πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν. — ἀλλʼ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν; — καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο. — τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι. — οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις. — τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου; — ἐπʼ αὐτό γέ τοι τοῦτο πάρεσμεν. — οὐκοῦν ὅταν βούλησθε παρʼ ἐμὲ ἥκειν οἴκαδε· παρʼ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν. — εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλʼ ἆρα ἐθελήσειεν ἂν ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρʼ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω. — οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτʼ ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι. — ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν. — τί ἔρωμαι; — ὅστις ἐστίν. — πῶς λέγεις; — ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω; — μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ; — ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν. — ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία. — πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν. — νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν. — τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι; — τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς; — οὐδέν· ἀλλʼ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου. — Ἐρώτα. — ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον; — πάνυ γε. — ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν. — ναί. — εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν; — δῆλον ὅτι ζωγράφον. — νῦν δʼ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν; — ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν.
戦争や戦いには、ソクラテス、こんなふうにあずかるべきだと言われているね。
それでは、ことわざにあるように、祭りの後にやって来て、遅れてしまったのかね。
それも、まったく洗練された祭りのね。というのも、ゴルギアスが少し前に、私たちに多くの立派なことを披露したのだから。
それについては、カリクレス、ここにいるカイレポンのせいなのだ。私たちに広場で時を過ごさせたのだから。
何でもないことです、ソクラテス。私が癒しもしましょう。ゴルギアスは私の友人ですから、もしよければ今、あるいはお望みなら別の機会に、私たちに披露してくれるでしょう。
どうしたのかね、カイレポン。ソクラテスはゴルギアスの話を聞きたがっているのかね。
まさにそのために、私たちは来ているのです。
それなら、君たちが望むときに、私の家へ来たまえ。ゴルギアスは私のところに泊まっているので、君たちに披露してくれるだろう。
よいことを言ってくれる、カリクレス。だが、あの人は私たちと問答してくれるだろうか。というのも、あの人から、その人の技術の力が何であり、何を公言し教えているのかを聞きたいのだ。ほかの披露は、君の言うように、別の機会にしてもらいたい。
本人に尋ねるにまさることはないよ、ソクラテス。というのも、それもあの人の披露の一つだったのだから。少なくともさっき、中にいる者たちのうち誰でも望む者に何でも尋ねるよう促し、すべてに答えようと言っていたのだ。
それはよいことを言ってくれる。カイレポン、あの人に尋ねてくれたまえ。
何を尋ねましょうか。
あの人が何者であるかを。
どういう意味ですか。
ちょうど、もしあの人がたまたま履物の職人であったなら、きっと君に、靴作りだと答えたであろうようにね。それとも、私の言うことがわからないかね。
わかります、尋ねましょう。言ってください、ゴルギアス。ここにいるカリクレスが、あなたは誰が何を尋ねても答えると公言している、と言うのは本当ですか。
本当だよ、カイレポン。じっさい、さっきもまさにそれを公言していたのだ。そして言うが、もう何年ものあいだ、誰も私に何一つ新しいことを尋ねた者はいないのだ。
それなら、きっと、たやすく答えるのでしょうね、ゴルギアス。
それを試してみることができるよ、カイレポン。
ゼウスにかけて。だが、カイレポン、もしよければ、私を試してください。ゴルギアスはもう疲れてしまっているように私には思われるからです。さっき多くのことを話し終えたばかりなのですから。
どうしたのかね、ポロス。君は、ゴルギアスより立派に答えられると思うのかね。
それがどうしたというのです。少なくともあなたにとって十分なら。
何でもない。だが、君が望むのだから、答えてくれたまえ。
尋ねてください。
では尋ねよう。もしゴルギアスが、彼の兄弟ヘロディコスと同じ技術の知識をもっていたとしたら、私たちは彼を正当に何と呼ぶだろうか。あの人と同じ名前ではないか。
まったくそうです。
それでは、彼は医者であると言えば、私たちは正しく言っていることになるだろう。
はい。
では、もし彼が、アグラオポンの子アリストポンやその兄弟と同じ技術に通じていたとしたら、私たちは彼を何と呼べば正しいだろうか。
明らかに、画家です。
では今、彼は何の技術の知識をもっているのだから、何と呼べば私たちは正しく呼ぶことになるだろうか。
カイレポン、人間たちのあいだには、経験から経験によって見いだされた多くの技術があります。というのも、経験は私たちの生涯を技術にしたがって進ませ、無経験は偶然にしたがって進ませるのですから。そして、これらのそれぞれに、ある者はあるものに、別の者は別のものに、別々の仕方であずかり、最もすぐれたものには最もすぐれた者たちがあずかるのです。ここにいるゴルギアスもその一人であり、技術のうちで最も美しいものにあずかっているのです。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…