ἀληθέστατα, ἔφη, λέγεις, ὅ τε Σιμμίας ἅμα καὶ ὁ Κέβης. — νὴ Δία, ὦ Φαίδων, εἰκότως γε· θαυμαστῶς γάρ μοι δοκεῖ ὡς ἐναργῶς τῷ καὶ σμικρὸν νοῦν ἔχοντι εἰπεῖν ἐκεῖνος ταῦτα. — πάνυ μὲν οὖν, ὦ Ἐχέκρατες, καὶ πᾶσι τοῖς παροῦσιν ἔδοξεν. — καὶ γὰρ ἡμῖν τοῖς ἀποῦσι, νῦν δὲ ἀκούουσιν. ἀλλὰ τίνα δὴ ἦν τὰ μετὰ ταῦτα λεχθέντα; — ὡς μὲν ἐγὼ οἶμαι, ἐπεὶ αὐτῷ ταῦτα συνεχωρήθη, καὶ ὡμολογεῖτο εἶναί τι ἕκαστον τῶν εἰδῶν καὶ τούτων τἆλλα μεταλαμβάνοντα αὐτῶν τούτων τὴν ἐπωνυμίαν ἴσχειν, τὸ δὴ μετὰ ταῦτα ἠρώτα, εἰ δή, ἦ δ’ ὅς, ταῦτα οὕτως λέγεις, ἆρ’ οὐχ, ὅταν Σιμμίαν Σωκράτους φῇς μείζω εἶναι, Φαίδωνος δὲ ἐλάττω, λέγεις τότ’ εἶναι ἐν τῷ Σιμμίᾳ ἀμφότερα, καὶ μέγεθος καὶ σμικρότητα; ἔγωγε. ἀλλὰ γάρ, ἦ δ’ ὅς, ὁμολογεῖς τὸ τὸν Σιμμίαν ὑπερέχειν Σωκράτους οὐχ ὡς τοῖς ῥήμασι λέγεται οὕτω καὶ τὸ ἀληθὲς ἔχειν; οὐ γάρ που πεφυκέναι Σιμμίαν ὑπερέχειν τούτῳ, τῷ Σιμμίαν εἶναι, ἀλλὰ τῷ μεγέθει ὃ τυγχάνει ἔχων· οὐδ’ αὖ Σωκράτους ὑπερέχειν ὅτι Σωκράτης ὁ Σωκράτης ἐστίν, ἀλλ’ ὅτι σμικρότητα ἔχει ὁ Σωκράτης πρὸς τὸ ἐκείνου μέγεθος; ἀληθῆ. οὐδέ γε αὖ ὑπὸ Φαίδωνος ὑπερέχεσθαι τῷ ὅτι Φαίδων ὁ Φαίδων ἐστίν, ἀλλ’ ὅτι μέγεθος ἔχει ὁ Φαίδων πρὸς τὴν Σιμμίου σμικρότητα; ἔστι ταῦτα. οὕτως ἄρα ὁ Σιμμίας ἐπωνυμίαν ἔχει σμικρός τε καὶ μέγας εἶναι, ἐν μέσῳ ὢν ἀμφοτέρων, τοῦ μὲν τῷ μεγέθει ὑπερέχειν τὴν σμικρότητα ὑπέχων, τῷ δὲ τὸ μέγεθος τῆς σμικρότητος παρέχων ὑπερέχον. καὶ ἅμα μειδιάσας, ἔοικα, ἔφη, καὶ συγγραφικῶς ἐρεῖν, ἀλλ’ οὖν ἔχει γέ που ὡς λέγω. συνέφη. λέγω δὴ τοῦδ’ ἕνεκα, βουλόμενος δόξαι σοὶ ὅπερ ἐμοί. ἐμοὶ γὰρ φαίνεται οὐ μόνον αὐτὸ τὸ μέγεθος οὐδέποτ’ ἐθέλειν ἅμα μέγα καὶ σμικρὸν εἶναι, ἀλλὰ καὶ τὸ ἐν ἡμῖν μέγεθος οὐδέποτε προσδέχεσθαι τὸ σμικρὸν οὐδ’ ἐθέλειν ὑπερέχεσθαι, ἀλλὰ δυοῖν τὸ ἕτερον, ἢ φεύγειν καὶ ὑπεκχωρεῖν ὅταν αὐτῷ προσίῃ τὸ ἐναντίον, τὸ σμικρόν, ἢ προσελθόντος ἐκείνου ἀπολωλέναι· ὑπομένον δὲ καὶ δεξάμενον τὴν σμικρότητα οὐκ ἐθέλειν εἶναι ἕτερον ἢ ὅπερ ἦν. ὥσπερ ἐγὼ δεξάμενος καὶ ὑπομείνας τὴν σμικρότητα, καὶ ἔτι ὢν ὅσπερ εἰμί, οὗτος ὁ αὐτὸς σμικρός εἰμι· ἐκεῖνο δὲ οὐ τετόλμηκεν μέγα ὂν σμικρὸν εἶναι· ὡς δ’ αὕτως καὶ τὸ σμικρὸν τὸ ἐν ἡμῖν οὐκ ἐθέλει ποτὲ μέγα γίγνεσθαι οὐδὲ εἶναι, οὐδ’ ἄλλο οὐδὲν τῶν ἐναντίων, ἔτι ὂν ὅπερ ἦν, ἅμα τοὐναντίον γίγνεσθαί τε καὶ εἶναι, ἀλλ’ ἤτοι ἀπέρχεται ἢ ἀπόλλυται ἐν τούτῳ τῷ παθήματι.
「あなたの言うことはまったく真実です」と、シミアスとケベスが同時に言いました。
ゼウスにかけて、パイドン、もっともなことだ。ほんの少しでも知性のある者にとって、あの人はこれらのことを驚くほど明快に語ったように、私には思われるのだから。
まったくそのとおりです、エケクラテス。そこにいたみなにもそう思われました。
そして、その場にいなかったが今聞いている私たちにもだ。だが、その後に語られたのは、どんなことだったのかね。
私の思うところでは、このことがあの人に認められ、形相(エイドス)のそれぞれが何かとして存在し、ほかのものはそれらにあずかることによってまさにそれらの名をもつのだと同意されたあとで、あの人は次に尋ねました。「もし君がそのように言うのなら、君がシミアスはソクラテスより大きいが、パイドンより小さいと言うとき、そのときシミアスのうちには、大きさと小ささの両方があると言うのではないか」と彼は言いました。
「私はそう言います」。
「だが実際には」と彼は言いました、「シミアスがソクラテスを凌駕しているということは、言葉で言われているとおりに真実もそうであるわけではない、と君は同意するね。というのも、シミアスがシミアスであること、そのことによってソクラテスを凌駕するのが本性なのではなく、たまたまもっている大きさによってなのだから。また、ソクラテスがソクラテスであるから凌駕されるのではなく、ソクラテスが、シミアスの大きさに対して小ささをもっているからなのだから」。「本当です」。
「また、パイドンがパイドンであるからシミアスがパイドンに凌駕されるのでもなく、パイドンがシミアスの小ささに対して大きさをもっているからではないか」。
「そのとおりです」。「このようにして、シミアスは、小さいとも大きいとも呼ばれるのだ。両者の中間にあって、一方には、その大きさに凌駕されるよう自分の小ささを差し出し、他方には、その小ささを凌駕する大きさを差し出しているのだから」。そして同時に微笑んで、「どうやら私は、まるで書き物のような言い方をしそうだ」と言いました。「だが、とにかく私の言うとおりなのだ」。彼は同意しました。
「私がこれを言うのは、私に思われることを君にも思われるようにしたいからだ。私には、大きさそのものは決して同時に大きくもあり小さくもあろうとはしないだけでなく、私たちのうちにある大きさもまた、決して小ささを受け入れず、凌駕されようとはしないように思われる。むしろ二つのうちのどちらかだ。その反対のもの、つまり小ささが近づいてくると、逃げ去って退くか、あるいはそれが近づいてきたときには滅びてしまうかだ。とどまって小ささを受け入れて、それまでとは別のものになろうとはしない。ちょうど私が、小ささを受け入れ、それにとどまって、なお今の私のままでありながら、この同じ私が小さいのと同じように。だがあれは、大きいものでありながら、あえて小さいものになろうとはしなかった。同じように、私たちのうちにある小さいものも、決して大きくなろうとも大きくあろうともしないし、ほかのどんな反対のものも、なお以前のものでありながら、同時にその反対のものになろうとも、それであろうともせず、この状態に陥ると、立ち去るか滅びるかするのだ」。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…