、それらを神々そのものとして最も正しく讃えるべきか、あるいは神々の似姿として、神々自身が作った神像のように生じたものと受け取るべきか、だ。というのも、愚かな者たちや、わずかな値打ちしかない者たちの作ったものではないのだから。むしろ、私たちの言ったように、これらのうちどちらかを立てなければならず、立てたものは、あらゆる神像にもまして尊ばなければならない。というのも、全人類にとってこれより美しく、より共通な神像は決して現れないだろうし、別々の場所に据えられて、清らかさと荘厳さと生命全体において、これほどまさっているものもないだろう。これはあらゆる点でこのようにして生じたのだから。

ダイモーンたち――天と人とを結ぶ者984b–986a

984b

νῦν οὖν δὴ περὶ θεῶν ἐγχειρῶμεν τό γε τοσοῦτον, τὰ δύο κατιδόντες ζῷα ὁρατὰ ἡμῖν, ἅ φαμεν ἀθάνατον, τὸ δὲ γήινον ἅπαν θνητὸν γεγονέναι, τὰ τρία τὰ μέσα τῶν πέντε τὰ μεταξὺ τούτων σαφέστατα κατὰ δόξαν τὴν ἐπιεικῆ γεγονότα πειραθῆναι λέγειν. αἰθέρα μὲν γὰρ μετὰ τὸ πῦρ θῶμεν, ψυχὴν δʼ ἐξ αὐτοῦ τιθῶμεν πλάττειν ζῷα δύναμιν ἔχοντα, ὥσπερ τῶν ἄλλων γενῶν, τὸ πολὺ μὲν τῆς αὐτοῦ φύσεως, τὰ δὲ σμικρότερα συνδέσμου χάριν ἐκ τῶν ἄλλων γενῶν· μετὰ δὲ τὸν αἰθέρα ἐξ ἀέρος πλάττειν τὴν ψυχὴν γένος ἕτερον ζῴων, καὶ τὸ τρίτον ἐξ ὕδατος. πάντα δὲ δημιουργήσασαν ταῦτα ψυχὴν ζῴων εἰκὸς ὅλον οὐρανὸν ἐμπλῆσαι, χρησαμένην πᾶσι τοῖς γένεσι κατὰ δύναμιν, πάντων μὲν μετόχων τοῦ ζῆν γεγονότων· δεύτερα δὲ καὶ τρίτα καὶ τέταρτα καὶ πέμπτα, ἀπὸ θεῶν τῶν φανερῶν ἀρξάμενα γενέσεως, εἰς ἡμᾶς τοὺς ἀνθρώπους ἀποτελευτᾶν. θεοὺς μὲν δή, Δία τε καὶ Ἥραν καὶ τοὺς ἄλλους πάντας, ὅπῃ τις ἐθέλει, ταύτῃ κατὰ τὸν αὐτὸν τιθέσθω νόμον καὶ πάγιον ἐχέτω τοῦτον τὸν λόγον· θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντῃ, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος, ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.

アテナイ人

さて今、神々について、少なくともこれだけのことを試みよう。私たちに見える二つの生き物――一方を私たちは不死と言い、土のものはすべて死すべきものとして生じたと言う――を見て取ったうえで、五つのうちの中間の三つ、これらの間にあるものについて、ふさわしい思わくに従って、最もはっきりと生じたものとして語ることを試みよう。すなわち、火の次にアイテールを立て、魂がそれから、力をもつ生き物を形づくると立てよう。ほかの種類の場合と同じように、その大部分は自分自身の本性から、より小さい部分は結び合わせのためにほかの種類から成る。そしてアイテールの次には、魂は空気から別の種類の生き物を形づくり、第三のものを水から形づくる。そして、これらすべてを作り出した魂は、天全体を生き物で満たしたと考えるのがもっともだ。力の及ぶかぎりあらゆる種類を用いて、すべてが生きることにあずかるものとして生じたのだから。そして第二、第三、第四、第五のものは、目に見える神々から生成を始めて、私たち人間に至って終わるのだ。

さて神々、つまりゼウスやヘラやほかのすべての神々については、人は望むように、同じ法に従って立て、この説を固く保つがよい。だが、目に見える神々、最も大きく、最も尊く、あらゆる方向を最も鋭く見る神々、その第一のものとしては、星々の本性と、それらとともに生じたと私たちが感じるかぎりのものを語らなければならない。そしてその後に、それらの下に順に、ダイモーンたち、空気の種族――第三の中間の座を占め、伝達(ヘルメーネイア)の原因となるもの――を、吉兆ある往来のために、祈りによって大いに尊ばなければならない。

985

τῶν δὲ δύο τούτων ζῴων, τοῦ τʼ ἐξ αἰθέρος ἐφεξῆς τε ἀέρος ὄν, διορώμενον ὅλον αὐτῶν ἑκάτερον εἶναι—παρὸν δὴ πλησίον οὐ κατάδηλον ἡμῖν γίγνεσθαι—μετέχοντα δὲ φρονήσεως θαυμαστῆς, ἅτε γένους ὄντα εὐμαθοῦς τε καὶ μνήμονος, γιγνώσκειν μὲν σύμπασαν τὴν ἡμετέραν αὐτὰ διάνοιαν λέγωμεν, καὶ τόν τε καλὸν ἡμῶν καὶ ἀγαθὸν ἅμα θαυμαστῶς ἀσπάζεσθαι καὶ τὸν σφόδρα κακὸν μισεῖν, ἅτε λύπης μετέχοντα ἤδη—θεὸν μὲν γὰρ δὴ τὸν τέλος ἔχοντα τῆς θείας μοίρας ἔξω τούτων εἶναι, λύπης τε καὶ ἡδονῆς, τοῦ δὲ φρονεῖν καὶ τοῦ γιγνώσκειν κατὰ πάντα μετειληφέναι— καὶ συμπλήρους δὴ ζῴων οὐρανοῦ γεγονότος, ἑρμηνεύεσθαι πρὸς ἀλλήλους τε καὶ τοὺς ἀκροτάτους θεοὺς πάντας τε καὶ πάντα, διὰ τὸ φέρεσθαι τὰ μέσα τῶν ζῴων ἐπί τε γῆν καὶ ἐπὶ τὸν ὅλον οὐρανὸν ἐλαφρᾷ φερόμενα ῥύμῃ. τὸ δὲ ὕδατος πέμπτον ὂν ἡμίθεον μὲν ἀπεικάσειεν ἄν τις ὀρθῶς ἀπεικάζων ἐξ αὐτοῦ γεγονέναι, καὶ τοῦτʼ εἶναι τοτὲ μὲν ὁρώμενον, ἄλλοτε δὲ ἀποκρυφθὲν ἄδηλον γιγνόμενον, θαῦμα κατʼ ἀμυδρὰν ὄψιν παρεχόμενον. τούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων, ὅπῃ τινὲς ἐνέτυχον ἡμῶν, ἢ καθʼ ὕπνον ἐν ὀνειροπολίᾳ προστυχόντες, ἢ κατὰ φήμας τε καὶ μαντείας λεχθέν τισιν ἐν ἀκοαῖς ὑγιαίνουσιν ἢ καὶ κάμνουσιν, ἢ καὶ τελευτῇ βίου προστυχέσι γενομένοις, ἰδίᾳ τε καὶ δημοσίᾳ δόξας παραγενομένας, ὅθεν ἱερὰ πολλὰ πολλῶν γέγονεν, τὰ δὲ γενήσεται, τούτων πάντων νομοθέτης, ὅστις νοῦν κέκτηται καὶ τὸν βραχύτατον, οὔποτε μὴ τολμήσῃ καινοτομῶν, ἐπὶ θεοσέβειαν ἥτις μὴ σαφὲς ἔχει τι τρέψαι πόλιν ἑαυτοῦ· καὶ μὴν οὐδʼ ὧν ὁ πάτριος νόμος εἴρηκεν περὶ θυσιῶν ἀποκωλύσει, μηδὲν τὸ παράπαν εἰδώς, ὥσπερ οὐδʼ ὂν δυνατὸν εἰδέναι τῇ θνητῇ φύσει τῶν τοιούτων πέρι. τοὺς δὲ ὄντως ἡμῖν φανεροὺς ὄντας θεοὺς ἆρʼ οὐχ αὑτὸς λόγος ἔχει κακίστους εἶναι τοὺς μὴ τολμῶντας λέγειν ἡμῖν καὶ φανεροὺς ποιεῖν ἀνοργιάστους τε ὄντας ἑτέρους θεοὺς καὶ τιμὰς μὴ δεχομένους τὰς προσηκούσας αὐτοῖς; νῦν δὲ δὴ συμβαίνει γιγνόμενον ἅμα τὸ τοιοῦτον·

アテナイ人

そして、これら二つの生き物、つまりアイテールからのものと、その次の空気からのもの、そのそれぞれは全体が透けて見えるもので――すぐ近くにいても、私たちには見分けがつかない――、驚くべき思慮にあずかっている。学びが早く記憶のよい種族なのだから。彼らは私たちの考えをすべて知っており、私たちのうちの美しく善い者を驚くほど歓迎し、ひどく悪い者を憎む、と言おう。彼らはすでに苦痛にあずかっているのだから――というのも、神的な運命の完成を得た神は、これら、つまり苦痛と快楽の外にあり、思慮することと知ることに、あらゆる点であずかっているのだ――。そして天が生き物で満たされたので、それらは互いに、また最も高い神々に、あらゆることとあらゆる者を伝え合うのだ。中間の生き物たちは、大地へも天全体へも、軽やかな勢いで運ばれるのだから。そして第五の水のものを、人が正しく推し量るなら、半神がそれから生じたと推し量るだろう。それは、あるときは見え、あるときは隠れて見えなくなり、おぼろげな姿で驚きをもたらすものだ。さて、これら真に存在する五つの生き物について、私たちのうちのある者が出会ったところ――眠りのなかで夢に出会ったり、健康な者や病む者が噂や予言によって語られるのを耳にしたり、あるいは生の終わりに出会ったりして――、私的にも公的にも思わくが生じ、そこから多くの人々の多くの神殿が生じ、また生じるであろうが、これらすべてについて、わずかでも知性をもつ立法者なら、決して、新奇なことを企てて、はっきりしたところのない神への畏敬へと自分の国を向けようとはしないだろう。また、父祖の法が犠牲について語っていることを妨げることもしないだろう。このようなことについては死すべき本性には知ることができないように、何一つ知らないのだから。だが、真に私たちの目に明らかな神々について、それらが祭儀を受けず、ふさわしい名誉を受け取っていない、別の神々であることを私たちに語り、明らかにする勇気のない者たちは、最も悪い者だと、同じ議論が言うのではないか。ところが今、まさにそのようなことが同時に起こっているのだ。

986

οἷον γὰρ εἴ ποτέ τις ἡμῶν ἥλιον ἢ σελήνην ἑωρακὼς ἦν γιγνομένους ἐφορῶντάς τε ἡμᾶς πάντας, καὶ μὴ ἔφραζεν ἀδύνατος ὤν πῃ φράζειν, τιμῆς τε ἀμοίρους ὄντας ἅμα καὶ μὴ προθυμοῖτο τό γε αὑτοῦ μέρος, εἰς ἔντιμον χώραν καταφανεῖς ἄγων αὐτούς, ἑορτάς τε αὐτοῖς γίγνεσθαι ποιεῖν καὶ θυσίας, ἀπολαμβανόμενόν τε χρόνον ἑκάστοις μειζόνων καὶ ἐλαττόνων πολλάκις ἐνιαυτῶν ὥρας διανέμειν, ἆρʼ οὐκ ἂν κακὸς ἑαυτῷ τε καὶ ἄλλῳ τῷ γιγνώσκοντι λεγόμενος ἐν δίκῃ συνεδόκει λέγεσθαί ποτʼ ἄν; — πῶς γὰρ οὔκ, ὦ ξένε; κάκιστος μὲν οὖν.

アテナイ人

というのも、たとえば、もし私たちのうちの誰かが、太陽や月が生じて私たちすべてを見守っているのを見ていながら、どうにかして語ることができないために語らず、それらが名誉にあずかっていないのに、自分の分として、それらを明らかにして名誉ある地位へと導き、それらのために祭りや犠牲が行われるようにし、それぞれに、より長い年とより短い年の時期を何度も区切って、時を割り振ろうと熱心にならないとしたら、その人は、自分自身にとっても、それを知るほかの誰かにとっても、悪い者だと言われて、それが正当に言われていると思われるのではないだろうか。

クレイニアス

もちろんです、客人よ。最も悪い者です。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、論理関係を可能な限り残した逐語寄りの独自訳です。読みやすさのため、原文中の話者交替を日本語訳では明示しています。『エピノミス』は古代からプラトン全集に収められてきましたが、オプスのピリッポスの作とする説が有力です。

話し手は『法律』と同じく、アテナイからの客人(アテナイ人)とクレタのクレイニアスです。980c–dで「不敬虔な者たちに向けた議論」と言われているのは『法律』第10巻の議論を指します。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第1部 人間の幸福と知恵の探究目次へ戻る次へ →第3部 天体の秩序と真の知恵

PR関連する本

  • ソクラテスの弁明・クリトン (岩波文庫) [ プラトン ]楽天市場で見る
  • 国家 上 (岩波文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について