INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>パイドロス>第2部 ソクラテスの第一演説(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第1部 リュシアスの恋愛論目次へ戻る次へ →第3部 魂と恋を語る第二演説

PLATO · PHAEDRUS · 234c–243e

第2部 ソクラテスの第一演説

Part II — The First Speech of Socrates
Stephanus 234c–243e全 5 区分日希逐語訳

リュシアスの演説をほめちぎるパイドロスに、ソクラテスは「胸がいっぱいで、もっとよいことが言えそうだ」と漏らし、プラタナスにかけた誓いで語らされる。顔を覆って語る第一演説は、恋を「美の快楽へと理なく導かれた欲望」と定義し、恋する者が少年の知性・身体・財産にもたらす害を数え上げて「狼が子羊を愛するように」と結ぶ。だが川を渡ろうとしたとき、いつもの神霊の合図に止められ、エロースをそしった過ちを清めるため、ステシコロスにならって取り消しの歌を語ろうと決意する。

ひと目でわかる超要約パイドロス(第2部)の要点

リュシアスの演説をほめちぎるパイドロスに、ソクラテスは「胸がいっぱいで、もっとよいことが言えそうだ」と漏らし、プラタナスにかけた誓いで語らされる。顔を覆って語る第一演説は、恋を「美の快楽へと理なく導かれた欲望」と定義し、恋する者が少年の知性・身体・財産にもたらす害を数え上げて「狼が子羊を愛するように」と結ぶ。だが川を渡ろうとしたとき、いつもの神霊の合図に止められ、エロースをそしった過ちを清めるため、ステシコロスにならって取り消しの歌を語ろうと決意する。

解説・位置づけこの箇所の背景と読みどころ

リュシアスの演説の構成の乱れを指摘したソクラテスが、頭を覆いながら「恋とは分別を失わせる有害な欲望である」という第一演説を行うが、川を渡って帰ろうとしたときダイモニオンの声が響き、エロースへの冒涜を悔いる。(『パイドロス』全体の位置づけ:アテナイ郊外のイリソス川のほとりで、恋(エロース)をめぐる三つの演説が交わされ、ソクラテスが「神から与えられる狂気」と「翼ある二頭立て馬車」の壮大な魂の神話を語ったのち、魂を真理へ導く真の弁論術と文字(書き言葉)の限界を論じる対話篇。)

重要語句・哲学概念の読み方

神から与えられる四つの狂気(マニア)
狂気には人間の病によるものだけでなく、神的な霊感による善き狂気がある。①アポロンの予言、②ディオニュソスの浄め(秘儀)、③ムーサの詩作、そして最高のものとしての④アプロディテとエロースによる「恋の狂気」。
翼ある二頭立て馬車と天の彼方の場所
人間の魂を「御者(理性)」「白馬(気概・名誉心)」「黒馬(激しい欲望)」の二頭立て馬車にたとえる神話。神々の行列に従って天の彼方(ヒュペルウラニオス・トポス)の真実在をどれだけ観たかが地上の生を決定づける。
トート神の文字発明神話と生きた言葉
エジプトのトート神が文字を「記憶と知恵の薬」としてタムス王に献上した際、王が「文字は外からの記号に頼らせて内なる記憶を衰えさせ、見かけだけの知者を作る」と批判した物語。
表示:

目次

  1. リュシアスの演説への評価234c–236b
  2. 語らざるをえなくなるソクラテス236b–237a
  3. 第一演説――エロースの定義237a–238c
  4. 恋する者がもたらす害238c–241d
  5. ダイモニオンの合図と、取り消しの歌への決意241d–243e

リュシアスの演説への評価234c–236b

234c

δαιμονίως μὲν οὖν, ὦ ἑταῖρε, ὥστε με ἐκπλαγῆναι. καὶ τοῦτο ἐγὼ ἔπαθον διὰ σέ, ὦ Φαῖδρε, πρὸς σὲ ἀποβλέπων, ὅτι ἐμοὶ ἐδόκεις γάνυσθαι ὑπὸ τοῦ λόγου μεταξὺ ἀναγιγνώσκων· ἡγούμενος γὰρ σὲ μᾶλλον ἢ ἐμὲ ἐπαΐειν περὶ τῶν τοιούτων σοὶ εἱπόμην, καὶ ἑπόμενος συνεβάκχευσα μετὰ σοῦ τῆς θείας κεφαλῆς. — εἶεν· οὕτω δὴ δοκεῖ παίζειν; — δοκῶ γάρ σοι παίζειν καὶ οὐχὶ ἐσπουδακέναι; — μηδαμῶς, ὦ Σώκρατες, ἀλλʼ ὡς ἀληθῶς εἰπὲ πρὸς Διὸς φιλίου, οἴει ἄν τινα ἔχειν εἰπεῖν ἄλλον τῶν Ἑλλήνων ἕτερα τούτων μείζω καὶ πλείω περὶ τοῦ αὐτοῦ πράγματος; — τί δέ; καὶ ταύτῃ δεῖ ὑπʼ ἐμοῦ τε καὶ σοῦ τὸν λόγον ἐπαινεθῆναι, ὡς τὰ δέοντα εἰρηκότος τοῦ ποιητοῦ, ἀλλʼ οὐκ ἐκείνῃ μόνον, ὅτι σαφῆ καὶ στρογγύλα, καὶ ἀκριβῶς ἕκαστα τῶν ὀνομάτων ἀποτετόρνευται; εἰ γὰρ δεῖ, συγχωρητέον χάριν σήν, ἐπεὶ ἐμέ γε ἔλαθεν ὑπὸ τῆς ἐμῆς οὐδενίας· τῷ γὰρ ῥητορικῷ αὐτοῦ μόνῳ τὸν νοῦν προσεῖχον, τοῦτο δὲ οὐδʼ ἂν αὐτὸν ᾤμην Λυσίαν οἴεσθαι ἱκανὸν εἶναι. καὶ οὖν μοι ἔδοξεν, ὦ Φαῖδρε, εἰ μή τι σὺ ἄλλο λέγεις, δὶς καὶ τρὶς τὰ αὐτὰ εἰρηκέναι, ὡς οὐ πάνυ εὐπορῶν τοῦ πολλὰ λέγειν περὶ τοῦ αὐτοῦ, ἢ ἴσως οὐδὲν αὐτῷ μέλον τοῦ τοιούτου· καὶ ἐφαίνετο δή μοι νεανιεύεσθαι ἐπιδεικνύμενος ὡς οἷός τε ὢν ταὐτὰ ἑτέρως τε καὶ ἑτέρως λέγων ἀμφοτέρως εἰπεῖν ἄριστα. — οὐδὲν λέγεις, ὦ Σώκρατες· αὐτὸ γὰρ τοῦτο καὶ μάλιστα ὁ λόγος ἔχει. τῶν γὰρ ἐνόντων ἀξίως ῥηθῆναι ἐν τῷ πράγματι οὐδὲν παραλέλοιπεν, ὥστε παρὰ τὰ ἐκείνῳ εἰρημένα μηδένʼ ἄν ποτε δύνασθαι εἰπεῖν ἄλλα πλείω καὶ πλείονος ἄξια. — τοῦτο ἐγώ σοι οὐκέτι οἷός τʼ ἔσομαι πιθέσθαι· παλαιοὶ γὰρ καὶ σοφοὶ ἄνδρες τε καὶ γυναῖκες περὶ αὐτῶν εἰρηκότες καὶ γεγραφότες ἐξελέγξουσί με, ἐάν σοι χαριζόμενος συγχωρῶ. — τίνες οὗτοι; καὶ ποῦ σὺ βελτίω τούτων ἀκήκοας; — νῦν μὲν οὕτως οὐκ ἔχω εἰπεῖν· δῆλον δὲ ὅτι τινῶν ἀκήκοα, ἤ που Σαπφοῦς τῆς καλῆς ἢ Ἀνακρέοντος τοῦ σοφοῦ ἢ καὶ συγγραφέων τινῶν. πόθεν δὴ τεκμαιρόμενος λέγω; πλῆρές πως, ὦ δαιμόνιε, τὸ στῆθος ἔχων αἰσθάνομαι παρὰ ταῦτα ἂν ἔχειν εἰπεῖν ἕτερα μὴ χείρω. ὅτι μὲν οὖν παρά γε ἐμαυτοῦ οὐδὲν αὐτῶν ἐννενόηκα, εὖ οἶδα, συνειδὼς ἐμαυτῷ ἀμαθίαν· λείπεται δὴ οἶμαι ἐξ ἀλλοτρίων ποθὲν ναμάτων διὰ τῆς ἀκοῆς πεπληρῶσθαί με δίκην ἀγγείου. ὑπὸ δὲ νωθείας αὖ καὶ αὐτὸ τοῦτο ἐπιλέλησμαι, ὅπως τε καὶ ὧντινων ἤκουσα. — ἀλλʼ, ὦ γενναιότατε, κάλλιστα εἴρηκας. σὺ γὰρ ἐμοὶ ὧντινων μὲν καὶ ὅπως ἤκουσας μηδʼ ἂν κελεύω εἴπῃς, τοῦτο δὲ αὐτὸ ὃ λέγεις ποίησον· τῶν ἐν τῷ βιβλίῳ βελτίω τε καὶ μὴ ἐλάττω ἕτερα ὑπέσχησαι εἰπεῖν τούτων ἀπεχόμενος, καί σοι ἐγώ, ὥσπερ οἱ ἐννέα ἄρχοντες, ὑπισχνοῦμαι χρυσῆν εἰκόνα ἰσομέτρητον εἰς Δελφοὺς ἀναθήσειν, οὐ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σήν. — φίλτατος εἶ καὶ ὡς ἀληθῶς χρυσοῦς, ὦ Φαῖδρε, εἴ με οἴει λέγειν ὡς Λυσίας τοῦ παντὸς ἡμάρτηκεν, καὶ οἷόν τε δὴ παρὰ πάντα ταῦτα ἄλλα εἰπεῖν· τοῦτο δὲ οἶμαι οὐδʼ ἂν τὸν φαυλότατον παθεῖν συγγραφέα. αὐτίκα περὶ οὗ ὁ λόγος, τίνα οἴει λέγοντα ὡς χρὴ μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι χαρίζεσθαι, παρέντα τοῦ μὲν τὸ φρόνιμον ἐγκωμιάζειν, τοῦ δὲ τὸ ἄφρον ψέγειν, ἀναγκαῖα γοῦν ὄντα, εἶτʼ ἄλλʼ ἄττα ἕξειν λέγειν; ἀλλʼ οἶμαι τὰ μὲν τοιαῦτα ἐατέα καὶ συγγνωστέα λέγοντι· καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν. — συγχωρῶ ὃ λέγεις· μετρίως γάρ μοι δοκεῖς εἰρηκέναι. ποιήσω οὖν καὶ ἐγὼ οὕτως· τὸ μὲν τὸν ἐρῶντα τοῦ μὴ ἐρῶντος μᾶλλον νοσεῖν δώσω σοι ὑποτίθεσθαι, τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ πλείονος ἄξια εἰπὼν τῶνδε Λυσίου παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ στάθητι.

ソクラテス

まったく神業のようだ、友よ。私は度肝を抜かれてしまった。そしてこの目にあったのは、パイドロス、君のせいなのだ。君のほうを見ていると、読みながら君がその言論に晴れやかになっているように思われたのでね。というのも、このようなことについては私よりも君のほうがわかっていると考えて、君について行ったのだ。そしてついて行って、神々しい君という頭と一緒に、バッコスの狂乱にふけったのだ。

パイドロス

そうですか。そんなふうに冗談を言うことにしたのですね。

ソクラテス

私が冗談を言っていて、真剣ではないと君には思われるのかね。

パイドロス

決してそうではありません、ソクラテス。でも本当に、友情のゼウスにかけて言ってください。ギリシア人のうちの誰か別の人が、同じ事柄について、これよりも大きな、より多くのことを言えると思いますか。

ソクラテス

何だって。私と君とで、その言論を、作者が言うべきことを言ったという点でもほめなければならないのかね。それが明快で、引き締まっていて、言葉の一つ一つがきちんと削り上げられているという点だけではなく。もしそうしなければならないのなら、君のために譲らねばならない。私は自分のつまらなさのために、気づかなかったのだから。というのも、私はその弁論術的な点にだけ注意を向けていたのだが、その点についてさえ、リュシアス自身も十分だと思っているとは思わなかった。そしてまた、パイドロス、君が何か別のことを言わないかぎり、私には彼が同じことを二度も三度も言ったように思われた。同じことについて多くを語るのにまったく事欠いているかのように、あるいはおそらく、そのようなことは少しも気にかけていないかのように。そして、同じことをあれこれと言い換えて、どちらの言い方でも最もうまく語ることができると見せびらかして、若気の至りを演じているように私には見えたのだ。

パイドロス

何もおっしゃっていないも同然です、ソクラテス。というのも、まさにそのことこそ、その言論が何よりも備えている点なのです。事柄のうちに語るに値するものとして含まれていることを、何一つ言い落としていないのですから。ですから、あの人が語ったことのほかに、ほかのより多くの、より価値のあることを言える人など、決していないでしょう。

ソクラテス

そのことについては、私はもう君に従うことはできないだろう。というのも、昔の知恵ある男たちや女たちが、これらについて語り、書いているのだから、もし私が君に気に入られようとして同意したら、彼らが私を論駁するだろう。

パイドロス

それは誰ですか。そして、どこであなたはこれらよりすぐれたものを聞いたのですか。

ソクラテス

今すぐには、そう言うことができない。だが、誰かから聞いたことは明らかだ。おそらく美しいサッポーか、知恵あるアナクレオンか、あるいは散文の書き手の誰かからか。では何を証拠にそう言うのか。驚いた人よ、私は胸がいっぱいになっていて、これらとは別の、劣らないことを言えるだろうと感じているのだ。だが、それらのどれも私自身から思いついたのではないことは、よく知っている。自分の無学を自覚しているのだから。そこで残るのは、私の思うには、どこか他人の泉から、耳を通して、器のように満たされたということだ。だがまた、愚鈍さのために、まさにそのこと、つまりどのようにして、誰から聞いたのかを忘れてしまったのだ。

パイドロス

いや、最も高貴な人よ、この上なく立派におっしゃいました。というのも、誰からどのように聞いたのかは、私が命じても言わないでください。ただ、まさにおっしゃったそのことをしてください。書物にあることよりもすぐれた、劣らない別のことを、これらには手をつけずに語ると約束されたのですから。そうすれば私は、九人のアルコンのように、等身大の黄金の像をデルポイに奉納すると約束します。私自身のものだけでなく、あなたのものも。

ソクラテス

君はなんと愛すべき、本当に黄金の人なのだ、パイドロス、もし君が、リュシアスがすべてにおいて誤っていて、それらすべてのほかに別のことを言うことができると、私が言っていると思うのなら。そのようなことは、最もつまらない書き手でさえこうむらないと私は思う。たとえば、その言論の主題について言えば、恋していない者にこそ、恋する者よりも身を任せるべきだと言う人が、一方の思慮深さをほめ、他方の思慮のなさを非難するのを――それは必要不可欠なことなのだから――省いて、それでいてほかに何か言うことがあるなどと、誰が思うだろうか。むしろ私の思うには、そのようなことは、語る者に許し、大目に見るべきなのだ。そしてそのようなことについては、発見ではなく配置をほめるべきであり、必要不可欠でなく見出すのが難しいことについては、配置に加えて発見をもほめるべきなのだ。

パイドロス

あなたのおっしゃることに同意します。適度におっしゃったと私には思われますから。では私もそのようにしましょう。恋する者のほうが恋していない者よりも病んでいるということは、前提とすることをあなたに許しましょう。だが残りのことについて、リュシアスのこれらよりも多くの、より価値のある別のことを語ったなら、オリュンピアのキュプセロス一族の奉納物のそばに、槌で打ち出した〔黄金の像〕として立ってください。

語らざるをえなくなるソクラテス236b–237a

236b

ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε, καὶ οἴει δή με ὡς ἀληθῶς ἐπιχειρήσειν εἰπεῖν παρὰ τὴν ἐκείνου σοφίαν ἕτερόν τι ποικιλώτερον; — περὶ μὲν τούτου, ὦ φίλε, εἰς τὰς ὁμοίας λαβὰς ἐλήλυθας. ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις εὐλαβήθητι, καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, καὶ ὅτι ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ· ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν. ἐσμὲν δὲ μόνω ἐν ἐρημίᾳ, ἰσχυρότερος δʼ ἐγὼ καὶ νεώτερος, ἐκ δὲ ἁπάντων τούτων σύνες ὅ τοι λέγω, καὶ μηδαμῶς πρὸς βίαν βουληθῇς μᾶλλον ἢ ἑκὼν λέγειν. — ἀλλʼ, ὦ μακάριε Φαῖδρε, γελοῖος ἔσομαι παρʼ ἀγαθὸν ποιητὴν ἰδιώτης αὐτοσχεδιάζων περὶ τῶν αὐτῶν. — οἶσθʼ ὡς ἔχει; παῦσαι πρός με καλλωπιζόμενος· σχεδὸν γὰρ ἔχω ὃ εἰπὼν ἀναγκάσω σε λέγειν. — μηδαμῶς τοίνυν εἴπῃς. — οὔκ, ἀλλὰ καὶ δὴ λέγω· ὁ δέ μοι λόγος ὅρκος ἔσται. ὄμνυμι γάρ σοι—τίνα μέντοι, τίνα θεῶν; ἢ βούλει τὴν πλάτανον ταυτηνί; —ἦ μήν, ἐάν μοι μὴ εἴπῃς τὸν λόγον ἐναντίον αὐτῆς ταύτης, μηδέποτέ σοι ἕτερον λόγον μηδένα μηδενὸς μήτε ἐπιδείξειν μήτε ἐξαγγελεῖν. — βαβαῖ, ὦ μιαρέ, ὡς εὖ ἀνηῦρες τὴν ἀνάγκην ἀνδρὶ φιλολόγῳ ποιεῖν ὃ ἂν κελεύῃς. — τί δῆτα ἔχων στρέφῃ; — οὐδὲν ἔτι, ἐπειδὴ σύ γε ταῦτα ὀμώμοκας. πῶς γὰρ ἂν οἷός τʼ εἴην τοιαύτης θοίνης ἀπέχεσθαι; — λέγε δή. — οἶσθʼ οὖν ὡς ποιήσω; — τοῦ πέρι; — ἐγκαλυψάμενος ἐρῶ, ἵνʼ ὅτι τάχιστα διαδράμω τὸν λόγον καὶ μὴ βλέπων πρὸς σὲ ὑπʼ αἰσχύνης διαπορῶμαι. — λέγε μόνον, τὰ δʼ ἄλλα ὅπως βούλει ποίει.

ソクラテス

本気になったのだね、パイドロス、私が君の愛する者に手を出して、君をからかったものだから。それで私が本当に、あの人の知恵に張り合って、何かもっと彩り豊かな別のものを語ろうと企てると思っているのかね。

パイドロス

それについては、友よ、あなたは同じ組み手に入ってしまいました。というのも、何よりも、あなたはできるやり方で語らねばならないのです。喜劇役者たちの下品な所業、つまり互いに言い返し合うことを私たちがせずにすむように。気をつけてください。そして私に、あの『もし私が、ソクラテス、ソクラテスを知らないのなら、私は自分自身のことも忘れているのだ』とか、『彼は語りたくてたまらなかったが、気取ってみせた』とかいうことを言うよう強いようとしないでください。そうではなく、あなたが胸に持っていると言ったことを語るまでは、私たちはここから立ち去らないのだと考えてください。私たちは人気のないところに二人きりで、私のほうが強く、若いのです。これらすべてから、私の言うことを理解してください。そして決して、自ら進んで語るよりも、力ずくで〔語らされる〕ほうを望まないでください。

ソクラテス

だが、幸いなパイドロスよ、すぐれた作家と並んで、素人の私が同じ事柄について即興で語れば、笑い者になるだろう。

パイドロス

どうなっているか、わかっていますか。私に向かって気取るのはやめてください。というのも、言えばあなたに語るよう強いることのできることを、私はほとんど持っているのですから。

ソクラテス

では、決してそれを言わないでくれ。

パイドロス

いいえ、もう言いますとも。私の言葉は誓いとなるでしょう。あなたに誓います――でも、誰にかけて、神々のうちの誰にかけて。それとも、このプラタナスにかけてというのはどうですか――、本当に、もしあなたがまさにこの木の前で私にその言論を語らないなら、決してあなたに、誰の言論も、ほかに一つも、披露することも告げ知らせることもしない、と。

ソクラテス

おやおや、この悪たれめ、言論好きの男に、君の命じることを何でもさせる強制の手段を、なんと見事に見つけたことか。

パイドロス

では、どうしてまだ身をよじっているのですか。

ソクラテス

もう何も〔よじらない〕。君がそう誓ったからには。どうして私が、このようなごちそうを控えることができようか。

パイドロス

では語ってください。

ソクラテス

では、私がどうするかわかるかね。

パイドロス

何についてですか。

ソクラテス

顔を覆って語ろう。できるだけ速く言論を走り抜け、君のほうを見て恥ずかしさのあまり途方に暮れたりしないように。

パイドロス

とにかく語ってください。ほかのことはお望みどおりにしてください。

第一演説――エロースの定義237a–238c

237a

ἄγετε δή, ὦ Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου, ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν, ἵνʼ ὁ ἑταῖρος αὐτοῦ, καὶ πρότερον δοκῶν τούτῳ σοφὸς εἶναι, νῦν ἔτι μᾶλλον δόξῃ. ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος, μάλα καλός· τούτῳ δὲ ἦσαν ἐρασταὶ πάνυ πολλοί. εἷς δέ τις αὐτῶν αἱμύλος ἦν, ὃς οὐδενὸς ἧττον ἐρῶν ἐπεπείκει τὸν παῖδα ὡς οὐκ ἐρῴη. καί ποτε αὐτὸν αἰτῶν ἔπειθεν τοῦτʼ αὐτό, ὡς μὴ ἐρῶντι πρὸ τοῦ ἐρῶντος δέοι χαρίζεσθαι, ἔλεγέν τε ὧδε— περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύσεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη. τοὺς δὲ πολλοὺς λέληθεν ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου. ὡς οὖν εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις ὁμολογοῦσιν. ἐγὼ οὖν καὶ σὺ μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν, ἀλλʼ ἐπειδὴ σοὶ καὶ ἐμοὶ ὁ λόγος πρόκειται πότερα ἐρῶντι ἢ μὴ μᾶλλον εἰς φιλίαν ἰτέον, περὶ ἔρωτος οἷόν τʼ ἔστι καὶ ἣν ἔχει δύναμιν, ὁμολογίᾳ θέμενοι ὅρον, εἰς τοῦτο ἀποβλέποντες καὶ ἀναφέροντες τὴν σκέψιν ποιώμεθα εἴτε ὠφελίαν εἴτε βλάβην παρέχει. ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δʼ αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν. τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν; δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου. τούτω δὲ ἐν ἡμῖν τοτὲ μὲν ὁμονοεῖτον, ἔστι δὲ ὅτε στασιάζετον· καὶ τοτὲ μὲν ἡ ἑτέρα, ἄλλοτε δὲ ἡ ἑτέρα κρατεῖ. δόξης μὲν οὖν ἐπὶ τὸ ἄριστον λόγῳ ἀγούσης καὶ κρατούσης τῷ κράτει σωφροσύνη ὄνομα· ἐπιθυμίας δὲ ἀλόγως ἑλκούσης ἐπὶ ἡδονὰς καὶ ἀρξάσης ἐν ἡμῖν τῇ ἀρχῇ ὕβρις ἐπωνομάσθη. ὕβρις δὲ δὴ πολυώνυμον —πολυμελὲς γὰρ καὶ πολυμερές—καὶ τούτων τῶν ἰδεῶν ἐκπρεπὴς ἣ ἂν τύχῃ γενομένη, τὴν αὑτῆς ἐπωνυμίαν ὀνομαζόμενον τὸν ἔχοντα παρέχεται, οὔτε τινὰ καλὴν οὔτʼ ἐπαξίαν κεκτῆσθαι. περὶ μὲν γὰρ ἐδωδὴν κρατοῦσα τοῦ λόγου τε τοῦ ἀρίστου καὶ τῶν ἄλλων ἐπιθυμιῶν ἐπιθυμία γαστριμαργία τε καὶ τὸν ἔχοντα ταὐτὸν τοῦτο κεκλημένον παρέξεται· περὶ δʼ αὖ μέθας τυραννεύσασα, τὸν κεκτημένον ταύτῃ ἄγουσα, δῆλον οὗ τεύξεται προσρήματος· καὶ τἆλλα δὴ τὰ τούτων ἀδελφὰ καὶ ἀδελφῶν ἐπιθυμιῶν ὀνόματα τῆς ἀεὶ δυναστευούσης ᾗ προσήκει καλεῖσθαι πρόδηλον. ἧς δʼ ἕνεκα πάντα τὰ πρόσθεν εἴρηται, σχεδὸν μὲν ἤδη φανερόν, λεχθὲν δὲ ἢ μὴ λεχθὲν πάντως σαφέστερον· ἡ γὰρ ἄνευ λόγου δόξης ἐπὶ τὸ ὀρθὸν ὁρμώσης κρατήσασα ἐπιθυμία πρὸς ἡδονὴν ἀχθεῖσα κάλλους, καὶ ὑπὸ αὖ τῶν ἑαυτῆς συγγενῶν ἐπιθυμιῶν ἐπὶ σωμάτων κάλλος ἐρρωμένως ῥωσθεῖσα νικήσασα ἀγωγῇ, ἀπʼ αὐτῆς τῆς ῥώμης ἐπωνυμίαν λαβοῦσα, ἔρως ἐκλήθη.

ソクラテス

さあ、ムーサたちよ、歌の種類のゆえに『澄んだ声の(リゲイアイ)』と呼ばれるにせよ、リギュエス人の音楽の種族のゆえにこの呼び名を得たにせよ、私と一緒にこの物語を担ってくれたまえ。ここにいるこの最善の人が私に語るよう強いる物語を。彼の友〔リュシアス〕が、前からこの人に知恵ある者と思われていたのに、今やいっそうそう思われるように。さて、こういう少年が、いやむしろ若者がいた。とても美しかった。そして彼にはとても多くの恋する者たちがいた。そのうちの一人は口のうまい男で、誰にも劣らず恋していたのに、自分は恋していないと少年に信じ込ませていた。そしてあるとき、彼に求めて、まさにこのこと、すなわち恋する者よりも恋していない者に身を任せるべきだということを説得しようとして、こう言った。『少年よ、何事においても、立派に思案しようとする者たちにとって、始まりは一つしかない。思案の対象が何であるかを知らねばならない。さもなければ、すべてにおいて誤るほかない。だが多くの人々は、自分がそれぞれのものの本質を知らないことに気づいていない。そこで、知っているかのようにして、考察の始めに同意し合わず、先へ進むと、もっともな報いを払うのだ。自分自身とも互いとも一致しないのだから。そこで、私と君とは、ほかの人々に私たちが非難することをこうむらないようにしよう。そうではなく、恋する者と恋していない者と、どちらとより友情を結ぶべきかという言論が君と私の前に置かれているのだから、恋とはどのようなものであり、どんな力をもつのかについて、同意によって定義を定め、それに目を向け、それに引き戻しながら、それが益をもたらすのか害をもたらすのかの考察をしよう。さて、恋が一種の欲望であることは、誰にも明らかだ。だがまた、恋していない者たちも美しい者を欲することを、私たちは知っている。では、何によって恋する者とそうでない者とを区別しようか。さらに次のことを理解しなければならない。私たちの各人のうちには、支配し導く二つの形のものがあり、私たちはそれらが導くほうへ従う。一方は生まれつきの、快楽への欲望であり、もう一方は後から獲得された、最善を目指す思わくである。これら二つは、私たちのうちで、あるときは心を一つにし、あるときは争い合う。そしてあるときは一方が、あるときは他方が勝つ。さて、思わくが言論によって最善へと導き、勝つとき、その勝利には節制という名がある。だが欲望が理なくして快楽へと引きずり、私たちのうちで支配するとき、その支配には放縦(ヒュブリス)という名が付けられた。だが放縦には多くの名がある――多くの肢体、多くの部分をもつのだから――。そしてこれらの形のうちで、たまたま生じた際立ったものが、それをもつ者に自分の名で呼ばれるようにさせるのだ。それは何ら美しい名でも、それに値する名でもない。というのも、食べることにかかわって、最善の言論とほかの欲望とに打ち勝つ欲望は、大食であり、それをもつ者もまさにその名で呼ばれるようにするだろう。また飲酒にかかわって独裁して、それをもつ者をその方向へ導くなら、どんな呼び名を得るかは明らかだ。そしてこれらと兄弟であるほかの欲望についても、そのつど支配している欲望の、兄弟たちの名で呼ばれるのがふさわしいことは明らかだ。さて、それのためにこれまでのすべてが語られたものは、もうほとんど明らかだが、語られるほうが、語られないよりも、何といってもより明らかだろう。すなわち、正しいものへと駆り立てる思わくに、理なくして打ち勝ち、美の快楽へと導かれた欲望、そしてまた自分と同族の欲望によって身体の美へと力強く強められ、その導きにおいて勝ったものが、まさにその力(ローメー)から呼び名を得て、エロースと呼ばれたのだ』。

恋する者がもたらす害238c–241d

238c

ἀτάρ, ὦ φίλε Φαῖδρε, δοκῶ τι σοί, ὥσπερ ἐμαυτῷ, θεῖον πάθος πεπονθέναι; — πάνυ μὲν οὖν, ὦ Σώκρατες, παρὰ τὸ εἰωθὸς εὔροιά τίς σε εἴληφεν. — σιγῇ τοίνυν μου ἄκουε. τῷ ὄντι γὰρ θεῖος ἔοικεν ὁ τόπος εἶναι, ὥστε ἐὰν ἄρα πολλάκις νυμφόληπτος προϊόντος τοῦ λόγου γένωμαι, μὴ θαυμάσῃς· τὰ νῦν γὰρ οὐκέτι πόρρω διθυράμβων φθέγγομαι. — ἀληθέστατα λέγεις. — τούτων μέντοι σὺ αἴτιος. ἀλλὰ τὰ λοιπὰ ἄκουε· ἴσως γὰρ κἂν ἀποτράποιτο τὸ ἐπιόν. ταῦτα μὲν οὖν θεῷ μελήσει, ἡμῖν δὲ πρὸς τὸν παῖδα πάλιν τῷ λόγῳ ἰτέον. εἶεν, ὦ φέριστε· ὃ μὲν δὴ τυγχάνει ὂν περὶ οὗ βουλευτέον, εἴρηταί τε καὶ ὥρισται, βλέποντες δὲ δὴ πρὸς αὐτὸ τὰ λοιπὰ λέγωμεν τίς ὠφελία ἢ βλάβη ἀπό τε ἐρῶντος καὶ μὴ τῷ χαριζομένῳ ἐξ εἰκότος συμβήσεται. τῷ δὴ ὑπὸ ἐπιθυμίας ἀρχομένῳ δουλεύοντί τε ἡδονῇ ἀνάγκη που τὸν ἐρώμενον ὡς ἥδιστον ἑαυτῷ παρασκευάζειν· νοσοῦντι δὲ πᾶν ἡδὺ τὸ μὴ ἀντιτεῖνον, κρεῖττον δὲ καὶ ἴσον ἐχθρόν. οὔτε δὴ κρείττω οὔτε ἰσούμενον ἑκὼν ἐραστὴς παιδικὰ ἀνέξεται, ἥττω δὲ καὶ ὑποδεέστερον ἀεὶ ἀπεργάζεται· ἥττων δὲ ἀμαθὴς σοφοῦ, δειλὸς ἀνδρείου, ἀδύνατος εἰπεῖν ῥητορικοῦ, βραδὺς ἀγχίνου. τοσούτων κακῶν καὶ ἔτι πλειόνων κατὰ τὴν διάνοιαν ἐραστὴν ἐρωμένῳ ἀνάγκη γιγνομένων τε καὶ φύσει ἐνόντων τῶν μὲν ἥδεσθαι, τὰ δὲ παρασκευάζειν, ἢ στέρεσθαι τοῦ παραυτίκα ἡδέος. 〈φθονερὸν δὴ ἀνάγκη〉 εἶναι, καὶ πολλῶν μὲν ἄλλων συνουσιῶν ἀπείργοντα καὶ ὠφελίμων ὅθεν ἂν μάλιστʼ ἀνὴρ γίγνοιτο, μεγάλης αἴτιον εἶναι βλάβης, μεγίστης δὲ τῆς ὅθεν ἂν φρονιμώτατος εἴη. τοῦτο δὲ ἡ θεία φιλοσοφία τυγχάνει ὄν, ἧς ἐραστὴν παιδικὰ ἀνάγκη πόρρωθεν εἴργειν, περίφοβον ὄντα τοῦ καταφρονηθῆναι· τά τε ἄλλα μηχανᾶσθαι ὅπως ἂν ᾖ πάντα ἀγνοῶν καὶ πάντα ἀποβλέπων εἰς τὸν ἐραστήν, οἷος ὢν τῷ μὲν ἥδιστος, ἑαυτῷ δὲ βλαβερώτατος ἂν εἴη. τὰ μὲν οὖν κατὰ διάνοιαν ἐπίτροπός τε καὶ κοινωνὸς οὐδαμῇ λυσιτελὴς ἀνὴρ ἔχων ἔρωτα. τὴν δὲ τοῦ σώματος ἕξιν τε καὶ θεραπείαν οἵαν τε καὶ ὡς θεραπεύσει οὗ ἂν γένηται κύριος, ὃς ἡδὺ πρὸ ἀγαθοῦ ἠνάγκασται διώκειν, δεῖ μετὰ ταῦτα ἰδεῖν. ὀφθήσεται δὴ μαλθακόν τινα καὶ οὐ στερεὸν διώκων, οὐδʼ ἐν ἡλίῳ καθαρῷ τεθραμμένον ἀλλὰ ὑπὸ συμμιγεῖ σκιᾷ, πόνων μὲν ἀνδρείων καὶ ἱδρώτων ξηρῶν ἄπειρον, ἔμπειρον δὲ ἁπαλῆς καὶ ἀνάνδρου διαίτης, ἀλλοτρίοις χρώμασι καὶ κόσμοις χήτει οἰκείων κοσμούμενον, ὅσα τε ἄλλα τούτοις ἕπεται πάντα ἐπιτηδεύοντα, ἃ δῆλα καὶ οὐκ ἄξιον περαιτέρω προβαίνειν, ἀλλὰ ἓν κεφάλαιον ὁρισαμένους ἐπʼ ἄλλο ἰέναι· τὸ γὰρ τοιοῦτον σῶμα ἐν πολέμῳ τε καὶ ἄλλαις χρείαις ὅσαι μεγάλαι οἱ μὲν ἐχθροὶ θαρροῦσιν, οἱ δὲ φίλοι καὶ αὐτοὶ οἱ ἐρασταὶ φοβοῦνται. τοῦτο μὲν οὖν ὡς δῆλον ἐατέον, τὸ δʼ ἐφεξῆς ῥητέον, τίνα ἡμῖν ὠφελίαν ἢ τίνα βλάβην περὶ τὴν κτῆσιν ἡ τοῦ ἐρῶντος ὁμιλία τε καὶ ἐπιτροπεία παρέξεται. σαφὲς δὴ τοῦτό γε παντὶ μέν, μάλιστα δὲ τῷ ἐραστῇ, ὅτι τῶν φιλτάτων τε καὶ εὐνουστάτων καὶ θειοτάτων κτημάτων ὀρφανὸν πρὸ παντὸς εὔξαιτʼ ἂν εἶναι τὸν ἐρώμενον· πατρὸς γὰρ καὶ μητρὸς καὶ συγγενῶν καὶ φίλων στέρεσθαι ἂν αὐτὸν δέξαιτο, διακωλυτὰς καὶ ἐπιτιμητὰς ἡγούμενος τῆς ἡδίστης πρὸς αὐτὸν ὁμιλίας. ἀλλὰ μὴν οὐσίαν γʼ ἔχοντα χρυσοῦ ἤ τινος ἄλλης κτήσεως οὔτε εὐάλωτον ὁμοίως οὔτε ἁλόντα εὐμεταχείριστον ἡγήσεται· ἐξ ὧν πᾶσα ἀνάγκη ἐραστὴν παιδικοῖς φθονεῖν μὲν οὐσίαν κεκτημένοις, ἀπολλυμένης δὲ χαίρειν. ἔτι τοίνυν ἄγαμον, ἄπαιδα, ἄοικον ὅτι πλεῖστον χρόνον παιδικὰ ἐραστὴς εὔξαιτʼ ἂν γενέσθαι, τὸ αὑτοῦ γλυκὺ ὡς πλεῖστον χρόνον καρποῦσθαι ἐπιθυμῶν. ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμειξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν, οἷον κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμειξεν ἡ φύσις ἡδονήν τινα οὐκ ἄμουσον, καί τις ἑταίραν ὡς βλαβερὸν ψέξειεν ἄν, καὶ ἄλλα πολλὰ τῶν τοιουτοτρόπων θρεμμάτων τε καὶ ἐπιτηδευμάτων, οἷς τό γε καθʼ ἡμέραν ἡδίστοισιν εἶναι ὑπάρχει· παιδικοῖς δὲ ἐραστὴς πρὸς τῷ βλαβερῷ καὶ εἰς τὸ συνημερεύειν πάντων ἀηδέστατον. ἥλικα γὰρ δὴ καὶ ὁ παλαιὸς λόγος τέρπειν τὸν ἥλικα—ἡ γὰρ οἶμαι χρόνου ἰσότης ἐπʼ ἴσας ἡδονὰς ἄγουσα διʼ ὁμοιότητα φιλίαν παρέχεται—ἀλλʼ ὅμως κόρον γε καὶ ἡ τούτων συνουσία ἔχει. καὶ μὴν τό γε ἀναγκαῖον αὖ βαρὺ παντὶ περὶ πᾶν λέγεται· ὃ δὴ πρὸς τῇ ἀνομοιότητι μάλιστα ἐραστὴς πρὸς παιδικὰ ἔχει. νεωτέρῳ γὰρ πρεσβύτερος συνὼν οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἑκὼν ἀπολείπεται, ἀλλʼ ὑπʼ ἀνάγκης τε καὶ οἴστρου ἐλαύνεται, ὃς ἐκείνῳ μὲν ἡδονὰς ἀεὶ διδοὺς ἄγει, ὁρῶντι, ἀκούοντι, ἁπτομένῳ, καὶ πᾶσαν αἴσθησιν αἰσθανομένῳ τοῦ ἐρωμένου, ὥστε μεθʼ ἡδονῆς ἀραρότως αὐτῷ ὑπηρετεῖν· τῷ δὲ δὴ ἐρωμένῳ ποῖον παραμύθιον ἢ τίνας ἡδονὰς διδοὺς ποιήσει τὸν ἴσον χρόνον συνόντα μὴ οὐχὶ ἐπʼ ἔσχατον ἐλθεῖν ἀηδίας—ὁρῶντι μὲν ὄψιν πρεσβυτέραν καὶ οὐκ ἐν ὥρᾳ, ἑπομένων δὲ τῶν ἄλλων ταύτῃ, ἃ καὶ λόγῳ ἐστὶν ἀκούειν οὐκ ἐπιτερπές, μὴ ὅτι δὴ ἔργῳ ἀνάγκης ἀεὶ προσκειμένης μεταχειρίζεσθαι, φυλακάς τε δὴ καχυποτόπους φυλαττομένῳ διὰ παντὸς καὶ πρὸς ἅπαντας, ἀκαίρους τε ἐπαίνους καὶ ὑπερβάλλοντας ἀκούοντι, ὡς δʼ αὕτως ψόγους νήφοντος μὲν οὐκ ἀνεκτούς, εἰς δὲ μέθην ἰόντος πρὸς τῷ μὴ ἀνεκτῷ ἐπαισχεῖς, παρρησίᾳ κατακορεῖ καὶ ἀναπεπταμένῃ χρωμένου; καὶ ἐρῶν μὲν βλαβερός τε καὶ ἀηδής, λήξας δὲ τοῦ ἔρωτος εἰς τὸν ἔπειτα χρόνον ἄπιστος, εἰς ὃν πολλὰ καὶ μετὰ πολλῶν ὅρκων τε καὶ δεήσεων ὑπισχνούμενος μόγις κατεῖχε τήν γʼ ἐν τῷ τότε συνουσίαν ἐπίπονον οὖσαν φέρειν διʼ ἐλπίδα ἀγαθῶν. τότε δὴ δέον ἐκτίνειν, μεταβαλὼν ἄλλον ἄρχοντα ἐν αὑτῷ καὶ προστάτην, νοῦν καὶ σωφροσύνην ἀντʼ ἔρωτος καὶ μανίας, ἄλλος γεγονὼς λέληθεν τὰ παιδικά. καὶ ὁ μὲν αὐτὸν χάριν ἀπαιτεῖ τῶν τότε, ὑπομιμνῄσκων τὰ πραχθέντα καὶ λεχθέντα, ὡς τῷ αὐτῷ διαλεγόμενος· ὁ δὲ ὑπʼ αἰσχύνης οὔτε εἰπεῖν τολμᾷ ὅτι ἄλλος γέγονεν, οὔθʼ ὅπως τὰ τῆς προτέρας ἀνοήτου ἀρχῆς ὁρκωμόσιά τε καὶ ὑποσχέσεις ἐμπεδώσῃ ἔχει, νοῦν ἤδη ἐσχηκὼς καὶ σεσωφρονηκώς, ἵνα μὴ πράττων ταὐτὰ τῷ πρόσθεν ὅμοιός τε ἐκείνῳ καὶ ὁ αὐτὸς πάλιν γένηται. φυγὰς δὴ γίγνεται ἐκ τούτων, καὶ ἀπεστερηκὼς ὑπʼ ἀνάγκης ὁ πρὶν ἐραστής, ὀστράκου μεταπεσόντος, ἵεται φυγῇ μεταβαλών· ὁ δὲ ἀναγκάζεται διώκειν ἀγανακτῶν καὶ ἐπιθεάζων, ἠγνοηκὼς τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ἔδει ποτὲ ἐρῶντι καὶ ὑπʼ ἀνάγκης ἀνοήτῳ χαρίζεσθαι, ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι· εἰ δὲ μή, ἀναγκαῖον εἴη ἐνδοῦναι αὑτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, ἀηδεῖ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώματος ἕξιν, πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παίδευσιν, ἧς οὔτε ἀνθρώποις οὔτε θεοῖς τῇ ἀληθείᾳ τιμιώτερον οὔτε ἔστιν οὔτε ποτὲ ἔσται. ταῦτά τε οὖν χρή, ὦ παῖ, συννοεῖν, καὶ εἰδέναι τὴν ἐραστοῦ φιλίαν ὅτι οὐ μετʼ εὐνοίας γίγνεται, ἀλλὰ σιτίου τρόπον, χάριν πλησμονῆς, ὡς λύκοι ἄρνας ἀγαπῶσιν, ὣς παῖδα φιλοῦσιν ἐρασταί. τοῦτʼ ἐκεῖνο, ὦ Φαῖδρε. οὐκέτʼ ἂν τὸ πέρα ἀκούσαις ἐμοῦ λέγοντος, ἀλλʼ ἤδη σοι τέλος ἐχέτω ὁ λόγος.

ソクラテス

ところで、親愛なるパイドロス、私は、自分にそう思われるように、君にも、何か神的な状態にあるように思われるかね。

パイドロス

まったくそうです、ソクラテス。いつもとは違って、何か言葉のよどみない流れがあなたをとらえています。

ソクラテス

では、黙って私の話を聞いてくれたまえ。というのも、本当に、この場所は神的であるようだ。だから、言論が進むうちに、私がたびたびニンフに取りつかれたようになっても、驚かないでくれたまえ。というのも、今やもう、私はディテュランボス〔酒神讃歌〕からそう遠くない調子で声を発しているのだから。

パイドロス

まったく本当のことをおっしゃいます。

ソクラテス

だが、その原因は君だ。だが、残りを聞いてくれたまえ。おそらく、迫り来るものは避けられるかもしれないから。それは神が気にかけるだろう。私たちは言論によって、再び少年のもとへ行かねばならない。『さて、最良の人よ。思案すべき対象がまさに何であるかは、語られ、定義された。そこで、それに目を向けながら、残りのこと、すなわち身を任せる者に、恋する者からも恋していない者からも、もっともな仕方でどんな益や害が生じるのかを語ろう。欲望に支配され、快楽に隷従する者は、恋人を自分にとって最も快いものとなるよう仕立てずにはいない。そして病んでいる者には、逆らわないものがすべて快く、より強いものや等しいものは敵となる。そこで、恋する者は、恋人がより強い者であることも、等しい者であることも、自ら進んでは耐えないだろう。常により弱く、より劣った者にしようとするのだ。そして、無学な者は知恵ある者より、臆病な者は勇敢な者より、語ることのできない者は弁論に長けた者より、のろい者は機敏な者より劣っている。これほど多くの、そしてさらに多くの悪が、思考の点で恋人のうちに生じ、また本性上備わっているとき、恋する者は、一方を喜び、他方を仕立てなければならない。さもなければ、その場の快楽を奪われてしまうのだから。そこで、〈恋する者はねたみ深い者で〉あるのが必然であり、ほかの多くの交わり、それによって人が最もすぐれた者となるような有益な交わりから引き離して、大きな害の原因となり、とりわけ、それによって最も思慮ある者となるような交わりから〔引き離して〕最大の害の原因となる。そしてそれこそ神的な哲学であり、恋する者は恋人をそれから遠ざけずにはいない。軽蔑されることをひどく恐れて。そしてほかのことについても、恋人がすべてに無知で、すべてにおいて恋する者に目を向けるよう工夫するのだ。そのような者として、相手にとっては最も快く、自分自身にとっては最も有害な者となるように。そこで、思考の点では、恋をもつ男は、後見人としても仲間としても、少しも得にならない。次に、身体の状態と世話について、快を善よりも先に追うよう強いられている者が、主人となった相手の身体をどのように、どんな仕方で世話するかを見なければならない。彼は、柔弱で、引き締まっておらず、澄んだ日なたではなく入り混じった日陰で育てられ、男らしい労苦と乾いた汗を知らず、柔らかく男らしくない暮らしに慣れ、自分の色艶がないために他人の色や飾りで身を飾り、そのほかこれらに伴うあらゆることを営んでいる者を追い求めているのが見られるだろう。それらは明らかであって、これ以上先へ進むには値しない。一つの要点を定めて、ほかのことへ移ろう。というのも、そのような身体は、戦争においても、ほかのあらゆる大事な用においても、敵は勇気づき、友人たちも、恋する者たち自身も恐れるのだから。さて、これは明らかなこととして放っておき、次のこと、すなわち恋する者の交わりと後見が、財産に関して私たちにどんな益やどんな害をもたらすかを語らねばならない。このことは誰にも明らかだが、とりわけ恋する者にとって明らかだ。彼は何よりも、恋人が、最も愛しく、最も好意的で、最も神的な所有物を失った者であることを祈るだろう。父や母や親族や友人を奪われることを、彼は受け入れるだろう。彼らを、恋人との最も快い交わりを妨げ、とがめる者だと考えるのだから。そしてまた、金やほかの何かの財産をもつ者を、同じようにはとらえやすいとも、とらえても扱いやすいとも考えないだろう。それゆえ、恋する者は、財産をもつ恋人をねたみ、それが失われれば喜ぶのが必然なのだ。さらにまた、恋する者は、恋人ができるだけ長いあいだ、妻もなく、子もなく、家もないことを祈るだろう。自分の甘いものを、できるだけ長いあいだ享受したいと欲するのだから。さて、ほかにも悪いものはあるが、ある神霊が、その多くに、その場の快楽を混ぜ合わせたのだ。たとえば、へつらう者は、恐ろしい獣であり大きな害であるが、それでも本性が、何か洗練された快楽を混ぜ合わせた。また人は遊女を有害なものとして非難するだろうし、そのような種類のほかの多くの生き物や営みも〔非難するだろう〕。それらには少なくとも日々のこととしては最も快いということが備わっているのだ。だが恋する者は、恋人にとって、有害であることに加えて、日々を共に過ごすことに関しても、あらゆるもののうちで最も不快なものだ。というのも、古い言葉にも、同じ年頃の者は同じ年頃の者を喜ばせる、とある――というのも、私の思うには、年齢の等しさが等しい快楽へと導き、似ていることによって友情をもたらすのだから――。だがそれでも、この人たちの交わりにも飽きはある。そしてまた、強いられることは、誰にとっても、何事においても重荷だと言われる。そしてまさにそれを、似ていないことに加えて、恋する者は恋人に対してとりわけもっているのだ。というのも、年長の者が若い者と一緒にいて、昼も夜も自ら進んで離れようとはせず、強制と狂おしい刺激に駆り立てられているのだ。その刺激は、あの人にはいつも快楽を与えて導く。恋人を見、聞き、触れ、あらゆる感覚で感じるときに。それで、快楽とともにぴったりと彼に仕えるのだ。だが恋人のほうには、どんな慰めやどんな快楽を与えて、同じ時間一緒にいる者を、不快の極みに至らせないようにするだろうか。若さの盛りにない、より年老いた顔を見、それに伴うほかのことは、言葉で聞くだけでも楽しくないのに、ましてや常に強制がつきまとって、実際にそれを扱わねばならず、いつでも、誰に対しても、疑い深い見張りに見張られ、時宜を得ない、度を越した賞讃を聞き、同じように非難も聞かされる。それは素面のときでも耐えがたいが、酔いに至ると、耐えがたいうえに恥ずべきものとなる。飽き飽きするほど、開けっぴろげな率直さを用いるのだから。そして恋しているあいだは有害で不快であり、恋がやむと、その後の時において信頼できない者となる。その時に向けて、多くの誓いと懇願とともに多くのことを約束して、そのときのつらい交わりを、善いことへの希望によって耐えさせ、かろうじてつなぎとめていたのに。そして支払うべきときになると、自分のうちに別の支配者・指導者、すなわち恋と狂気の代わりに知性と節制を迎えて、恋人に気づかれないうちに別人になっているのだ。そして恋人は、そのときのことの報いを彼に求め、なされたことと語られたことを思い出させる。同じ人と語り合っているつもりで。だが彼は、恥ずかしさのあまり、自分が別人になったと言う勇気もなく、また、すでに知性をもち、節制ある者となったのだから、以前の愚かな支配の誓いや約束をどうやって果たせばよいかもわからない。前と同じことをして、あの人と似た者、同じ人に戻ってしまわないように。そこで、これらのことから逃亡者となり、かつての恋する者は、やむをえず約束を破って、貝殻が裏返ると、身を翻して逃げ出すのだ。そして恋人は、腹を立て、神々を呼んで呪いながら、追いかけざるをえない。はじめからすべてを知らずにいたのだ。決して恋していて、やむをえず愚かな者に身を任せるべきではなく、むしろ恋しておらず知性ある者に身を任せるべきだったということを。さもなければ、信頼できず、気難しく、ねたみ深く、不快で、財産にとって有害で、身体の状態にとって有害で、そして何よりも魂の教育にとって最も有害な者に、自分を委ねることになる。魂の教育ほど、人間にとっても神々にとっても、真実において尊いものは、今もなく、これからも決してないだろう。だから、少年よ、これらのことを心にとめ、恋する者の友情は好意とともに生じるのではなく、食べ物のように、満腹のためのものであることを知りたまえ。狼が子羊を愛するように、恋する者たちは少年を愛するのだ』。これだよ、パイドロス。もうこれ以上は、私が語るのを聞くことはないだろう。もう君のために、この言論は終わりとしよう。

ダイモニオンの合図と、取り消しの歌への決意241d–243e

241d

καίτοι ᾤμην γε μεσοῦν αὐτόν, καὶ ἐρεῖν τὰ ἴσα περὶ τοῦ μὴ ἐρῶντος, ὡς δεῖ ἐκείνῳ χαρίζεσθαι μᾶλλον, λέγων ὅσα αὖ ἔχει ἀγαθά· νῦν δὲ δή, ὦ Σώκρατες, τί ἀποπαύῃ; — οὐκ ᾔσθου, ὦ μακάριε, ὅτι ἤδη ἔπη φθέγγομαι ἀλλʼ οὐκέτι διθυράμβους, καὶ ταῦτα ψέγων; ἐὰν δʼ ἐπαινεῖν τὸν ἕτερον ἄρξωμαι, τί με οἴει ποιήσειν; ἆρʼ οἶσθʼ ὅτι ὑπὸ τῶν Νυμφῶν, αἷς με σὺ προύβαλες ἐκ προνοίας, σαφῶς ἐνθουσιάσω; λέγω οὖν ἑνὶ λόγῳ ὅτι ὅσα τὸν ἕτερον λελοιδορήκαμεν, τῷ ἑτέρῳ τἀναντία τούτων ἀγαθὰ πρόσεστιν. καὶ τί δεῖ μακροῦ λόγου; περὶ γὰρ ἀμφοῖν ἱκανῶς εἴρηται. καὶ οὕτω δὴ ὁ μῦθος ὅτι πάσχειν προσήκει αὐτῷ, τοῦτο πείσεται· κἀγὼ τὸν ποταμὸν τοῦτον διαβὰς ἀπέρχομαι πρὶν ὑπὸ σοῦ τι μεῖζον ἀναγκασθῆναι. — μήπω γε, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. ἢ οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται ἡ δὴ καλουμένη σταθερά; ἀλλὰ περιμείναντες καὶ ἅμα περὶ τῶν εἰρημένων διαλεχθέντες, τάχα ἐπειδὰν ἀποψυχῇ ἴμεν. — θεῖός γʼ εἶ περὶ τοὺς λόγους, ὦ Φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος. οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων λόγων μηδένα πλείους ἢ σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἢ ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζοντα —Σιμμίαν Θηβαῖον ἐξαιρῶ λόγου· τῶν δὲ ἄλλων πάμπολυ κρατεῖς—καὶ νῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι. — οὐ πόλεμόν γε ἀγγέλλεις. ἀλλὰ πῶς δὴ καὶ τίνι τούτῳ; — ἡνίκʼ ἔμελλον, ὠγαθέ, τὸν ποταμὸν διαβαίνειν, τὸ δαιμόνιόν τε καὶ τὸ εἰωθὸς σημεῖόν μοι γίγνεσθαι ἐγένετο —ἀεὶ δέ με ἐπίσχει ὃ ἂν μέλλω πράττειν—καί τινα φωνὴν ἔδοξα αὐτόθεν ἀκοῦσαι, ἥ με οὐκ ἐᾷ ἀπιέναι πρὶν ἂν ἀφοσιώσωμαι, ὡς δή τι ἡμαρτηκότα εἰς τὸ θεῖον. εἰμὶ δὴ οὖν μάντις μέν, οὐ πάνυ δὲ σπουδαῖος, ἀλλʼ ὥσπερ οἱ τὰ γράμματα φαῦλοι, ὅσον μὲν ἐμαυτῷ μόνον ἱκανός· σαφῶς οὖν ἤδη μανθάνω τὸ ἁμάρτημα. ὡς δή τοι, ὦ ἑταῖρε, μαντικόν γέ τι καὶ ἡ ψυχή· ἐμὲ γὰρ ἔθραξε μέν τι καὶ πάλαι λέγοντα τὸν λόγον, καί πως ἐδυσωπούμην κατʼ Ἴβυκον, μή τι παρὰ θεοῖς ἀμβλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω· νῦν δʼ ᾔσθημαι τὸ ἁμάρτημα. — λέγεις δὲ δὴ τί; — δεινόν, ὦ Φαῖδρε, δεινὸν λόγον αὐτός τε ἐκόμισας ἐμέ τε ἠνάγκασας εἰπεῖν. — πῶς δή; — εὐήθη καὶ ὑπό τι ἀσεβῆ· οὗ τίς ἂν εἴη δεινότερος; — οὐδείς, εἴ γε σὺ ἀληθῆ λέγεις. — τί οὖν; τὸν ἔρωτα οὐκ Ἀφροδίτης καὶ θεόν τινα ἡγῇ; — λέγεταί γε δή. — οὔ τι ὑπό γε Λυσίου, οὐδὲ ὑπὸ τοῦ σοῦ λόγου, ὃς διὰ τοῦ ἐμοῦ στόματος καταφαρμακευθέντος ὑπὸ σοῦ ἐλέχθη. εἰ δʼ ἔστιν, ὥσπερ οὖν ἔστι, θεὸς ἤ τι θεῖον ὁ Ἔρως, οὐδὲν ἂν κακὸν εἴη, τὼ δὲ λόγω τὼ νυνδὴ περὶ αὐτοῦ εἰπέτην ὡς τοιούτου ὄντος· ταύτῃ τε οὖν ἡμαρτανέτην περὶ τὸν ἔρωτα, ἔτι τε ἡ εὐήθεια αὐτοῖν πάνυ ἀστεία, τὸ μηδὲν ὑγιὲς λέγοντε μηδὲ ἀληθὲς σεμνύνεσθαι ὡς τὶ ὄντε, εἰ ἄρα ἀνθρωπίσκους τινὰς ἐξαπατήσαντε εὐδοκιμήσετον ἐν αὐτοῖς. ἐμοὶ μὲν οὖν, ὦ φίλε, καθήρασθαι ἀνάγκη· ἔστιν δὲ τοῖς ἁμαρτάνουσι περὶ μυθολογίαν καθαρμὸς ἀρχαῖος, ὃν Ὅμηρος μὲν οὐκ ᾔσθετο, Στησίχορος δέ. τῶν γὰρ ὀμμάτων στερηθεὶς διὰ τὴν Ἑλένης κακηγορίαν οὐκ ἠγνόησεν ὥσπερ Ὅμηρος, ἀλλʼ ἅτε μουσικὸς ὢν ἔγνω τὴν αἰτίαν, καὶ ποιεῖ εὐθὺς— οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος, οὐδʼ ἔβας ἐν νηυσὶν εὐσέλμοις, οὐδʼ ἵκεο Πέργαμα Τροίας· καὶ ποιήσας δὴ πᾶσαν τὴν καλουμένην Παλινῳδίαν παραχρῆμα ἀνέβλεψεν. ἐγὼ οὖν σοφώτερος ἐκείνων γενήσομαι κατʼ αὐτό γε τοῦτο· πρὶν γάρ τι παθεῖν διὰ τὴν τοῦ Ἔρωτος κακηγορίαν πειράσομαι αὐτῷ ἀποδοῦναι τὴν παλινῳδίαν, γυμνῇ τῇ κεφαλῇ καὶ οὐχ ὥσπερ τότε ὑπʼ αἰσχύνης ἐγκεκαλυμμένος. — τουτωνί, ὦ Σώκρατες, οὐκ ἔστιν ἅττʼ ἂν ἐμοὶ εἶπες ἡδίω. — καὶ γάρ, ὠγαθὲ Φαῖδρε, ἐννοεῖς ὡς ἀναιδῶς εἴρησθον τὼ λόγω, οὗτός τε καὶ ὁ ἐκ τοῦ βιβλίου ῥηθείς. εἰ γὰρ ἀκούων τις τύχοι ἡμῶν γεννάδας καὶ πρᾷος τὸ ἦθος, ἑτέρου δὲ τοιούτου ἐρῶν ἢ καὶ πρότερόν ποτε ἐρασθείς, λεγόντων ὡς διὰ σμικρὰ μεγάλας ἔχθρας οἱ ἐρασταὶ ἀναιροῦνται καὶ ἔχουσι πρὸς τὰ παιδικὰ φθονερῶς τε καὶ βλαβερῶς, πῶς οὐκ ἂν οἴει αὐτὸν ἡγεῖσθαι ἀκούειν ἐν ναύταις που τεθραμμένων καὶ οὐδένα ἐλεύθερον ἔρωτα ἑωρακότων, πολλοῦ δʼ ἂν δεῖν ἡμῖν ὁμολογεῖν ἃ ψέγομεν τὸν ἔρωτα; — ἴσως νὴ Δίʼ, ὦ Σώκρατες. — τοῦτόν γε τοίνυν ἔγωγε αἰσχυνόμενος, καὶ αὐτὸν τὸν ἔρωτα δεδιώς, ἐπιθυμῶ ποτίμῳ λόγῳ οἷον ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι· συμβουλεύω δὲ καὶ Λυσίᾳ ὅτι τάχιστα γράψαι ὡς χρὴ ἐραστῇ μᾶλλον ἢ μὴ ἐρῶντι ἐκ τῶν ὁμοίων χαρίζεσθαι. — ἀλλʼ εὖ ἴσθι ὅτι ἕξει τοῦθʼ οὕτω· σοῦ γὰρ εἰπόντος τὸν τοῦ ἐραστοῦ ἔπαινον, πᾶσα ἀνάγκη Λυσίαν ὑπʼ ἐμοῦ ἀναγκασθῆναι γράψαι αὖ περὶ τοῦ αὐτοῦ λόγον.

パイドロス

でも私は、あの人がまだ半ばにいて、恋していない者についても同じだけのことを、つまりむしろその人にこそ身を任せるべきだということを、その人のもつ善いことを語りながら言うのだと思っていました。それなのに今、ソクラテス、どうしてやめてしまうのですか。

ソクラテス

気づかなかったのかね、幸いな人よ、私がもうディテュランボスではなく叙事詩の詩句を口にしていることに、しかも非難しながら。もし私がもう一方の者をほめはじめたら、私がどうなると思うかね。君がわざと私をさらしたニンフたちに、はっきりと神がかりにされるとわかっているかね。だから私は一言で言おう。私たちが一方の者についてののしったかぎりのことの、反対の善いことが、もう一方の者には備わっている、と。そして長い言論が何の必要があろう。両方について十分に語られたのだから。そして、こうして物語は、それがこうむるのがふさわしいことをこうむるだろう。そして私はこの川を渡って立ち去るとしよう、君から何かもっと大きなことを強いられる前に。

パイドロス

まだです、ソクラテス、暑さが過ぎるまでは。それとも、もうほとんど真昼が、いわゆる「静止の時」が来ているのが見えないのですか。それより、待っていて、同時に語られたことについて語り合い、涼しくなったらおそらく行きましょう。

ソクラテス

君は言論については神的だね、パイドロス、そしてまったく驚くべき人だ。というのも、私の思うには、君の生涯のうちに生まれた言論のうちで、君自身が語るにせよ、何らかの仕方でほかの人々に強いるにせよ、君ほど多くを生み出させた者は誰もいない――テーバイのシミアスは話の外に置くが、ほかの人々にははるかに勝っている――。そして今また、君は、ある言論が語られる原因に私にとってなったように思われる。

パイドロス

戦争を告げているのではありませんね。でも、どのようにして、そしてそれはどんな言論ですか。

ソクラテス

よき人よ、私が川を渡ろうとしていたとき、神霊的なもの、いつもの合図が私に生じたのだ――それはいつも、私がしようとしていることを差し止めるのだが――。そして、まさにそこから、ある声を聞いたように思われた。それは、何か神的なものに対して罪を犯したかのように、私が清めをするまでは立ち去らせないのだ。さて、私は占い師ではあるが、まったく大したものではなく、ちょうど読み書きのつたない者たちのように、自分自身にだけ十分な程度なのだ。だから、もうはっきりと過ちがわかる。というのも、友よ、魂もまた何か占いの力をもつものなのだ。というのも、私は前から言論を語りながら何かに心を乱され、イビュコスの言うように、『神々のもとで過ちを犯して、人々からの名誉と引き換えにする』のではないかと、どこかで恥じ入っていたのだ。だが今、過ちに気づいたのだ。

パイドロス

それで、何をおっしゃるのですか。

ソクラテス

恐ろしい、パイドロス、恐ろしい言論を、君自身も持って来たし、私にも語るよう強いたのだ。

パイドロス

どうしてですか。

ソクラテス

愚かで、いくらか不敬な言論だ。これより恐ろしい言論があるだろうか。

パイドロス

ありません、もしあなたが本当のことをおっしゃるなら。

ソクラテス

ではどうだね。君はエロースを、アプロディテの子であり、ある神だと考えないかね。

パイドロス

そう言われていますね。

ソクラテス

少なくともリュシアスによっても、君の言論によっても〔そう言われては〕いない。君によって魔法をかけられた私の口を通して語られた言論によっても。だがもしエロースが、実際そうであるように、神であるか、何か神的なものであるなら、何ら悪いものではないだろう。ところが、今しがた彼について語った二つの言論は、彼がそのような〔悪い〕ものであるかのように語ったのだ。この点で二つの言論はエロースについて過ちを犯した。さらに、その二つの愚かさは、まったく洒落たものだった。何一つ健全なことも真実なことも言わないのに、何者かであるかのように気取っていたのだから。もしかしてどこかの小人たちを欺いて、彼らのあいだで評判を得るならと。そこで私は、友よ、清めをしなければならない。神話について過ちを犯す者たちには、古い清めがあるのだ。それにホメロスは気づかなかったが、ステシコロスは気づいた。彼はヘレネをそしったために目を奪われたが、ホメロスのように〔その原因に〕無知ではなく、ムーサに通じた者として原因を知って、すぐに作るのだ――『その話は真ではない。おまえはよい甲板の船に乗りはしなかった。トロイアのペルガモンにも行かなかった』。そしていわゆる『取り消しの歌(パリノーディア)』をすべて作ると、たちまち目が見えるようになった。そこで私は、まさにこの点で、あの人たちより知恵ある者になろう。エロースをそしったために何かの目にあう前に、彼に取り消しの歌を捧げることを試みよう。あのときのように恥ずかしさのあまり顔を覆うのではなく、頭をあらわにして。

パイドロス

ソクラテス、これほど私にとって快いことを、あなたはほかに言うことはできないでしょう。

ソクラテス

そうだとも、よきパイドロス、君も考えてみたまえ。二つの言論、この〔私の〕言論も、書物から読み上げられた言論も、なんと恥知らずに語られたかを。というのも、もし誰か、生まれのよい穏やかな性格の人が、自分と同じような者に恋しているか、あるいは以前に恋したことがあって、私たちが、恋する者たちは小さなことのために大きな敵意を抱き、恋人に対してねたみ深く有害にふるまうと言っているのを聞いたとしたら、その人は、どこかの水夫たちのあいだで育ち、自由人の恋を一度も見たことのない者たちの話を聞いていると思わないだろうか。私たちがエロースを非難したことに同意するどころではないだろう。

パイドロス

おそらく、ゼウスにかけて、ソクラテス。

ソクラテス

そこで私は、この人に恥じ入り、またエロースそのものを恐れて、飲める〔真水の〕言論で、いわば塩辛い〔話を〕聞いた耳を洗い流したいと思う。そしてリュシアスにも、できるだけ速く、同じような理由から、恋していない者よりも恋する者にこそ身を任せるべきだと書くよう勧める。

パイドロス

でも、そうなるとよく知っておいてください。あなたが恋する者への賞讃を語れば、リュシアスは私によって、同じ事柄について今度は言論を書くよう、どうしても強いられることになるでしょうから。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、問答の論理関係を可能な限り残した逐語寄りの独自訳です。読みやすさのため、原文中の話者交替を日本語訳では明示しています。ソクラテスの第一演説の中で、口のうまい恋する者が少年に語る言葉は『』で示しています。239a–b では、Perseus の電子テキストに「φθονερὸν δὴ ἀνάγκη」(ねたみ深い者であるのが必然である)の語が欠けているため、Burnet の読みとして〈 〉で補いました(この補いは、作業の中で底本の画像と照合していません)。Perseus の電子テキストに混じっていた出典の番号(イビュコス、ステシコロスの断片)は、原文からは除いています。

第1部の終わりでパイドロスはリュシアスの演説を読み終えています。243e からソクラテスの第二演説(取り消しの歌)が始まります(第3部)。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第1部 リュシアスの恋愛論目次へ戻る次へ →第3部 魂と恋を語る第二演説

PR関連する本

  • パイドロス (岩波文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について