πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ αὑτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς· εἰ δʼ ἔστιν τοῦτο οὕτως ἔχον, μὴ ἄλλο τι εἶναι τὸ αὐτὸ ἑαυτὸ κινοῦν ἢ ψυχήν, ἐξ ἀνάγκης ἀγένητόν τε καὶ ἀθάνατον ψυχὴ ἂν εἴη. περὶ μὲν οὖν ἀθανασίας αὐτῆς ἱκανῶς· περὶ δὲ τῆς ἰδέας αὐτῆς ὧδε λεκτέον. οἷον μέν ἐστι, πάντῃ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης τε καὶ ἐλάττονος· ταύτῃ οὖν λέγωμεν. ἐοικέτω δὴ συμφύτῳ δυνάμει ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου. θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέμεικται. καὶ πρῶτον μὲν ἡμῶν ὁ ἄρχων συνωρίδος ἡνιοχεῖ, εἶτα τῶν ἵππων ὁ μὲν αὐτῷ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δʼ ἐξ ἐναντίων τε καὶ ἐναντίος· χαλεπὴ δὴ καὶ δύσκολος ἐξ ἀνάγκης ἡ περὶ ἡμᾶς ἡνιόχησις. πῇ δὴ οὖν θνητόν τε καὶ ἀθάνατον ζῷον ἐκλήθη πειρατέον εἰπεῖν. ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ, ἄλλοτʼ ἐν ἄλλοις εἴδεσι γιγνομένη. τελέα μὲν οὖν οὖσα καὶ ἐπτερωμένη μετεωροπορεῖ τε καὶ πάντα τὸν κόσμον διοικεῖ, ἡ δὲ πτερορρυήσασα φέρεται ἕως ἂν στερεοῦ τινος ἀντιλάβηται, οὗ κατοικισθεῖσα, σῶμα γήϊνον λαβοῦσα, αὐτὸ αὑτὸ δοκοῦν κινεῖν διὰ τὴν ἐκείνης δύναμιν, ζῷον τὸ σύμπαν ἐκλήθη, ψυχὴ καὶ σῶμα παγέν, θνητόν τʼ ἔσχεν ἐπωνυμίαν· ἀθάνατον δὲ οὐδʼ ἐξ ἑνὸς λόγου λελογισμένου, ἀλλὰ πλάττομεν οὔτε ἰδόντες οὔτε ἱκανῶς νοήσαντες θεόν, ἀθάνατόν τι ζῷον, ἔχον μὲν ψυχήν, ἔχον δὲ σῶμα, τὸν ἀεὶ δὲ χρόνον ταῦτα συμπεφυκότα. ἀλλὰ ταῦτα μὲν δή, ὅπῃ τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω· τὴν δὲ αἰτίαν τῆς τῶν πτερῶν ἀποβολῆς, διʼ ἣν ψυχῆς ἀπορρεῖ, λάβωμεν. ἔστι δέ τις τοιάδε. πέφυκεν ἡ πτεροῦ δύναμις τὸ ἐμβριθὲς ἄγειν ἄνω μετεωρίζουσα ᾗ τὸ τῶν θεῶν γένος οἰκεῖ, κεκοινώνηκε δέ πῃ μάλιστα τῶν περὶ τὸ σῶμα τοῦ θείου ψυχή , τὸ δὲ θεῖον καλόν, σοφόν, ἀγαθόν, καὶ πᾶν ὅτι τοιοῦτον· τούτοις δὴ τρέφεταί τε καὶ αὔξεται μάλιστά γε τὸ τῆς ψυχῆς πτέρωμα, αἰσχρῷ δὲ καὶ κακῷ καὶ τοῖς ἐναντίοις φθίνει τε καὶ διόλλυται.
ソクラテスというのも、外から動かされる物体はすべて魂のないものであり、内から自分自身によって動かされる物体は魂あるものなのだから。これが魂の本性だとすればだが。そして、もしこれがそのとおりであるなら、つまり自分で自分を動かすものが魂以外の何ものでもないなら、魂は必然的に、生じないものであり不死であることになるだろう。さて、魂の不死については十分だ。だが、魂の姿(イデア)については、次のように語らなければならない。それがどのようなものであるかは、あらゆる点でまったく神的な、長い説明を要することだが、それが何に似ているかは、人間的な、より短い説明ですむ。そこでこの仕方で語ろう。では、魂は、翼をもつ一対の馬と御者とが、生まれつき一体となった力に似ているとしよう。神々の馬と御者は、みな自らも善く、善いものから生まれている。だが、ほかのものの場合は混じり合っている。まず、私たちの場合、支配する者が二頭立ての馬車を御している。次に、馬のうち一頭は彼にとって美しく善く、そのようなものから生まれたものだが、もう一頭はその反対のものから生まれ、反対の性質をもっている。だから、私たちの場合の御者の務めは、必然的に難しく厄介なのだ。では、どのようにして死すべき生き物と不死の生き物とが呼ばれるようになったのかを、語ってみなければならない。魂はすべて、魂のないものすべてを配慮し、天全体を巡り歩いて、あるときはこの姿、あるときはあの姿となって現れる。完全で翼をもっているあいだは、高みを進んで宇宙全体を治めるが、翼を失った魂は、何か固いものをつかむまで運ばれていき、そこに住みついて、土の身体を得る。その身体は、魂の力によって自分で自分を動かしているように見える。こうして魂と身体が組み合わさった全体が生き物と呼ばれ、死すべきものという名を得たのだ。だが不死のものは、一つの理づめの説明によっても語られたことがなく、私たちは、見たこともなく十分に考えたこともないのに、神というものを、魂をもち身体ももちながら、それらが永遠に一体となっている、不死の生き物として思い描いているのだ。だが、これらのことは、神の心にかなうとおりにあり、そのように語られるがよい。私たちは、翼が失われる原因、それによって翼が魂から抜け落ちる原因を捉えよう。それは次のようなものだ。翼の力は、重いものを、神々の種族の住む上方へと持ち上げて導くのが本性であり、身体にかかわるもののうちで、それは何よりも神的なものにあずかっている。神的なものとは、美しいもの、知恵あるもの、善いもの、そしてそのようなすべてのものだ。魂の翼は、まさにこれらによって何よりも養われ、成長するが、醜いもの、悪いもの、そしてそれらと反対のものによって衰え、滅びるのだ。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…