ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγενέσθαι σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὐτός τε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν· καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι. καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ· καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιάζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι, ναρκᾶν · ἀληθῶς γὰρ ἔγωγε καὶ τὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι. καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδʼ ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν. καί μοι δοκεῖς εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδʼ ἀποδημῶν· εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχʼ ἂν ὡς γόης ἀπαχθείης. — πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με. — τί μάλιστα, ὦ Σώκρατες; — γιγνώσκω οὗ ἕνεκά με ᾔκασας. — τίνος δὴ οἴει; — ἵνα σε ἀντεικάσω. ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι—λυσιτελεῖ γὰρ αὐτοῖς· καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες—ἀλλʼ οὐκ ἀντεικάσομαί σε. ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ· εἰ δὲ μή, οὔ. οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ ἀπορεῖν. καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι. ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν. — καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν; ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις; ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα; — μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων. ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε; οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ—οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως—οὔτε ὃ μὴ οἶδεν—οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.
ソクラテス、私はあなたとお付き合いする前から、あなたは自分自身が行き詰まっているだけでなく、ほかの人々をも行き詰まらせるばかりの人だと聞いていました。そして今も、私にはそう見えるのですが、あなたは私に魔法をかけ、薬を盛り、すっかりまじないをかけて、その結果私は行き詰まり(アポリア)でいっぱいになってしまいました。そして、少し冗談を言ってよいなら、あなたは姿の点でもほかの点でも、あの海にいる平たいシビレエイ(ナルケー)にそっくりだと私には思われます。というのも、あれもまた、近づいて触れる者をいつもしびれさせるのですが、あなたも今、私に何かそのようなこと、つまりしびれさせることをしたように私には思われるのです。本当に私は、魂も口もしびれてしまって、あなたに何と答えればよいか分かりません。それなのに、徳については、これまで何万回も、非常に多くの言葉を、多くの人々に向かって語ってきましたし、それも、少なくとも自分にはそう思えたのですが、とても見事に語ってきたのです。ところが今は、それが何であるかさえ、まったく言うことができません。あなたがここから船出もせず、外国へ旅にも出ないのは、よい考えだと私には思われます。もしよその国で異国人としてこんなことをしたら、たちまち魔術師として連行されるでしょうから。
君はずる賢いね、メノン。もう少しで私をだますところだった。
何のことですか、ソクラテス。
君が何のために私をたとえたのか、分かっているのだ。
何のためだとお思いですか。
私が君をたとえ返すようにだ。私は美しい人たちについて、みな、たとえられるのを喜ぶということを知っている――それは彼らにとって得になるのだから。美しい者たちの似姿もまた美しいのだと思う――。だが、私は君をたとえ返しはしない。私のほうは、もしシビレエイ自身がしびれていて、それでほかの者たちもしびれさせるのなら、それに似ているが、そうでないなら、似ていない。というのも、私は自分が道を知っていてほかの人々を行き詰まらせるのではなく、何よりも自分自身が行き詰まっているから、そのようにしてほかの人々も行き詰まらせるのだ。そして今も、徳について、それが何であるかを、私は知らない。君のほうは、おそらく私に触れる前には知っていたのだろうが、今は知らない者に似ている。それでも私は、君と一緒に、それが一体何であるかを考察し、共に探求したいと思う。
では、どのような仕方で、ソクラテス、それが何であるかをまったく知らないものを、あなたは探求するのですか。知らないもののうち、どのようなものを目当てとして立てて探求するのですか。あるいは、たとえまさにそれに出くわしたとしても、それがあなたの知らなかったものだと、どうして分かるのですか。
君が何を言おうとしているのか分かるよ、メノン。君がどんなに論争的な議論を持ち出しているか分かるかね。すなわち、人間は、知っているものも知らないものも探求することはできない、という議論だ。というのも、知っているものを探求することはないだろう――知っているのだし、そういう者には探求の必要がまったくないのだから――。また知らないものも探求しないだろう――何を探求するのかさえ知らないのだから。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…