ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν; — παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους· συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους· φησὶ γὰρ ἀκοπωτέρους εἶναι τῶν ἐν τοῖς δρόμοις. — καλῶς γάρ, ὦ ἑταῖρε, λέγει. ἀτὰρ Λυσίας ἦν, ὡς ἔοικεν, ἐν ἄστει. — ναί, παρʼ Ἐπικράτει, ἐν τῇδε τῇ πλησίον τοῦ Ὀλυμπίου οἰκίᾳ τῇ Μορυχίᾳ. — τίς οὖν δὴ ἦν ἡ διατριβή; ἢ δῆλον ὅτι τῶν λόγων ὑμᾶς Λυσίας εἱστία; — πεύσῃ, εἴ σοι σχολὴ προϊόντι ἀκούειν. — τί δέ; οὐκ ἂν οἴει με κατὰ Πίνδαρον καὶ ἀσχολίας ὑπέρτερον πρᾶγμα ποιήσασθαι τὸ τεήν τε καὶ Λυσίου διατριβὴν ἀκοῦσαι; — πρόαγε δή. — λέγοις ἄν. — καὶ μήν, ὦ Σώκρατες, προσήκουσα γέ σοι ἡ ἀκοή· ὁ γάρ τοι λόγος ἦν, περὶ ὃν διετρίβομεν, οὐκ οἶδʼ ὅντινα τρόπον ἐρωτικός. γέγραφε γὰρ δὴ ὁ Λυσίας πειρώμενόν τινα τῶν καλῶν, οὐχ ὑπʼ ἐραστοῦ δέ, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κεκόμψευται· λέγει γὰρ ὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι. — ὢ γενναῖος. εἴθε γράψειεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ, καὶ πρεσβυτέρῳ ἢ νεωτέρῳ, καὶ ὅσα ἄλλα ἐμοί τε πρόσεστι καὶ τοῖς πολλοῖς ἡμῶν· ἦ γὰρ ἂν ἀστεῖοι καὶ δημωφελεῖς εἶεν οἱ λόγοι. ἔγωγʼ οὖν οὕτως ἐπιτεθύμηκα ἀκοῦσαι, ὥστʼ ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ. — πῶς λέγεις, ὦ βέλτιστε Σώκρατες; οἴει με, ἃ Λυσίας ἐν πολλῷ χρόνῳ κατὰ σχολὴν συνέθηκε, δεινότατος ὢν τῶν νῦν γράφειν, ταῦτα ἰδιώτην ὄντα ἀπομνημονεύσειν ἀξίως ἐκείνου; πολλοῦ γε δέω· καίτοι ἐβουλόμην γʼ ἂν μᾶλλον ἤ μοι πολὺ χρυσίον γενέσθαι. — ὦ Φαῖδρε, εἰ ἐγὼ Φαῖδρον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι. ἀλλὰ γὰρ οὐδέτερά ἐστι τούτων· εὖ οἶδα ὅτι Λυσίου λόγον ἀκούων ἐκεῖνος οὐ μόνον ἅπαξ ἤκουσεν, ἀλλὰ πολλάκις ἐπαναλαμβάνων ἐκέλευέν οἱ λέγειν, ὁ δὲ ἐπείθετο προθύμως. τῷ δὲ οὐδὲ ταῦτα ἦν ἱκανά, ἀλλὰ τελευτῶν παραλαβὼν τὸ βιβλίον ἃ μάλιστα ἐπεθύμει ἐπεσκόπει, καὶ τοῦτο δρῶν ἐξ ἑωθινοῦ καθήμενος ἀπειπὼν εἰς περίπατον ᾔει, ὡς μὲν ἐγὼ οἶμαι, νὴ τὸν κύνα, ἐξεπιστάμενος τὸν λόγον, εἰ μὴ πάνυ τι ἦν μακρός. ἐπορεύετο δʼ ἐκτὸς τείχους ἵνα μελετῴη. ἀπαντήσας δὲ τῷ νοσοῦντι περὶ λόγων ἀκοήν, ἰδὼν μέν, ἰδών, ἥσθη ὅτι ἕξοι τὸν συγκορυβαντιῶντα, καὶ προάγειν ἐκέλευε. δεομένου δὲ λέγειν τοῦ τῶν λόγων ἐραστοῦ, ἐθρύπτετο ὡς δὴ οὐκ ἐπιθυμῶν λέγειν· τελευτῶν δὲ ἔμελλε καὶ εἰ μή τις ἑκὼν ἀκούοι βίᾳ ἐρεῖν. σὺ οὖν, ὦ Φαῖδρε, αὐτοῦ δεήθητι ὅπερ τάχα πάντως ποιήσει νῦν ἤδη ποιεῖν. — ἐμοὶ ὡς ἀληθῶς πολὺ κράτιστόν ἐστιν οὕτως ὅπως δύναμαι λέγειν, ὥς μοι δοκεῖς σὺ οὐδαμῶς με ἀφήσειν πρὶν ἂν εἴπω ἁμῶς γέ πως. — πάνυ γάρ σοι ἀληθῆ δοκῶ. — οὑτωσὶ τοίνυν ποιήσω. τῷ ὄντι γάρ, ὦ Σώκρατες, παντὸς μᾶλλον τά γε ῥήματα οὐκ ἐξέμαθον· τὴν μέντοι διάνοιαν σχεδὸν ἁπάντων, οἷς ἔφη διαφέρειν τὰ τοῦ ἐρῶντος ἢ τὰ τοῦ μή, ἐν κεφαλαίοις ἕκαστον ἐφεξῆς δίειμι, ἀρξάμενος ἀπὸ τοῦ πρώτου. — δείξας γε πρῶτον, ὦ φιλότης, τί ἄρα ἐν τῇ ἀριστερᾷ ἔχεις ὑπὸ τῷ ἱματίῳ· τοπάζω γάρ σε ἔχειν τὸν λόγον αὐτόν. εἰ δὲ τοῦτό ἐστιν, οὑτωσὶ διανοοῦ περὶ ἐμοῦ, ὡς ἐγώ σε πάνυ μὲν φιλῶ, παρόντος δὲ καὶ Λυσίου, ἐμαυτόν σοι ἐμμελετᾶν παρέχειν οὐ πάνυ δέδοκται. ἀλλʼ ἴθι, δείκνυε. — παῦε. ἐκκέκρουκάς με ἐλπίδος, ὦ Σώκρατες, ἣν εἶχον ἐν σοὶ ὡς ἐγγυμνασόμενος. ἀλλὰ ποῦ δὴ βούλει καθιζόμενοι ἀναγνῶμεν;
親愛なるパイドロス、いったいどこへ行くのかね、そしてどこから来たのかね。
ケパロスの子リュシアスのところからです、ソクラテス。そして城壁の外へ散歩に行くところです。朝早くからずっと、あそこで長いあいだ座って過ごしたのです。それで、あなたと私の友であるアクメノスに従って、道に沿って散歩をしているのです。彼が言うには、走路での散歩よりも疲れが少ないのだそうですから。
それは立派なことを言っている、友よ。ところで、リュシアスは、どうやら町にいたのだね。
はい、エピクラテスのところに。オリュンピオス〔ゼウスの神殿〕の近くの、このモリュコスの家にです。
それで、どんな過ごし方だったのかね。それとも、リュシアスが言論で君たちをもてなしたのは明らかなことかね。
お聞きになれますよ、もし歩きながら聞くお暇があるなら。
何だって。君とリュシアスの過ごし方を聞くことを、ピンダロスの言うように「暇よりもまさる事柄」としないと、君は思うのかね。
では、先へ進んでください。
話してくれたまえ。
実際、ソクラテス、この話はあなたにふさわしいものですよ。というのも、私たちが過ごしたその言論は、どういう具合か、恋にかかわるものだったのです。リュシアスは、美しい者の誰かが言い寄られるのだが、恋する者によってではない、というものを書いたのです。そしてまさにそこにこそ、彼は工夫を凝らしたのです。恋する者よりも、恋していない者にこそ身を任せるべきだ、と言うのですから。
なんと高貴な人だ。貧しい者にこそ、豊かな者よりも、そして年長の者にこそ、若い者よりも〔身を任せるべきだ〕と、そのほか私や私たちの多くに当てはまるかぎりのことについても書いてくれればよいのに。そうすれば、その言論は洗練された、民衆に役立つものとなるだろう。とにかく私は、聞きたくてたまらなくなったので、たとえ君が歩いてメガラまで散歩をし、ヘロディコスにならって城壁に触れて引き返すとしても、決して君から離れはしないだろう。
何をおっしゃるのですか、最善のソクラテス。リュシアスが、今の人々のうちで書くことにかけて最も腕が立つ者として、長い時間をかけてゆっくりと組み立てたものを、素人の私が、あの人にふさわしく思い出して語れるとお思いですか。とんでもない。もっとも、たくさんの黄金が手に入るよりも、そうできたらと思うのですが。
パイドロスよ、もし私がパイドロスを知らないのなら、私は自分自身のことも忘れているのだ。だが、そのどちらでもない。私はよく知っている。あの男はリュシアスの言論を聞いて、ただ一度聞いただけではなく、何度も繰り返して話してくれるよう頼み、リュシアスは喜んで応じた。だがあの男にはそれでも十分ではなく、最後には書物を受け取って、とりわけ望んだ箇所を調べた。そして朝早くから座ってそうしていて、疲れて散歩に出かけたのだ。私の思うには、犬にかけて、その言論を、よほど長いのでないかぎり、そらで覚えて。そして練習するために城壁の外へ出かけたのだ。ところが、言論を聞くことに病みつきになっている者に出会うと、彼を見て、見て、一緒にコリュバンテスのように熱狂する者が得られると喜んで、先へ進むよう命じた。だが、言論に恋するその者が話すよう頼むと、話したくないかのように気取ってみせた。最後には、誰も自ら進んで聞かなければ、力ずくでも話すつもりだったのに。だから、パイドロスよ、彼がいずれにせよすぐにするだろうことを、今すぐするよう頼みたまえ。
本当に、私にとっては、私にできるやり方で話すのが、ずっと一番よいのです。何らかの仕方で話すまでは、あなたは決して私を放してくれないように思われますから。
まったく、私は君に本当のことを言っているように思われるだろう。
では、こうしましょう。というのも、本当に、ソクラテス、何よりも、言葉そのものを私は覚えなかったのです。けれども、恋する者のものと恋していない者のものとが違うと彼が言った、そのほとんどすべての考えを、要点ごとに、最初のものから始めて、順に一つずつ述べましょう。
まずは、愛しい人よ、左手に上着の下で何を持っているのか見せてからだ。というのも、君がその言論そのものを持っていると私は推し量るのだから。そしてもしそうなら、私についてはこう考えてくれたまえ。私は君をとても愛しているが、リュシアスもここにいるのに、君の練習台として自分を差し出すことは、まったく決めていない、と。さあ、見せたまえ。
やめてください。あなたを相手に練習しようと私が抱いていた希望を、ソクラテス、あなたは打ち砕きました。ですが、どこに座って読みたいのですか。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…