πολλάκις γοῦν ζητῶν εἴ τινες εἶεν αὐτῆς διδάσκαλοι, πάντα ποιῶν οὐ δύναμαι εὑρεῖν. καίτοι μετὰ πολλῶν γε ζητῶ, καὶ τούτων μάλιστα οὓς ἂν οἴωμαι ἐμπειροτάτους εἶναι τοῦ πράγματος. καὶ δὴ καὶ νῦν, ὦ Μένων, εἰς καλὸν ἡμῖν Ἄνυτος ὅδε παρεκαθέζετο, ᾧ μεταδῶμεν τῆς ζητήσεως. εἰκότως δʼ ἂν μεταδοῖμεν· Ἄνυτος γὰρ ὅδε πρῶτον μέν ἐστι πατρὸς πλουσίου τε καὶ σοφοῦ Ἀνθεμίωνος, ὃς ἐγένετο πλούσιος οὐκ ἀπὸ τοῦ αὐτομάτου οὐδὲ δόντος τινός, ὥσπερ ὁ νῦν νεωστὶ εἰληφὼς τὰ Πολυκράτους χρήματα Ἰσμηνίας ὁ Θηβαῖος, ἀλλὰ τῇ αὑτοῦ σοφίᾳ κτησάμενος καὶ ἐπιμελείᾳ, ἔπειτα καὶ τὰ ἄλλα οὐχ ὑπερήφανος δοκῶν εἶναι πολίτης οὐδὲ ὀγκώδης τε καὶ ἐπαχθής, ἀλλὰ κόσμιος καὶ εὐσταλὴς ἀνήρ· ἔπειτα τοῦτον εὖ ἔθρεψεν καὶ ἐπαίδευσεν, ὡς δοκεῖ Ἀθηναίων τῷ πλήθει· αἱροῦνται γοῦν αὐτὸν ἐπὶ τὰς μεγίστας ἀρχάς. δίκαιον δὴ μετὰ τοιούτων ζητεῖν ἀρετῆς πέρι διδασκάλους, εἴτʼ εἰσὶν εἴτε μή, καὶ οἵτινες. σὺ οὖν ἡμῖν, ὦ Ἄνυτε, συζήτησον, ἐμοί τε καὶ τῷ σαυτοῦ ξένῳ Μένωνι τῷδε, περὶ τούτου τοῦ πράγματος τίνες ἂν εἶεν διδάσκαλοι. ὧδε δὲ σκέψαι· εἰ βουλοίμεθα Μένωνα τόνδε ἀγαθὸν ἰατρὸν γενέσθαι, παρὰ τίνας ἂν αὐτὸν πέμποιμεν διδασκάλους; ἆρʼ οὐ παρὰ τοὺς ἰατρούς; — πάνυ γε. — τί δʼ εἰ σκυτοτόμον ἀγαθὸν βουλοίμεθα γενέσθαι, ἆρʼ οὐ παρὰ τοὺς σκυτοτόμους; — ναί. — καὶ τἆλλα οὕτως; — πάνυ γε. — ὧδε δή μοι πάλιν περὶ τῶν αὐτῶν εἰπέ. παρὰ τοὺς ἰατρούς, φαμέν, πέμποντες τόνδε καλῶς ἂν ἐπέμπομεν, βουλόμενοι ἰατρὸν γενέσθαι· ἆρʼ ὅταν τοῦτο λέγωμεν, τόδε λέγομεν, ὅτι παρὰ τούτους πέμποντες αὐτὸν σωφρονοῖμεν ἄν, τοὺς ἀντιποιουμένους τε τῆς τέχνης μᾶλλον ἢ τοὺς μή, καὶ τοὺς μισθὸν πραττομένους ἐπʼ αὐτῷ τούτῳ, ἀποφήναντας αὑτοὺς διδασκάλους τοῦ βουλομένου ἰέναι τε καὶ μανθάνειν; ἆρʼ οὐ πρὸς ταῦτα βλέψαντες καλῶς ἂν πέμποιμεν; — ναί. — οὐκοῦν καὶ περὶ αὐλήσεως καὶ τῶν ἄλλων τὰ αὐτὰ ταῦτα; πολλὴ ἄνοιά ἐστι βουλομένους αὐλητήν τινα ποιῆσαι παρὰ μὲν τοὺς ὑπισχνουμένους διδάξειν τὴν τέχνην καὶ μισθὸν πραττομένους μὴ ἐθέλειν πέμπειν, ἄλλοις δέ τισιν πράγματα παρέχειν, ζητοῦντα μανθάνειν παρὰ τούτων, οἳ μήτε προσποιοῦνται διδάσκαλοι εἶναι μήτʼ ἔστιν αὐτῶν μαθητὴς μηδεὶς τούτου τοῦ μαθήματος ὃ ἡμεῖς ἀξιοῦμεν μανθάνειν παρʼ αὐτῶν ὃν ἂν πέμπωμεν. οὐ πολλή σοι δοκεῖ ἀλογία εἶναι; — ναὶ μὰ Δία ἔμοιγε, καὶ ἀμαθία γε πρός. — καλῶς λέγεις. νῦν τοίνυν ἔξεστί σε μετʼ ἐμοῦ κοινῇ βουλεύεσθαι περὶ τοῦ ξένου τουτουῒ Μένωνος. οὗτος γάρ, ὦ Ἄνυτε, πάλαι λέγει πρός με ὅτι ἐπιθυμεῖ ταύτης τῆς σοφίας καὶ ἀρετῆς ᾗ οἱ ἄνθρωποι τάς τε οἰκίας καὶ τὰς πόλεις καλῶς διοικοῦσι, καὶ τοὺς γονέας τοὺς αὑτῶν θεραπεύουσι, καὶ πολίτας καὶ ξένους ὑποδέξασθαί τε καὶ ἀποπέμψαι ἐπίστανται ἀξίως ἀνδρὸς ἀγαθοῦ. ταύτην οὖν τὴν ἀρετὴν σκόπει παρὰ τίνας ἂν πέμποντες αὐτὸν ὀρθῶς πέμποιμεν. ἢ δῆλον δὴ κατὰ τὸν ἄρτι λόγον ὅτι παρὰ τούτους τοὺς ὑπισχνουμένους ἀρετῆς διδασκάλους εἶναι καὶ ἀποφήναντας αὑτοὺς κοινοὺς τῶν Ἑλλήνων τῷ βουλομένῳ μανθάνειν, μισθὸν τούτου ταξαμένους τε καὶ πραττομένους; — καὶ τίνας λέγεις τούτους, ὦ Σώκρατες; — οἶσθα δήπου καὶ σὺ ὅτι οὗτοί εἰσιν οὓς οἱ ἄνθρωποι καλοῦσι σοφιστάς. — Ἡράκλεις, εὐφήμει, ὦ Σώκρατες. μηδένα τῶν γʼ ἐμῶν μήτε οἰκείων μήτε φίλων, μήτε ἀστὸν μήτε ξένον, τοιαύτη μανία λάβοι, ὥστε παρὰ τούτους ἐλθόντα λωβηθῆναι, ἐπεὶ οὗτοί γε φανερά ἐστι λώβη τε καὶ διαφθορὰ τῶν συγγιγνομένων. — πῶς λέγεις, ὦ Ἄνυτε; οὗτοι ἄρα μόνοι τῶν ἀντιποιουμένων τι ἐπίστασθαι εὐεργετεῖν τοσοῦτον τῶν ἄλλων διαφέρουσιν, ὅσον οὐ μόνον οὐκ ὠφελοῦσιν, ὥσπερ οἱ ἄλλοι, ὅτι ἄν τις αὐτοῖς παραδῷ, ἀλλὰ καὶ τὸ ἐναντίον διαφθείρουσιν; καὶ τούτων φανερῶς χρήματα ἀξιοῦσι πράττεσθαι; ἐγὼ μὲν οὖν οὐκ ἔχω ὅπως σοι πιστεύσω· οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτω περιφανῶς καλὰ ἔργα ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν. καίτοι τέρας λέγεις εἰ οἱ μὲν τὰ ὑποδήματα ἐργαζόμενοι τὰ παλαιὰ καὶ τὰ ἱμάτια ἐξακούμενοι οὐκ ἂν δύναιντο λαθεῖν τριάκονθʼ ἡμέρας μοχθηρότερα ἀποδιδόντες ἢ παρέλαβον τὰ ἱμάτιά τε καὶ ὑποδήματα, ἀλλʼ εἰ τοιαῦτα ποιοῖεν, ταχὺ ἂν τῷ λιμῷ ἀποθάνοιεν, Πρωταγόρας δὲ ἄρα ὅλην τὴν Ἑλλάδα ἐλάνθανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους ἀποπέμπων ἢ παρελάμβανεν πλέον ἢ τετταράκοντα ἔτη— οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγονότα, τετταράκοντα δὲ ἐν τῇ τέχνῃ ὄντα— καὶ ἐν ἅπαντι τῷ χρόνῳ τούτῳ ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται, καὶ οὐ μόνον Πρωταγόρας, ἀλλὰ καὶ ἄλλοι πάμπολλοι, οἱ μὲν πρότερον γεγονότες ἐκείνου, οἱ δὲ καὶ νῦν ἔτι ὄντες. πότερον δὴ οὖν φῶμεν κατὰ τὸν σὸν λόγον εἰδότας αὐτοὺς ἐξαπατᾶν καὶ λωβᾶσθαι τοὺς νέους, ἢ λεληθέναι καὶ ἑαυτούς; καὶ οὕτω μαίνεσθαι ἀξιώσομεν τούτους, οὓς ἔνιοί φασι σοφωτάτους ἀνθρώπων εἶναι; — πολλοῦ γε δέουσι μαίνεσθαι, ὦ Σώκρατες, ἀλλὰ πολὺ μᾶλλον οἱ τούτοις διδόντες ἀργύριον τῶν νέων, τούτων δʼ ἔτι μᾶλλον οἱ τούτοις ἐπιτρέποντες, οἱ προσήκοντες, πολὺ δὲ μάλιστα πάντων αἱ πόλεις, ἐῶσαι αὐτοὺς εἰσαφικνεῖσθαι καὶ οὐκ ἐξελαύνουσαι, εἴτε τις ξένος ἐπιχειρεῖ τοιοῦτόν τι ποιεῖν εἴτε ἀστός. — πότερον δέ, ὦ Ἄνυτε, ἠδίκηκέ τίς σε τῶν σοφιστῶν, ἢ τί οὕτως αὐτοῖς χαλεπὸς εἶ; — οὐδὲ μὰ Δία ἔγωγε συγγέγονα πώποτε αὐτῶν οὐδενί, οὐδʼ ἂν ἄλλον ἐάσαιμι τῶν ἐμῶν οὐδένα. — ἄπειρος ἄρʼ εἶ παντάπασι τῶν ἀνδρῶν; — καὶ εἴην γε. — πῶς οὖν ἄν, ὦ δαιμόνιε, εἰδείης περὶ τούτου τοῦ πράγματος, εἴτε τι ἀγαθὸν ἔχει ἐν αὑτῷ εἴτε φλαῦρον, οὗ παντάπασιν ἄπειρος εἴης; — ῥᾳδίως· τούτους γοῦν οἶδα οἵ εἰσιν, εἴτʼ οὖν ἄπειρος αὐτῶν εἰμι εἴτε μή.
ソクラテス少なくとも、わたしはしばしば、その教師たちがだれかいるかどうかを探求しながら、あらゆることをしても見つけることができないでいるのだ。しかも、わたしは多くの人たちと一緒に、それもその事柄に最も経験があるとわたしが思うような人たちとこそ一緒に、探求しているのだがね。そしてまさにいま、メノン、ちょうどよいときに、ここにいるこのアニュトスがわれわれのそばに腰をおろしたのだ。彼にこの探求を分かちあうことにしよう。そして、われわれが分かちあうのはもっともなことだろう。というのは、ここにいるこのアニュトスは、まず第一に、富裕でもあり知恵もある父アンテミオンの子なのだが、その父は、偶然から富裕になったのでも、だれかが与えたからでもなく――ちょうど、ついこのあいだポリュクラテスの財貨を手に入れたテバイ人イスメニアスのようにではなく――、自分自身の知恵と配慮によって獲得したのだ。それにまた、ほかの点でも、傲慢な市民だとも、尊大で鼻持ちならない者だとも思われず、端正で慎み深い人物だと思われていた。それにまた、彼はこの人を立派に育て、教育した。アテナイ人の大衆にそう思われているとおりにね。少なくとも、彼らはこの人を最も重要な役職に選んでいるのだから。そこで、このような人たちと一緒に、徳の教師たちについて、彼らがいるのかいないのか、そしてだれなのかを探求するのは正しいことだ。だから、きみはわれわれと一緒に、アニュトス、わたしとも、きみ自身の客人であるこのメノンとも一緒に、この事柄について、その教師たちがだれであろうかを探求してくれたまえ。こんなふうに考えてみてくれたまえ。もしわれわれが、ここにいるこのメノンが善い医者になることを望むとしたら、われわれは彼を、どのような人たちのもとへ教師として送るだろうか。医者たちのもとへではないか。
ソクラテスでは、もしわれわれが、彼が善い靴作りになることを望むとしたら、どうだろう。靴作りたちのもとへではないか。
ソクラテスそして、ほかのことについてもそのようにだね。
ソクラテスでは、同じことについて、もう一度こんなふうにわたしに言ってくれたまえ。医者たちのもとへ、とわれわれは言う、彼が医者になることを望んで彼を送るならば、われわれは立派に送ることになるだろう、と。われわれがこのことを言うとき、われわれはこういうことを言っているのではないか。すなわち、彼を送るなら、その技術を自分のものだと主張しない人たちよりも、むしろそれを自分のものだと主張する人たち、そしてまさにそのことに対して報酬を取り、学びに来ることを望む者の教師であると自分を公言している人たちのもとへ送るならば、われわれは思慮ある行ないをしていることになるだろう、と。そうしたことに目を向けてこそ、われわれは立派に送ることになるのではないか。
ソクラテスそれでは、笛の演奏やほかのことについても、まさにこれと同じことが言えるのではないか。だれかを笛吹きにすることを望んでいる者たちが、その技術を教えると約束して報酬を取っている人たちのもとへは送ろうとせず、ほかのある人たちに面倒をかけ、そうした人たちのもとで学ぶことを求めるというのは、大きな無分別だ。その人たちは、教師であると自称することもなく、また、われわれが送る者に彼らのもとで学ばせたいと思うその学科について、だれ一人彼らの弟子がいるわけでもないのにね。それは大きな不合理であるときみには思われないかね。
アニュトスゼウスにかけて、わたしにはそう思われます。そのうえ無知でもあります。
ソクラテス立派に言ってくれた。では、いまこそ、きみはわたしと一緒に、ここにいるこの客人メノンのことを相談することができる。というのは、アニュトス、この人は、人々がそれによって家々や国々を立派に治め、自分たちの両親に仕え、市民たちや客人たちを善い人物にふさわしい仕方で迎えたり送り出したりすることを心得ている、そうした知恵と徳を求めているのだと、ずっと前からわたしに言っているのだ。そこで、この徳について、われわれがどのような人たちのもとへ彼を送れば正しく送ることになるか、考えてみてくれたまえ。それとも、さっきの論にしたがえば、明らかに、徳の教師であると約束し、学ぶことを望む者にはギリシア人のだれにでも開かれていると自分たちを公言し、そのことに対して報酬を定めて取り立てている、そういう人たちのもとへ、ということになるのではないか。
アニュトスそれで、その人たちとはだれのことを言っているのですか、ソクラテス。
ソクラテスきっときみも知っているだろう、その人たちは、人々がソフィストと呼んでいる人たちだということを。
アニュトスヘラクレスよ、口を慎んでください、ソクラテス。わたしの身内の者たちも友人たちも、市民も客人も、だれ一人として、そのような狂気にとりつかれて、あの人たちのもとへ行って損なわれることのありませんように。なにしろ、あの人たちは、一緒に過ごす者たちにとって、明白な害毒であり堕落なのですから。
ソクラテスどういうことを言うのだね、アニュトス。それでは、何かについて善い働きをすることを心得ていると主張する者たちのうちで、この人たちだけが、ほかの人たちとこれほどまでに異なっているというのか。すなわち、だれかが彼らに委ねるものを、ほかの人たちのように益さないばかりでなく、反対に堕落させさえするというほどに。しかもそうしたことに対して、公然と金銭を取り立てることを当然だと考えているというのかね。わたしとしては、どうしてきみを信じることができるのかわからない。なぜなら、わたしは、プロタゴラスというただ一人の人物が、この知恵によって、あれほど際立って立派な作品を制作したペイディアスや、ほかの彫像作家十人よりも多くの金銭を獲得したことを知っているからだ。それにしても、きみは奇怪なことを言っている。古い靴を修繕する者たちや衣服を繕う者たちは、衣服や靴を受け取ったときよりも悪い状態にして返したなら、三十日も気づかれずにいることはできず、もしそうしたことをしたなら、すぐさま飢えで死んでしまうだろうに、プロタゴラスのほうは、なんと四十年以上ものあいだ、一緒に過ごす者たちを堕落させ、受け取ったときよりも悪い者にして送り返しながら、ギリシア全土に気づかれずにいたというのだからね――というのも、わたしの思うに、彼は七十歳近くになって死に、その技術に携わっていたのは四十年だったから――。そして、そのすべての時のあいだ、今日のこの日に至るまで、評判を得ることをまったくやめていないのだ。それも、プロタゴラスだけではなく、ほかにもきわめて多くの人たちがそうだ。ある者たちは彼より前に生まれた人たちであり、ある者たちはいまもなお生きている人たちだ。それでは、きみの論にしたがって、彼らは承知のうえで若者たちを欺き、損なっているのだとわれわれは言おうか、それとも自分自身でも気づかずにいるのだと言おうか。そして、ある人たちが人間のうちで最も知恵ある者だと言っているこの人たちが、それほどまでに狂っているとわれわれは考えることにするのかね。
アニュトス狂っているどころではありません、ソクラテス。むしろはるかに狂っているのは、若者たちのうちで彼らに銀貨を支払う者たちであり、さらにそれ以上に狂っているのは、彼らに若者たちを委ねる者たち、つまり身内の者たちであり、そして何よりも最も狂っているのは国々です。彼らが入ってくるのを許し、追い出さないのですから。外国人であれ市民であれ、だれかがそのようなことをしようとするならば。
ソクラテスところで、アニュトス、ソフィストたちのうちのだれかがきみに不正をはたらいたのかね。それとも、どうしてきみは彼らにそれほど厳しいのか。
アニュトスいいえ、ゼウスにかけて、わたしは彼らのうちのだれとも、これまで一度も交わったことはありませんし、わたしの身内のほかのだれにも、そうさせはしないでしょう。
ソクラテスそれでは、きみはその人たちのことをまったく経験していないのかね。
ソクラテスそれでは、すばらしい人よ、まったく経験していないような事柄について、それが自らのうちに何か善いものをもっているのか、それとも劣ったものをもっているのかを、どうしてきみは知ることができるのだろうか。
アニュトスたやすいことです。少なくとも、この人たちがどういう者たちであるかは、わたしは知っています。彼らを経験していようといまいとね。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…