ἀλλʼ ἐμοὶ μὲν οὐ δοκεῖ, ὦ Σώκρατες, χρῆναί πω ἀπιέναι, ἀλλὰ διεξελθεῖν σε τὸν λόγον· φαίνεται δέ μοι καὶ τοῖς ἄλλοις δοκεῖν. βούλομαι γὰρ ἔγωγε καὶ αὐτὸς ἀκοῦσαί σου αὐτοῦ διιόντος τὰ ἐπίλοιπα. — ἀλλὰ μὲν δή, ὦ Γοργία, καὶ αὐτὸς ἡδέως μὲν ἂν Καλλικλεῖ τούτῳ ἔτι διελεγόμην, ἕως αὐτῷ τὴν τοῦ Ἀμφίονος ἀπέδωκα ῥῆσιν ἀντὶ τῆς τοῦ Ζήθου· ἐπειδὴ δὲ σύ, ὦ Καλλίκλεις, οὐκ ἐθέλεις συνδιαπερᾶναι τὸν λόγον, ἀλλʼ οὖν ἐμοῦ γε ἀκούων ἐπιλαμβάνου, ἐάν τί σοι δοκῶ μὴ καλῶς λέγειν. καί με ἐὰν ἐξελέγχῃς, οὐκ ἀχθεσθήσομαί σοι ὥσπερ σὺ ἐμοί, ἀλλὰ μέγιστος εὐεργέτης παρʼ ἐμοὶ ἀναγεγράψῃ. — λέγε, ὠγαθέ, αὐτὸς καὶ πέραινε. — ἄκουε δὴ ἐξ ἀρχῆς ἐμοῦ ἀναλαβόντος τὸν λόγον. ἆρα τὸ ἡδὺ καὶ τὸ ἀγαθὸν τὸ αὐτό ἐστιν;—οὐ ταὐτόν, ὡς ἐγὼ καὶ Καλλικλῆς ὡμολογήσαμεν.—πότερον δὲ τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ πρακτέον, ἢ τὸ ἀγαθὸν ἕνεκα τοῦ ἡδέος;—τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ.—ἡδὺ δέ ἐστιν τοῦτο οὗ παραγενομένου ἡδόμεθα, ἀγαθὸν δὲ οὗ παρόντος ἀγαθοί ἐσμεν;—πάνυ γε.—ἀλλὰ μὴν ἀγαθοί γέ ἐσμεν καὶ ἡμεῖς καὶ τἆλλα πάντα ὅσʼ ἀγαθά ἐστιν, ἀρετῆς τινος παραγενομένης;—ἔμοιγε δοκεῖ ἀναγκαῖον εἶναι, ὦ Καλλίκλεις.—ἀλλὰ μὲν δὴ ἥ γε ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος καὶ ψυχῆς αὖ καὶ ζῴου παντός, οὐ τῷ εἰκῇ κάλλιστα παραγίγνεται, ἀλλὰ τάξει καὶ ὀρθότητι καὶ τέχνῃ, ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν· ἆρα ἔστιν ταῦτα;—ἐγὼ μὲν γάρ φημι.— τάξει ἆρα τεταγμένον καὶ κεκοσμημένον ἐστὶν ἡ ἀρετὴ ἑκάστου;—φαίην ἂν ἔγωγε.—κόσμος τις ἄρα ἐγγενόμενος ἐν ἑκάστῳ ὁ ἑκάστου οἰκεῖος ἀγαθὸν παρέχει ἕκαστον τῶν ὄντων;—ἔμοιγε δοκεῖ.—καὶ ψυχὴ ἄρα κόσμον ἔχουσα τὸν ἑαυτῆς ἀμείνων τῆς ἀκοσμήτου;—ἀνάγκη.—ἀλλὰ μὴν ἥ γε κόσμον ἔχουσα κοσμία;—πῶς γὰρ οὐ μέλλει;—
いや、私にはまだ立ち去るべきだとは思えませんよ、ソクラテス。むしろあなたが議論を最後まで論じ通すべきだと思います。ほかの人たちもそう考えているように見えます。私自身、あなたご自身が残りの部分を論じていくのを聞きたいのです。
いや、ゴルギアス、私自身も、このカリクレスとなお喜んで問答を続けたいところでした。ゼトスの台詞の代わりにアンピオンの台詞を彼に返してやるまではね。だが、カリクレス、君は議論を一緒に最後までやり通そうとしないのだから、せめて私の言うことを聞きながら、私が何か正しくないことを言っていると思ったら、つかまえて反論してくれたまえ。そして、もし君が私を論駁しても、君が私に対してそうしたように、私が君に腹を立てることはない。むしろ君は、私のもとで最大の恩人として記録されることになるだろう。
言いたまえ、君、自分で、そして最後までやり通したまえ。
では聞きたまえ、私が議論を始めから取り上げ直すのを。快いものと善いものとは同じものだろうか。――同じではない、私とカリクレスとが同意したように。――では、快いものは善いもののためになすべきなのか、それとも善いものが快いもののためになのか。――快いものが善いもののためにだ。――そして快いものとは、それがそばに来ると私たちが快く感じるもののことであり、善いものとは、それがそこにあると私たちが善くあるもののことではないか。――まったくそうだ。――ところで、私たちも、またほかのすべての善いものも、善くあるのは、何らかの徳(アレテー)がそばに来ることによってではないか。――私には、それは必然だと思われる、カリクレス。――ところがまた、それぞれのものの徳は、道具のでも、身体のでも、また魂のでも、あらゆる生き物のでも、行き当たりばったりに最も見事にそなわるのではなく、それぞれに割り当てられている秩序と正しさと技術によってそなわるのだ。これはそうだろうか。――私はそうだと言う。――それゆえ、それぞれのものの徳とは、秩序によって整えられ、秩序づけられたものなのだろうか。――私はそう言うだろう。――それゆえ、それぞれのもののうちに生じた、それぞれに固有のある種の秩序(コスモス)が、存在するもののそれぞれを善いものにするのだろうか。――私にはそう思われる。――それゆえまた、魂も、自分自身の秩序をもつものは、秩序のないものよりすぐれているのではないか。――必然だ。――ところが、秩序をもつ魂は、秩序ある魂だろう。――どうしてそうでないことがあろうか。――


コメント
まだコメントはありません。
コメントを読み込んでいます…