εἰπέ μοι, ὦ Χαιρεφῶν, σπουδάζει ταῦτα Σωκράτης ἢ παίζει; — ἐμοὶ μὲν δοκεῖ, ὦ Καλλίκλεις, ὑπερφυῶς σπουδάζειν· οὐδὲν μέντοι οἷον τὸ αὐτὸν ἐρωτᾶν. — νὴ τοὺς θεοὺς ἀλλʼ ἐπιθυμῶ. εἰπέ μοι, ὦ Σώκρατες, πότερόν σε θῶμεν νυνὶ σπουδάζοντα ἢ παίζοντα; εἰ μὲν γὰρ σπουδάζεις τε καὶ τυγχάνει ταῦτα ἀληθῆ ὄντα ἃ λέγεις, ἄλλο τι ἢ ἡμῶν ὁ βίος ἀνατετραμμένος ἂν εἴη τῶν ἀνθρώπων καὶ πάντα τὰ ἐναντία πράττομεν, ὡς ἔοικεν, ἢ ἃ δεῖ; — ὦ Καλλίκλεις, εἰ μή τι ἦν τοῖς ἀνθρώποις πάθος, τοῖς μὲν ἄλλο τι, τοῖς δὲ ἄλλο τι ἢ τὸ αὐτό, ἀλλά τις ἡμῶν ἴδιόν τι ἔπασχεν πάθος ἢ οἱ ἄλλοι, οὐκ ἂν ἦν ῥᾴδιον ἐνδείξασθαι τῷ ἑτέρῳ τὸ ἑαυτοῦ πάθημα. λέγω δʼ ἐννοήσας ὅτι ἐγώ τε καὶ σὺ νῦν τυγχάνομεν ταὐτόν τι πεπονθότες, ἐρῶντε δύο ὄντε δυοῖν ἑκάτερος, ἐγὼ μὲν Ἀλκιβιάδου τε τοῦ Κλεινίου καὶ φιλοσοφίας, σὺ δὲ δυοῖν, τοῦ τε Ἀθηναίων δήμου καὶ τοῦ Πυριλάμπους. αἰσθάνομαι οὖν σου ἑκάστοτε, καίπερ ὄντος δεινοῦ, ὅτι ἂν φῇ σου τὰ παιδικὰ καὶ ὅπως ἂν φῇ ἔχειν, οὐ δυναμένου ἀντιλέγειν, ἀλλʼ ἄνω καὶ κάτω μεταβαλλομένου· ἔν τε τῇ ἐκκλησίᾳ, ἐάν τι σοῦ λέγοντος ὁ δῆμος ὁ Ἀθηναίων μὴ φῇ οὕτως ἔχειν, μεταβαλλόμενος λέγεις ἃ ἐκεῖνος βούλεται, καὶ πρὸς τὸν Πυριλάμπους νεανίαν τὸν καλὸν τοῦτον τοιαῦτα ἕτερα πέπονθας. τοῖς γὰρ τῶν παιδικῶν βουλεύμασίν τε καὶ λόγοις οὐχ οἷός τʼ εἶ ἐναντιοῦσθαι, ὥστε, εἴ τίς σου λέγοντος ἑκάστοτε ἃ διὰ τούτους λέγεις θαυμάζοι ὡς ἄτοπά ἐστιν, ἴσως εἴποις ἂν αὐτῷ, εἰ βούλοιο τἀληθῆ λέγειν, ὅτι εἰ μή τις παύσει τὰ σὰ παιδικὰ τούτων τῶν λόγων, οὐδὲ σὺ παύσῃ ποτὲ ταῦτα λέγων. νόμιζε τοίνυν καὶ παρʼ ἐμοῦ χρῆναι ἕτερα τοιαῦτα ἀκούειν, καὶ μὴ θαύμαζε ὅτι ἐγὼ ταῦτα λέγω, ἀλλὰ τὴν φιλοσοφίαν, τὰ ἐμὰ παιδικά, παῦσον ταῦτα λέγουσαν. λέγει γάρ, ὦ φίλε ἑταῖρε, ἃ νῦν ἐμοῦ ἀκούεις, καί μοί ἐστιν τῶν ἑτέρων παιδικῶν πολὺ ἧττον ἔμπληκτος· ὁ μὲν γὰρ Κλεινίειος οὗτος ἄλλοτε ἄλλων ἐστὶ λόγων, ἡ δὲ φιλοσοφία ἀεὶ τῶν αὐτῶν, λέγει δὲ ἃ σὺ νῦν θαυμάζεις, παρῆσθα δὲ καὶ αὐτὸς λεγομένοις. ἢ οὖν ἐκείνην ἐξέλεγξον, ὅπερ ἄρτι ἔλεγον, ὡς οὐ τὸ ἀδικεῖν ἐστιν καὶ ἀδικοῦντα δίκην μὴ διδόναι ἁπάντων ἔσχατον κακῶν· ἢ εἰ τοῦτο ἐάσεις ἀνέλεγκτον, μὰ τὸν κύνα τὸν Αἰγυπτίων θεόν, οὔ σοι ὁμολογήσει Καλλικλῆς, ὦ Καλλίκλεις, ἀλλὰ διαφωνήσει ἐν ἅπαντι τῷ βίῳ. καίτοι ἔγωγε οἶμαι, ὦ βέλτιστε, καὶ τὴν λύραν μοι κρεῖττον εἶναι ἀνάρμοστόν τε καὶ διαφωνεῖν, καὶ χορὸν ᾧ χορηγοίην, καὶ πλείστους ἀνθρώπους μὴ ὁμολογεῖν μοι ἀλλʼ ἐναντία λέγειν μᾶλλον ἢ ἕνα ὄντα ἐμὲ ἐμαυτῷ ἀσύμφωνον εἶναι καὶ ἐναντία λέγειν.
言ってくれ、カイレポン。ソクラテスはこれを本気で言っているのか、それとも冗談を言っているのか。
私には、カリクレス、とてつもなく本気だと思われる。だが、本人に尋ねるのがいちばんだ。
神々にかけて、そうしたくてたまらない。言ってくれ、ソクラテス。今あなたは本気だとみなすべきか、それとも冗談を言っているとみなすべきか。というのも、もしあなたが本気で、あなたの言うことがたまたま真実であるなら、私たち人間の生はひっくり返っていて、どうやら、私たちは、なすべきこととは正反対のことをすべて行っていることになるのではないか。
カリクレス、もし人間たちに何らかの受動的な状態(パトス)がなくて――ある者たちにはある状態が、ほかの者たちにはまた別の状態があっても、同じ状態がないとして――、私たちのうちの誰かが、ほかの人々とは違う、自分だけの何かの状態を受けているとしたら、自分の受けている状態を相手に示すのは容易ではないだろう。私がこう言うのは、私とあなたが、今たまたま同じような状態を受けていると考えてのことだ。私たちは二人とも、それぞれ二つのものに恋している。私は、クレイニアスの子アルキビアデスと、知恵を愛すること(ピロソピアー)とに。あなたは二つ、アテナイ人の民衆(デーモス)と、ピュリランペスの子とにだ。そこで私は、そのつど気づくのだ。あなたは腕の立つ人なのに、あなたの恋人が何を言っても、どのようにそうだと言っても、あなたは言い返すことができず、上へ下へと向きを変えてしまうことにね。民会では、あなたが何かを言っているときに、アテナイ人の民衆がそうではないと言うなら、あなたは向きを変えて、民衆の望むことを言うし、ピュリランペスの子の、あの美しい若者に対しても、ほかにもそのようなことを受けている。というのも、あなたは恋人たちの思いと言葉とに逆らうことができないのだから、もし誰かが、あなたがそのつど彼らのせいで言っていることを、なんとおかしなことかと驚くなら、あなたは、もし真実を言おうと望むなら、たぶんその人にこう言うだろう。誰かがあなたの恋人をこれらの言葉からやめさせないかぎり、あなたもそれを言うのを決してやめないだろう、と。だから、私からもそのような別のことを聞かなければならないと考えたまえ。そして私がこれらのことを言うのに驚かず、むしろ、私の恋人である知恵の愛求を、これらのことを言うのからやめさせたまえ。というのも、愛する仲間よ、それは、今あなたが私から聞いていることを言っているのだし、私にとって、それはもう一方の恋人よりもはるかに気まぐれでないのだから。というのも、このクレイニアスの子は、ときによって違う言葉を言うが、知恵の愛求は常に同じことを言うのだから。そしてそれは、今あなたが驚いていることを言っているのであり、それが語られているときには、あなた自身もその場にいたのだ。それゆえ、今しがた私が言っていたように、不正をなすことと、不正をなしながら裁きを受けないこととが、あらゆる悪のうちの最たるものではないと、知恵の愛求を論駁したまえ。さもなければ、もしこのことを論駁しないままにしておくなら、エジプト人の神である犬にかけて、カリクレス、カリクレスはあなたに同意せず、一生のあいだ、調子が合わないままだろう。だが私としては、最もすぐれた人よ、私の竪琴や、私が費用を出して仕立てる合唱隊が調子外れで調和を欠いていたり、たいていの人間が私に同意せずに反対のことを言ったりするほうが、一人である私が自分自身と調和せず、反対のことを言うよりも、ましだと思うのだ。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…