τί δέ, ἦ δ’ ὅς, ὦ Σιμμία, τῇδε; δοκεῖ σοι ἁρμονίᾳ ἢ ἄλλῃ τινὶ συνθέσει προσήκειν ἄλλως πως ἔχειν ἢ ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν συγκέηται;
οὐδαμῶς.
οὐδὲ μὴν ποιεῖν τι, ὡς ἐγᾦμαι, οὐδέ τι πάσχειν ἄλλο παρ’ ἃ ἂν ἐκεῖνα ἢ ποιῇ ἢ πάσχῃ; συνέφη.
οὐκ ἄρα ἡγεῖσθαί γε προσήκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλ᾽ ἕπεσθαι. συνεδόκει.
πολλοῦ ἄρα δεῖ ἐναντία γε ἁρμονία κινηθῆναι ἂν ἢ φθέγξασθαι ἤ τι ἄλλο ἐναντιωθῆναι τοῖς αὑτῆς μέρεσιν.
πολλοῦ μέντοι, ἔφη.
τί δέ; οὐχ οὕτως ἁρμονία πέφυκεν εἶναι ἑκάστη ἁρμονία ὡς ἂν ἁρμοσθῇ;
οὐ μανθάνω, ἔφη.
ἢ οὐχί, ἦ δ’ ὅς, ἂν μὲν μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλόν τε ἂν ἁρμονία εἴη καὶ πλείων, εἰ δ’ ἧττόν τε καὶ ἐπ’ ἔλαττον, ἥττων τε καὶ ἐλάττων;
πάνυ γε.
ἦ οὖν ἔστι τοῦτο περὶ ψυχήν, ὥστε καὶ κατὰ τὸ σμικρότατον μᾶλλον ἑτέραν ἑτέρας ψυχῆς ἐπὶ πλέον καὶ μᾶλλον ἢ ἐπ’ ἔλαττον καὶ ἧττον αὐτὸ τοῦτο εἶναι, ψυχήν;
οὐδ’ ὁπωστιοῦν, ἔφη.
φέρε δή, ἔφη, πρὸς Διός· λέγεται ψυχὴ ἡ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθή, ἡ δὲ ἄνοιάν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή; καὶ ταῦτα ἀληθῶς λέγεται;
ἀληθῶς μέντοι.
τῶν οὖν θεμένων ψυχὴν ἁρμονίαν εἶναι τί τις φήσει ταῦτα ὄντα εἶναι ἐν ταῖς ψυχαῖς, τήν τε ἀρετὴν καὶ τὴν κακίαν; πότερον ἁρμονίαν αὖ τινα ἄλλην καὶ ἀναρμοστίαν; καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην;
οὐκ ἔχω ἔγωγ᾽, ἔφη ὁ Σιμμίας, εἰπεῖν· δῆλον δ’ ὅτι τοιαῦτ’ ἄττ’ ἂν λέγοι ὁ ἐκεῖνο ὑποθέμενος.
ἀλλὰ προωμολόγηται, ἔφη, μηδὲν μᾶλλον μηδ’ ἧττον ἑτέραν ἑτέρας ψυχὴν ψυχῆς εἶναι· τοῦτο δ’ ἔστι τὸ ὁμολόγημα, μηδὲν μᾶλλον μηδ’ ἐπὶ πλέον μηδ’ ἧττον μηδ’ ἐπ’ ἔλαττον ἑτέραν ἑτέρας ἁρμονίαν ἁρμονίας εἶναι. ἦ γάρ;
πάνυ γε.
τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μήτε μᾶλλον μήτε ἧττον ἡρμόσθαι· ἔστιν οὕτως;
ἔστιν.
ἡ δὲ μήτε μᾶλλον μήτε ἧττον ἡρμοσμένη ἔστιν ὅτι πλέον ἢ ἔλαττον ἁρμονίας μετέχει, ἢ τὸ ἴσον;
τὸ ἴσον.
οὐκοῦν ψυχὴ ἐπειδὴ οὐδὲν μᾶλλον οὐδ’ ἧττον ἄλλη ἄλλης αὐτὸ τοῦτο, ψυχή, ἐστίν, οὐδὲ δὴ μᾶλλον οὐδὲ ἧττον ἥρμοσται;
οὕτω.
τοῦτο δέ γε πεπονθυῖα οὐδὲν πλέον ἀναρμοστίας οὐδὲ ἁρμονίας μετέχοι ἄν;
οὐ γὰρ οὖν.
τοῦτο δ’ αὖ πεπονθυῖα ἆρ’ ἄν τι πλέον κακίας ἢ ἀρετῆς μετέχοι ἑτέρα ἑτέρας, εἴπερ ἡ μὲν κακία ἀναρμοστία, ἡ δὲ ἀρετὴ ἁρμονία εἴη;
οὐδὲν πλέον.
μᾶλλον δέ γέ που, ὦ Σιμμία, κατὰ τὸν ὀρθὸν λόγον κακίας οὐδεμία ψυχὴ μεθέξει, εἴπερ ἁρμονία ἐστίν· ἁρμονία γὰρ δήπου παντελῶς αὐτὸ τοῦτο οὖσα, ἁρμονία, ἀναρμοστίας οὔποτ’ ἂν μετάσχοι.
οὐ μέντοι.
οὐδέ γε δήπου ψυχή, οὖσα παντελῶς ψυχή, κακίας.
πῶς γὰρ ἔκ γε τῶν προειρημένων;
ἐκ τούτου ἄρα τοῦ λόγου ἡμῖν πᾶσαι ψυχαὶ πάντων ζῴων ὁμοίως ἀγαθαὶ ἔσονται, εἴπερ ὁμοίως ψυχαὶ πεφύκασιν αὐτὸ τοῦτο, ψυχαί, εἶναι.
ἔμοιγε δοκεῖ, ἔφη, ὦ Σώκρατες.
ἦ καὶ καλῶς δοκεῖ, ἦ δ’ ὅς, οὕτω λέγεσθαι, καὶ πάσχειν ἂν ταῦτα ὁ λόγος εἰ ὀρθὴ ἡ ὑπόθεσις ἦν, τὸ ψυχὴν ἁρμονίαν εἶναι;
οὐδ’ ὁπωστιοῦν, ἔφη.
τί δέ; ἦ δ’ ὅς· τῶν ἐν ἀνθρώπῳ πάντων ἔσθ’ ὅτι ἄλλο λέγεις ἄρχειν ἢ ψυχὴν ἄλλως τε καὶ φρόνιμον;
οὐκ ἔγωγε.
πότερον συγχωροῦσαν τοῖς κατὰ τὸ σῶμα πάθεσιν ἢ καὶ ἐναντιουμένην; λέγω δὲ τὸ τοιόνδε, οἷον καύματος ἐνόντος καὶ δίψους ἐπὶ τοὐναντίον ἕλκειν, τὸ μὴ πίνειν, καὶ πείνης ἐνούσης ἐπὶ τὸ μὴ ἐσθίειν, καὶ ἄλλα μυρία που ὁρῶμεν ἐναντιουμένην τὴν ψυχὴν τοῖς κατὰ τὸ σῶμα· ἢ οὔ;
πάνυ μὲν οὖν.
οὐκοῦν αὖ ὡμολογήσαμεν ἐν τοῖς πρόσθεν μήποτ’ ἂν αὐτήν, ἁρμονίαν γε οὖσαν, ἐναντία ᾄδειν οἷς ἐπιτείνοιτο καὶ χαλῷτο καὶ ψάλλοιτο καὶ ἄλλο ὁτιοῦν πάθος πάσχοι ἐκεῖνα ἐξ ὧν τυγχάνοι οὖσα, ἀλλ’ ἕπεσθαι ἐκείνοις καὶ οὔποτ’ ἂν ἡγεμονεύειν;
ὡμολογήσαμεν, ἔφη· πῶς γὰρ οὔ;
τί οὖν; νῦν οὐ πᾶν τοὐναντίον ἡμῖν φαίνεται ἐργαζομένη, ἡγεμονεύουσά τε ἐκείνων πάντων ἐξ ὧν φησί τις αὐτὴν εἶναι, καὶ ἐναντιουμένη ὀλίγου πάντα διὰ παντὸς τοῦ βίου καὶ δεσπόζουσα πάντας τρόπους, τὰ μὲν χαλεπώτερον κολάζουσα καὶ μετ’ ἀλγηδόνων, τά τε κατὰ τὴν γυμναστικὴν καὶ τὴν ἰατρικήν, τὰ δὲ πρᾳότερον, καὶ τὰ μὲν ἀπειλοῦσα, τὰ δὲ νουθετοῦσα, ταῖς ἐπιθυμίαις καὶ ὀργαῖς καὶ φόβοις ὡς ἄλλη οὖσα ἄλλῳ πράγματι διαλεγομένη; οἷόν που καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ πεποίηκεν, οὗ λέγει τὸν Ὀδυσσέα· στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης. ἆρ’ οἴει αὐτὸν ταῦτα ποιῆσαι διανοούμενον ὡς ἁρμονίας αὐτῆς οὔσης καὶ οἵας ἄγεσθαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων, ἀλλ’ οὐχ οἵας ἄγειν τε ταῦτα καὶ δεσπόζειν, καὶ οὔσης αὐτῆς πολὺ θειοτέρου τινὸς πράγματος ἢ καθ’ ἁρμονίαν;
νὴ Δία, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ.
οὐκ ἄρα, ὦ ἄριστε, ἡμῖν οὐδαμῇ καλῶς ἔχει ψυχὴν ἁρμονίαν τινὰ φάναι εἶναι· οὔτε γὰρ ἄν, ὡς ἔοικεν, Ὁμήρῳ θείῳ ποιητῇ ὁμολογοῖμεν οὔτε αὐτοὶ ἡμῖν αὐτοῖς.
ἔχει οὕτως, ἔφη.
パイドン「ではどうかね、シミアス」とあの人は言いました、「次の点では。調和や、ほかの何らかの組み立てられたものが、それが組み立てられているもとのものがあるのとは違ったあり方をするのがふさわしいと、君には思われるかね」。
「また、私の思うに、それらのものがすることや受けることのほかに、何かをすることも、何かを受けることもないのだね」。彼は同意しました。
「それなら、調和は、それが組み立てられているもとのものを導くのではなく、それについていくのがふさわしいのだ」。彼もそう思いました。
「それなら、調和が、自分自身の部分と反対に動いたり、音を発したり、ほかの何かで反対したりすることは、とうていありえない」。
「ではどうか。どの調和も、調律されたとおりのしかたで調和であるという本性をもっているのではないかね」。
「つまり」とあの人は言いました、「もしより多く、より大きく調律されるなら――もしそういうことが起こりうるとしてだが――、より多く、より大きな調和であり、より少なく、より小さく調律されるなら、より少なく、より小さな調和であるのではないか」。
「では、魂についてもそういうことがあるのだろうか。ほんのわずかでも、ある魂がほかの魂よりも、より大きく、より多く、あるいはより小さく、より少なく、まさにこの、魂であるということであるような」。
「さあ、では、ゼウスにかけて」とあの人は言いました。「ある魂は知性と徳をもっていて善く、ある魂は無思慮と劣悪さとをもっていて悪い、と言われるのではないか。そしてそれは真実に言われているのではないか」。
「では、魂は調和であると立てる人々のうちの誰かは、魂のうちにあるこれら、つまり徳と悪徳とを、何であると言うのだろうか。さらにまた別の何らかの調和と不調和だと言うのか。そして一方の善い魂は調律されていて、調和であるそれ自身のうちに別の調和をもっており、他方の魂はそれ自身不調和で、自分のうちに別の調和をもっていない、と言うのか」。
「私には言うことができません」とシミアスは言いました。「でも、あれを仮定した人は、明らかに何かそのようなことを言うでしょう」。
「だが、前もって同意されているのだ」とあの人は言いました、「ある魂がほかの魂より少しも多くも少なくも魂であることはない、と。そしてこれは、ある調和がほかの調和より少しも多くも大きくも、少なくも小さくも調和であることはない、という同意なのだ。そうではないか」。
「そして、少しも多くも少なくも調和でないものは、多くも少なくも調律されていないのだね。そうではないか」。
「そして、多くも少なくも調律されていないものは、調和により多くあずかるのか、より少なくあずかるのか、それとも等しくあずかるのか」。
「それなら、魂は、ある魂がほかの魂より少しも多くも少なくも、まさにこの、魂であるということではないのだから、多くも少なくも調律されていないのではないか」。
「そして、そうであるなら、不調和にも調和にも、より多くあずかることはないだろうね」。
「そしてまた、そうであるなら、もし悪徳が不調和で徳が調和であるとすれば、ある魂がほかの魂より、悪徳や徳により多くあずかるということがあるだろうか」。
「いや、むしろ、シミアス、正しい言論に従えば、もし魂が調和であるなら、どの魂も悪徳にあずかることはないだろう。というのも、調和は、きっと、まさにこの、調和であるということで完全にあるのだから、決して不調和にあずかることはないだろうから」。
「そしてまた魂も、きっと、完全に魂であるのだから、悪徳にあずかることはないだろう」。
「前に語られたことからすれば、どうしてあずかるでしょうか」。
「それなら、この言論からすると、私たちにとって、すべての生き物のすべての魂が同じように善いことになるだろう。もし魂が、まさにこの、魂であるということにおいて、同じように本性をもっているのならね」。
「私にはそう思われます、ソクラテス」と彼は言いました。
「では、もし魂は調和であるという仮説が正しかったなら、このように語られるのがよいと思われるか、そして言論がこういう目にあうのがよいと思われるかね」。
「ではどうか」とあの人は言いました。「人間のうちにあるすべてのもののうちで、魂、とりわけ思慮ある魂のほかに、何か支配するものがあると君は言うかね」。
「魂は、身体に沿った受動的な状態に譲りながら支配するのか、それとも反対もしながらか。私が言っているのは、たとえば、熱さと渇きがあるときに、反対のほう、つまり飲まないほうへと引っぱり、飢えがあるときに食べないほうへと引っぱる、といったようなことだ。そして、ほかにも無数のことで、魂が身体に沿ったものに反対しているのを、私たちは見ているのではないか。それとも違うか」。
「それなら、私たちはまた前のところで、魂は、もし調和であるなら、自分が組み立てられているもとのものが張られたり緩められたりはじかれたり、ほかの何であれ受動的な状態を受けたりするのに対して、決して反対の歌を歌うことはなく、それらについていき、決して導くことはないだろうと同意したのではないか」。
「同意しました」と彼は言いました。「どうしてしないことがあったでしょう」。
「ではどうか。今、魂はまったく反対のことをなし遂げているように私たちには見えるのではないか。誰かが魂の組み立てられているもとだと言うそれらすべてのものを導き、生涯を通じてほとんどすべてのことに反対し、あらゆるしかたで主人としてふるまい、あるものは体育や医術にかかわることのように、より厳しく苦痛を伴って懲らしめ、あるものはより穏やかに、あるものを脅し、あるものを戒めて、欲望や怒りや恐れと、まるで自分が別の事柄に向かって別のものとして問答しているかのようにね。ちょうど、ホメロスも『オデュッセイア』の中でそのように作っているのだ。彼はオデュッセウスについてこう言っている。『胸を打って、心を言葉で叱りつけた。耐えよ、心よ。もっと犬にふさわしいことにも、かつて耐えたのだから』。君は、彼がこれを作ったとき、魂を、調和であって、身体の受動的な状態によって導かれるようなものだと考えていて、それらを導き、それらの主人としてふるまうようなもの、調和にふさわしいよりもはるかに神的な何かの事柄であるとは考えていなかったと思うかね」。
「ゼウスにかけて、ソクラテス、私にはそう思われます」。
「それなら、最もすぐれた人よ、魂は何らかの調和だと言うのは、私たちにとってどうあってもよくないことなのだ。というのも、そうすれば、どうやら、神のような詩人ホメロスとも同意しないし、私たち自身とも同意しないことになるのだから」。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…