ἀρετὴ ἄρα οὐκ ἂν εἴη διδακτόν; — οὐκ ἔοικεν, εἴπερ ὀρθῶς ἡμεῖς ἐσκέμμεθα. ὥστε καὶ θαυμάζω δή, ὦ Σώκρατες, πότερόν ποτε οὐδʼ εἰσὶν ἀγαθοὶ ἄνδρες, ἢ τίς ἂν εἴη τρόπος τῆς γενέσεως τῶν ἀγαθῶν γιγνομένων. — κινδυνεύομεν, ὦ Μένων, ἐγώ τε καὶ σὺ φαῦλοί τινες εἶναι ἄνδρες, καὶ σέ τε Γοργίας οὐχ ἱκανῶς πεπαιδευκέναι καὶ ἐμὲ Πρόδικος. παντὸς μᾶλλον οὖν προσεκτέον τὸν νοῦν ἡμῖν αὐτοῖς, καὶ ζητητέον ὅστις ἡμᾶς ἑνί γέ τῳ τρόπῳ βελτίους ποιήσει· λέγω δὲ ταῦτα ἀποβλέψας πρὸς τὴν ἄρτι ζήτησιν, ὡς ἡμᾶς ἔλαθεν καταγελάστως ὅτι οὐ μόνον ἐπιστήμης ἡγουμένης ὀρθῶς τε καὶ εὖ τοῖς ἀνθρώποις πράττεται τὰ πράγματα, ᾗ ἴσως καὶ διαφεύγει ἡμᾶς τὸ γνῶναι τίνα ποτὲ τρόπον γίγνονται οἱ ἀγαθοὶ ἄνδρες. — πῶς τοῦτο λέγεις, ὦ Σώκρατες; — ὧδε· ὅτι μὲν τοὺς ἀγαθοὺς ἄνδρας δεῖ ὠφελίμους εἶναι, ὀρθῶς ὡμολογήκαμεν τοῦτό γε ὅτι οὐκ ἂν ἄλλως ἔχοι· ἦ γάρ; — ναί. — καὶ ὅτι γε ὠφέλιμοι ἔσονται, ἂν ὀρθῶς ἡμῖν ἡγῶνται τῶν πραγμάτων, καὶ τοῦτό που καλῶς ὡμολογοῦμεν; — ναί. — ὅτι δʼ οὐκ ἔστιν ὀρθῶς ἡγεῖσθαι, ἐὰν μὴ φρόνιμος ᾖ, τοῦτο ὅμοιοί ἐσμεν οὐκ ὀρθῶς ὡμολογηκόσιν. — πῶς δὴ ὀρθῶς λέγεις; — ἐγὼ ἐρῶ. εἰ εἰδὼς τὴν ὁδὸν τὴν εἰς Λάρισαν ἢ ὅποι βούλει ἄλλοσε βαδίζοι καὶ ἄλλοις ἡγοῖτο, ἄλλο τι ὀρθῶς ἂν καὶ εὖ ἡγοῖτο; — πάνυ γε. — τί δʼ εἴ τις ὀρθῶς μὲν δοξάζων ἥτις ἐστὶν ἡ ὁδός, ἐληλυθὼς δὲ μὴ μηδʼ ἐπιστάμενος, οὐ καὶ οὗτος ἂν ὀρθῶς ἡγοῖτο; — πάνυ γε. — καὶ ἕως γʼ ἄν που ὀρθὴν δόξαν ἔχῃ περὶ ὧν ὁ ἕτερος ἐπιστήμην, οὐδὲν χείρων ἡγεμὼν ἔσται, οἰόμενος μὲν ἀληθῆ, φρονῶν δὲ μή, τοῦ τοῦτο φρονοῦντος. — οὐδὲν γάρ. — δόξα ἄρα ἀληθὴς πρὸς ὀρθότητα πράξεως οὐδὲν χείρων ἡγεμὼν φρονήσεως· καὶ τοῦτό ἐστιν ὃ νυνδὴ παρελείπομεν ἐν τῇ περὶ τῆς ἀρετῆς σκέψει ὁποῖόν τι εἴη, λέγοντες ὅτι φρόνησις μόνον ἡγεῖται τοῦ ὀρθῶς πράττειν· τὸ δὲ ἄρα καὶ δόξα ἦν ἀληθής. — ἔοικέ γε. — οὐδὲν ἄρα ἧττον ὠφέλιμόν ἐστιν ὀρθὴ δόξα ἐπιστήμης.
それでは、徳は教えられるものではないことになるだろうか。
そうではないようです、もし私たちが正しく考察したのなら。それで私は驚いているのです、ソクラテス、そもそも善い人々などいないのか、それとも、善い人々が生じてくるとすれば、その生成の仕方は何なのだろうかと。
メノン、どうやら私も君も、つまらない人間であるらしい。そして君をゴルギアスが、私をプロディコスが、十分に教育しなかったらしい。だから何よりも、私たち自身に注意を向け、何とかして一つの仕方ででも私たちをより善くしてくれる人を探さなければならない。こう言うのは、今しがたの探究に目を向けてのことだ。人々にとって物事が正しく、よく行われるのは、知識が導くときだけではないということを、私たちは笑うべき仕方で見落としていた。そしておそらくそのために、善い人々がいったいどのような仕方で生じるのかを知ることが、私たちから逃れているのだ。
それはどういう意味ですか、ソクラテス。
こういうことだ。善い人々は有益でなければならないということ、少なくともこのことは、ほかではありえないとして私たちは正しく同意した。そうだね。
はい。
そして彼らが有益であるのは、もし私たちのために物事を正しく導くならば、ということ、これも私たちはきっと立派に同意していたね。
はい。
だが、思慮ある者でなければ正しく導くことはできないということ、これについては、私たちは正しく同意しなかった者に似ている。
いったいどういう意味で「正しく」とおっしゃるのですか。
言おう。もしラリサへの道を、あるいはほかのどこでも君の望むところへの道を知っている人が、歩いて行き、ほかの人々を導くとしたら、正しく、よく導くのではないかね。
そうですとも。
ではどうだろう。もし誰かが、道がどれであるかについて正しく思いなしてはいるが、行ったこともなく、知ってもいないとしたら、この人もまた正しく導くのではないかね。
そうですとも。
そして、もう一人の人が知識を持っている事柄について、この人が正しい思わくを持っているかぎりは、真実を思ってはいるが知ってはいない者として、それを知っている者に少しも劣らない導き手となるだろう。
少しも〔劣りません〕。
それでは、真なる思わくは、行為の正しさに関しては、思慮に少しも劣らない導き手なのだ。そしてこれこそ、今しがた徳についての考察において、それがどのようなものかと私たちが言い落としていたことなのだ。思慮だけが正しく行うことを導く、と言っていたのだから。だが実は、真なる思わくもまた〔導くもの〕だったのだ。
そのようですね。
それでは、正しい思わくは知識に少しも劣らず有益なのだ。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…