INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>パイドロス>第4部 弁論術は技術か(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第3部 魂と恋を語る第二演説目次へ戻る次へ →第5部 文字と語りの価値

PLATO · PHAEDRUS · 257b–274b

第4部 弁論術は技術か

Part IV — Is Rhetoric an Art?
Stephanus 257b–274b全 11 区分日希逐語訳

言論を書くこと自体は恥ではなく、悪く書くことが恥である。真昼の蝉の物語をはさみ、ソクラテスは、真実を知らずに説得する弁論術を退け、リュシアスの話を吟味し、まとめあげと分割の方法を示す。教科書の技法は技術以前の学科にすぎず、本当の弁論術は魂の種類と言論の種類を知り、時機をとらえることだと説き、テイシアスの「もっともらしさ」に答える。

ひと目でわかる超要約パイドロス(第4部)の要点

言論を書くこと自体は恥ではなく、悪く書くことが恥である。真昼の蝉の物語をはさみ、ソクラテスは、真実を知らずに説得する弁論術を退け、リュシアスの話を吟味し、まとめあげと分割の方法を示す。教科書の技法は技術以前の学科にすぎず、本当の弁論術は魂の種類と言論の種類を知り、時機をとらえることだと説き、テイシアスの「もっともらしさ」に答える。

解説・位置づけこの箇所の背景と読みどころ

木の上で歌うセミたち(ムーサの使者)の話を挿みつつ、真の弁論術とは見かけの説得ではなく、対象の本性を「一つのイデアへとまとめる総合」と「自然な関節に沿って切り分ける分割」の問答法、および聞き手の魂の類型を知る技術であると論じる。(『パイドロス』全体の位置づけ:アテナイ郊外のイリソス川のほとりで、恋(エロース)をめぐる三つの演説が交わされ、ソクラテスが「神から与えられる狂気」と「翼ある二頭立て馬車」の壮大な魂の神話を語ったのち、魂を真理へ導く真の弁論術と文字(書き言葉)の限界を論じる対話篇。)

重要語句・哲学概念の読み方

神から与えられる四つの狂気(マニア)
狂気には人間の病によるものだけでなく、神的な霊感による善き狂気がある。①アポロンの予言、②ディオニュソスの浄め(秘儀)、③ムーサの詩作、そして最高のものとしての④アプロディテとエロースによる「恋の狂気」。
翼ある二頭立て馬車と天の彼方の場所
人間の魂を「御者(理性)」「白馬(気概・名誉心)」「黒馬(激しい欲望)」の二頭立て馬車にたとえる神話。神々の行列に従って天の彼方(ヒュペルウラニオス・トポス)の真実在をどれだけ観たかが地上の生を決定づける。
トート神の文字発明神話と生きた言葉
エジプトのトート神が文字を「記憶と知恵の薬」としてタムス王に献上した際、王が「文字は外からの記号に頼らせて内なる記憶を衰えさせ、見かけだけの知者を作る」と批判した物語。
表示:

目次

  1. 言論を書くことは恥ずべきことか257b–258d
  2. 真昼の蝉たちの物語258d–259d
  3. 語る者は真実を知っていなければならないか――ロバを馬として讃えること259e–260e
  4. 魂の導きとしての弁論術――似せることと欺くこと261a–262c
  5. リュシアスの話の吟味――定義のない始まりと生き物のような構成262c–264e
  6. まとめあげと分割――問答に通じた者たち264e–266c
  7. 弁論術の教科書に書かれていること266d–267d
  8. 技術以前に必要な学科――医者・悲劇作家・音楽家のたとえ268a–269d
  9. ペリクレスとアナクサゴラス――医術と弁論術の方法269e–270e
  10. 魂の種類と言論の種類を知ること271a–272b
  11. テイシアスの「もっともらしさ」への答え272c–274b

言論を書くことは恥ずべきことか257b–258d

257b

συνεύχομαί σοι, ὦ Σώκρατες, εἴπερ ἄμεινον ταῦθʼ ἡμῖν εἶναι, ταῦτα γίγνεσθαι. τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπηργάσω· ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα καὶ ἐθελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι. καὶ γάρ τις αὐτόν, ὦ θαυμάσιε, ἔναγχος τῶν πολιτικῶν τοῦτʼ αὐτὸ λοιδορῶν ὠνείδιζε, καὶ διὰ πάσης τῆς λοιδορίας ἐκάλει λογογράφον· τάχʼ οὖν ἂν ὑπὸ φιλοτιμίας ἐπίσχοι ἡμῖν ἂν τοῦ γράφειν. — γελοῖόν γʼ, ὦ νεανία, τὸ δόγμα λέγεις, καὶ τοῦ ἑταίρου συχνὸν διαμαρτάνεις, εἰ αὐτὸν οὕτως ἡγῇ τινα ψοφοδεᾶ. ἴσως δὲ καὶ τὸν λοιδορούμενον αὐτῷ οἴει ὀνειδίζοντα λέγειν ἃ ἔλεγεν. — ἐφαίνετο γάρ, ὦ Σώκρατες· καὶ σύνοισθά που καὶ αὐτὸς ὅτι οἱ μέγιστον δυνάμενοί τε καὶ σεμνότατοι ἐν ταῖς πόλεσιν αἰσχύνονται λόγους τε γράφειν καὶ καταλείπειν συγγράμματα ἑαυτῶν, δόξαν φοβούμενοι τοῦ ἔπειτα χρόνου, μὴ σοφισταὶ καλῶνται. — γλυκὺς ἀγκών, ὦ Φαῖδρε, λέληθέν σε ὅτι ἀπὸ τοῦ μακροῦ ἀγκῶνος τοῦ κατὰ Νεῖλον ἐκλήθη· καὶ πρὸς τῷ ἀγκῶνι λανθάνει σε ὅτι οἱ μέγιστον φρονοῦντες τῶν πολιτικῶν μάλιστα ἐρῶσι λογογραφίας τε καὶ καταλείψεως συγγραμμάτων, οἵ γε καὶ ἐπειδάν τινα γράφωσι λόγον, οὕτως ἀγαπῶσι τοὺς ἐπαινέτας, ὥστε προσπαραγράφουσι πρώτους οἳ ἂν ἑκασταχοῦ ἐπαινῶσιν αὐτούς. — πῶς λέγεις τοῦτο; οὐ γὰρ μανθάνω. — οὐ μανθάνεις ὅτι ἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ συγγράμματι πρῶτος ὁ ἐπαινέτης γέγραπται. — πῶς; — ἔδοξέ πού φησιν τῇ βουλῇ ἢ τῷ δήμῳ ἢ ἀμφοτέροις, καὶ ὃς καὶ ὃς εἶπεν —τὸν αὑτὸν δὴ λέγων μάλα σεμνῶς καὶ ἐγκωμιάζων ὁ συγγραφεύς—ἔπειτα λέγει δὴ μετὰ τοῦτο, ἐπιδεικνύμενος τοῖς ἐπαινέταις τὴν ἑαυτοῦ σοφίαν, ἐνίοτε πάνυ μακρὸν ποιησάμενος σύγγραμμα· ἤ σοι ἄλλο τι φαίνεται τὸ τοιοῦτον ἢ λόγος συγγεγραμμένος; — οὐκ ἔμοιγε. — οὐκοῦν ἐὰν μὲν οὗτος ἐμμένῃ, γεγηθὼς ἀπέρχεται ἐκ τοῦ θεάτρου ὁ ποιητής· ἐὰν δὲ ἐξαλειφθῇ καὶ ἄμοιρος γένηται λογογραφίας τε καὶ τοῦ ἄξιος εἶναι συγγράφειν, πενθεῖ αὐτός τε καὶ οἱ ἑταῖροι. — καὶ μάλα. — δῆλόν γε ὅτι οὐχ ὡς ὑπερφρονοῦντες τοῦ ἐπιτηδεύματος, ἀλλʼ ὡς τεθαυμακότες. — πάνυ μὲν οὖν. — τί δέ; ὅταν ἱκανὸς γένηται ῥήτωρ ἢ βασιλεύς, ὥστε λαβὼν τὴν Λυκούργου ἢ Σόλωνος ἢ Δαρείου δύναμιν ἀθάνατος γενέσθαι λογογράφος ἐν πόλει, ἆρʼ οὐκ ἰσόθεον ἡγεῖται αὐτός τε αὑτὸν ἔτι ζῶν, καὶ οἱ ἔπειτα γιγνόμενοι ταὐτὰ ταῦτα περὶ αὐτοῦ νομίζουσι, θεώμενοι αὐτοῦ τὰ συγγράμματα; — καὶ μάλα. — οἴει τινὰ οὖν τῶν τοιούτων, ὅστις καὶ ὁπωστιοῦν δύσνους Λυσίᾳ, ὀνειδίζειν αὐτὸ τοῦτο ὅτι συγγράφει; — οὔκουν εἰκός γε ἐξ ὧν σὺ λέγεις· καὶ γὰρ ἂν τῇ ἑαυτοῦ ἐπιθυμίᾳ, ὡς ἔοικεν, ὀνειδίζοι. — τοῦτο μὲν ἄρα παντὶ δῆλον, ὅτι οὐκ αἰσχρὸν αὐτό γε τὸ γράφειν λόγους. — τί γάρ; — ἀλλʼ ἐκεῖνο οἶμαι αἰσχρὸν ἤδη, τὸ μὴ καλῶς λέγειν τε καὶ γράφειν ἀλλʼ αἰσχρῶς τε καὶ κακῶς. — δῆλον δή.

パイドロス

あなたと一緒に祈ります、ソクラテス。もしそれが私たちにとってよりよいことなら、そうなりますように。ところで、あなたの話には、さっきから感嘆しています。前の話よりどれほど美しく仕上げたことか。ですから、もしリュシアスがほかの話をそれに対抗して並べようとしても、彼が見劣りするのではないかと心配なのです。というのも、驚くべき人よ、つい最近も、政治家たちの誰かが、まさにこのことで彼をののしって非難し、ののしりのあいだじゅう、彼を「言論書き」と呼んでいたのです。ですから、おそらく名誉心から、私たちのために書くことを控えるかもしれません。

ソクラテス

若者よ、君の言うその考えは滑稽だし、君は友人のことをひどく見誤っている。もし彼を、そんなに物音に驚く臆病者だと考えているのならね。それにおそらく、彼をののしったその人も、非難のつもりで言ったことを言ったのだと、君は思っているのだろう。

パイドロス

そう見えたのです、ソクラテス。それに、あなた自身もきっと知っているでしょう。国々で最も力があり、最もおごそかな人たちは、後の時の評判を恐れて、ソフィストと呼ばれないように、言論を書いたり、自分の書き物を後に残したりすることを恥じているのです。

ソクラテス

「甘い曲がり角」だよ、パイドロス。それがナイル川沿いの長い曲がり角から名づけられたということに、君は気づいていない。そして、曲がり角に加えて、君は気づいていないのだ。政治家たちのうちで最も誇り高い者たちこそ、言論を書くことと書き物を後に残すことを何よりも恋しているのだということに。少なくとも彼らは、何か言論を書くときには、賞賛者たちをたいへん愛するので、それぞれの場所で自分たちを賞賛する人たちを、真っ先に書き加えるのだからね。

パイドロス

どういう意味ですか。わかりません。

ソクラテス

政治家の書き物のはじめには、賞賛者が真っ先に書かれていることがわからないかね。

パイドロス

どのようにですか。

ソクラテス

「評議会により、あるいは民会により、あるいはその両者により議決された」と、きっと書いてあるだろう。そして「誰それが提案した」とね――書き手は、まったくおごそかに自分自身のことを言い、讃えているのだ――。それから、その後で、賞賛者たちに自分自身の知恵を見せびらかしながら、ときにはまったく長い書き物を作って、話を進めるのだ。そのようなものは、書かれた言論以外の何かだと君には見えるかね。

パイドロス

私には見えません。

ソクラテス

それでは、もしそれが残れば、作者は喜んで劇場から帰っていく。だが、もし抹消され、言論を書くことにも、書くに値する者であることにもあずかれなくなったら、彼自身もその仲間たちも嘆き悲しむのだ。

パイドロス

まったくそうです。

ソクラテス

明らかに、その営みを見下しているのではなく、それに感嘆しているのだ。

パイドロス

まったくそうです。

ソクラテス

ではどうか。弁論家であれ王であれ、リュクルゴスやソロンやダレイオスの力を手に入れて、国において不死の言論の書き手となるほどの者になったときには、その人は、まだ生きているうちから自分自身を神に等しい者と考え、後に生まれてくる人たちも、その人の書き物を見て、その人について同じことを考えるのではないか。

パイドロス

まったくそうです。

ソクラテス

では、そうした人たちのうちの誰かが、どんな仕方であれリュシアスに敵意をもっているとして、まさに彼が書くということを非難すると、君は思うかね。

パイドロス

あなたのおっしゃることからすれば、ありそうにありません。どうやら、自分自身の欲望を非難することになるでしょうから。

ソクラテス

それでは、少なくとも言論を書くことそれ自体は恥ずべきことではない、ということは、誰にでも明らかなのだ。

パイドロス

もちろんです。

ソクラテス

だが、思うに、もう恥ずべきなのは、立派に話したり書いたりせず、恥ずべき仕方で、悪く話したり書いたりすることなのだ。

パイドロス

明らかです。

真昼の蝉たちの物語258d–259d

258d

τίς οὖν ὁ τρόπος τοῦ καλῶς τε καὶ μὴ γράφειν; δεόμεθά τι, ὦ Φαῖδρε, Λυσίαν τε περὶ τούτων ἐξετάσαι καὶ ἄλλον ὅστις πώποτέ τι γέγραφεν ἢ γράψει, εἴτε πολιτικὸν σύγγραμμα εἴτε ἰδιωτικόν, ἐν μέτρῳ ὡς ποιητὴς ἢ ἄνευ μέτρου ὡς ἰδιώτης; — ἐρωτᾷς εἰ δεόμεθα; τίνος μὲν οὖν ἕνεκα κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλʼ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα; οὐ γάρ που ἐκείνων γε ὧν προλυπηθῆναι δεῖ ἢ μηδὲ ἡσθῆναι, ὃ δὴ ὀλίγου πᾶσαι αἱ περὶ τὸ σῶμα ἡδοναὶ ἔχουσι· διὸ καὶ δικαίως ἀνδραποδώδεις κέκληνται. — σχολὴ μὲν δή, ὡς ἔοικε· καὶ ἅμα μοι δοκοῦσιν ὡς ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ᾁδοντες καὶ ἀλλήλοις διαλεγόμενοι καθορᾶν καὶ ἡμᾶς. εἰ οὖν ἴδοιεν καὶ νὼ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ὑφʼ αὑτῶν διʼ ἀργίαν τῆς διανοίας, δικαίως ἂν καταγελῷεν, ἡγούμενοι ἀνδράποδʼ ἄττα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια μεσημβριάζοντα περὶ τὴν κρήνην εὕδειν· ἐὰν δὲ ὁρῶσι διαλεγομένους καὶ παραπλέοντάς σφας ὥσπερ Σειρῆνας ἀκηλήτους, ὃ γέρας παρὰ θεῶν ἔχουσιν ἀνθρώποις διδόναι, τάχʼ ἂν δοῖεν ἀγασθέντες. — ἔχουσι δὲ δὴ τί τοῦτο; ἀνήκοος γάρ, ὡς ἔοικε, τυγχάνω ὤν. — οὐ μὲν δὴ πρέπει γε φιλόμουσον ἄνδρα τῶν τοιούτων ἀνήκοον εἶναι. λέγεται δʼ ὥς ποτʼ ἦσαν οὗτοι ἄνθρωποι τῶν πρὶν μούσας γεγονέναι, γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, ὥστε ᾁδοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς· ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς ᾁδειν, ἕως ἂν τελευτήσῃ, καὶ μετὰ ταῦτα ἐλθὸν παρὰ μούσας ἀπαγγέλλειν τίς τίνα αὐτῶν τιμᾷ τῶν ἐνθάδε. Τερψιχόρᾳ μὲν οὖν τοὺς ἐν τοῖς χοροῖς τετιμηκότας αὐτὴν ἀπαγγέλλοντες ποιοῦσι προσφιλεστέρους, τῇ δὲ Ἐρατοῖ τοὺς ἐν τοῖς ἐρωτικοῖς, καὶ ταῖς ἄλλαις οὕτως, κατὰ τὸ εἶδος ἑκάστης τιμῆς· τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ καὶ τῇ μετʼ αὐτὴν Οὐρανίᾳ τοὺς ἐν φιλοσοφίᾳ διάγοντάς τε καὶ τιμῶντας τὴν ἐκείνων μουσικὴν ἀγγέλλουσιν, αἳ δὴ μάλιστα τῶν Μουσῶν περί τε οὐρανὸν καὶ λόγους οὖσαι θείους τε καὶ ἀνθρωπίνους ἱᾶσιν καλλίστην φωνήν. πολλῶν δὴ οὖν ἕνεκα λεκτέον τι καὶ οὐ καθευδητέον ἐν τῇ μεσημβρίᾳ. — λεκτέον γὰρ οὖν.

ソクラテス

では、立派に書くことと、そうでないことの仕方とは何か。パイドロス、私たちは、これらのことについて、リュシアスを、また、政治的な書き物であれ私的な書き物であれ、詩人として韻律のうちで、あるいは素人として韻律なしに、これまでに何かを書いたり、これから書いたりするほかの誰かを、吟味する必要があるだろうか。

パイドロス

必要があるかとお尋ねですか。いったい何のために、いわば人は生きるというのでしょう、そうした快楽のためでなければ。というのも、少なくとも、先に苦しまなければならないか、さもなければ快楽を感じることもできないような、ほとんどすべての身体にかかわる快楽がもっているような、あの快楽のためではないでしょうから。だからこそ、それらは正当にも奴隷的と呼ばれているのです。

ソクラテス

どうやら、暇はあるようだ。それに同時に、暑さのなかで私たちの頭上で歌い、互いに語り合っている蝉たちが、私たちをも見下ろしているように私には思われる。そこで、もし彼らが、多くの人たちと同じように、私たち二人も真昼に語り合わずに、思考の怠惰のために、うとうとして彼らに魅了されているのを見たなら、彼らは正当にあざ笑うだろう。何か奴隷たちが自分たちの宿りにやって来て、ちょうど羊たちのように、泉のまわりで真昼の休息をとって眠っているのだと考えてね。だが、もし私たちが語り合い、まるでセイレンたちのそばを魅了されずに航海して通り過ぎるように、彼らのそばを通り過ぎるのを見たなら、神々から人間たちに与えることを許されているその贈り物を、感心して、おそらく与えてくれるだろう。

パイドロス

いったいそれは、彼らがもっているどのような贈り物なのですか。どうやら、私はそれを聞いたことがないようです。

ソクラテス

ムーサを愛する人物が、そうしたことを聞いたことがないというのは、ふさわしくないね。言い伝えでは、かつて、この蝉たちは、ムーサたちが生まれる前の人間たちだったのだ。ところが、ムーサたちが生まれ、歌が現われると、そのときの人間たちのうちのある者たちは、快楽にすっかり心を奪われて、歌いながら食べ物も飲み物もなおざりにし、自分でも気づかないうちに死んでしまった。その者たちから、その後、蝉の種族が生まれるのだ。ムーサたちからこの贈り物を受けとってね。すなわち、生まれると何の食べ物も必要とせず、食べもせず飲みもせずにすぐに歌い始め、死ぬまで歌い続け、その後でムーサたちのもとへ行って、ここにいる者たちのうちの誰が彼女たちのうちの誰を敬っているかを知らせるのだ。そこで、テルプシコラには、合唱舞踊において彼女を敬ってきた者たちのことを知らせて、彼女にいっそう親しい者にし、エラトには恋の事柄において敬ってきた者たちを、そしてほかのムーサたちにも、それぞれの敬い方の種類にしたがって、そのようにするのだ。そして、最年長のカリオペと、その次のウラニアとには、知恵を愛し求めることのうちで日々を過ごし、彼女たちの音楽を敬う者たちのことを知らせるのだ。この二人こそ、ムーサたちのうちで何よりも天にかかわり、神々と人間たちの言論にかかわるムーサであって、最も美しい声を発するのだ。そこで、多くの理由から、私たちは何か語らなければならず、真昼に眠ってはならないのだ。

パイドロス

ええ、語らなければなりません。

語る者は真実を知っていなければならないか――ロバを馬として讃えること259e–260e

259e

οὐκοῦν, ὅπερ νῦν προυθέμεθα σκέψασθαι, τὸν λόγον ὅπῃ καλῶς ἔχει λέγειν τε καὶ γράφειν καὶ ὅπῃ μή, σκεπτέον. — δῆλον. — ἆρʼ οὖν οὐχ ὑπάρχειν δεῖ τοῖς εὖ γε καὶ καλῶς ῥηθησομένοις τὴν τοῦ λέγοντος διάνοιαν εἰδυῖαν τὸ ἀληθὲς ὧν ἂν ἐρεῖν πέρι μέλλῃ; — οὑτωσὶ περὶ τούτου ἀκήκοα, ὦ φίλε Σώκρατες, οὐκ εἶναι ἀνάγκην τῷ μέλλοντι ῥήτορι ἔσεσθαι τὰ τῷ ὄντι δίκαια μανθάνειν ἀλλὰ τὰ δόξαντʼ ἂν πλήθει οἵπερ δικάσουσιν, οὐδὲ τὰ ὄντως ἀγαθὰ ἢ καλὰ ἀλλʼ ὅσα δόξει· ἐκ γὰρ τούτων εἶναι τὸ πείθειν ἀλλʼ οὐκ ἐκ τῆς ἀληθείας. — οὔτοι ἀπόβλητον ἔπος εἶναι δεῖ, ὦ Φαῖδρε, ὃ ἂν εἴπωσι σοφοί, ἀλλὰ σκοπεῖν μή τι λέγωσι· καὶ δὴ καὶ τὸ νῦν λεχθὲν οὐκ ἀφετέον. — ὀρθῶς λέγεις. — ὧδε δὴ σκοπῶμεν αὐτό. — πῶς; — εἴ σε πείθοιμι ἐγὼ πολεμίους ἀμύνειν κτησάμενον ἵππον, ἄμφω δὲ ἵππον ἀγνοοῖμεν, τοσόνδε μέντοι τυγχάνοιμι εἰδὼς περὶ σοῦ, ὅτι Φαῖδρος ἵππον ἡγεῖται τὸ τῶν ἡμέρων ζῴων μέγιστα ἔχον ὦτα— — γελοῖόν γʼ ἄν, ὦ Σώκρατες, εἴη. — οὔπω γε· ἀλλʼ ὅτε δὴ σπουδῇ σε πείθοιμι, συντιθεὶς λόγον ἔπαινον κατὰ τοῦ ὄνου, ἵππον ἐπονομάζων καὶ λέγων ὡς παντὸς ἄξιον τὸ θρέμμα οἴκοι τε κεκτῆσθαι καὶ ἐπὶ στρατιᾶς, ἀποπολεμεῖν τε χρήσιμον καὶ πρός γʼ ἐνεγκεῖν δυνατὸν σκεύη καὶ ἄλλα πολλὰ ὠφέλιμον. — παγγέλοιόν γʼ ἂν ἤδη εἴη. — ἆρʼ οὖν οὐ κρεῖττον γελοῖον καὶ φίλον ἢ δεινόν τε καὶ ἐχθρὸν εἶναι ἢ φίλον; — φαίνεται. — ὅταν οὖν ὁ ῥητορικὸς ἀγνοῶν ἀγαθὸν καὶ κακόν, λαβὼν πόλιν ὡσαύτως ἔχουσαν πείθῃ, μὴ περὶ ὄνου σκιᾶς ὡς ἵππου τὸν ἔπαινον ποιούμενος, ἀλλὰ περὶ κακοῦ ὡς ἀγαθοῦ, δόξας δὲ πλήθους μεμελετηκὼς πείσῃ κακὰ πράττειν ἀντʼ ἀγαθῶν, ποῖόν τινʼ ἂν οἴει μετὰ ταῦτα τὴν ῥητορικὴν καρπὸν ὧν ἔσπειρε θερίζειν; — οὐ πάνυ γε ἐπιεικῆ. — ἆρʼ οὖν, ὦ ἀγαθέ, ἀγροικότερον τοῦ δέοντος λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην; ἡ δʼ ἴσως ἂν εἴποι· τί ποτʼ, ὦ θαυμάσιοι, ληρεῖτε; ἐγὼ γὰρ οὐδένʼ ἀγνοοῦντα τἀληθὲς ἀναγκάζω μανθάνειν λέγειν, ἀλλʼ, εἴ τι ἐμὴ συμβουλή, κτησάμενον ἐκεῖνο οὕτως ἐμὲ λαμβάνειν· τόδε δʼ οὖν μέγα λέγω, ὡς ἄνευ ἐμοῦ τῷ τὰ ὄντα εἰδότι οὐδέν τι μᾶλλον ἔσται πείθειν τέχνῃ. — οὐκοῦν δίκαια ἐρεῖ, λέγουσα ταῦτα; — φημί, ἐὰν οἵ γʼ ἐπιόντες αὐτῇ λόγοι μαρτυρῶσιν εἶναι τέχνῃ. ὥσπερ γὰρ ἀκούειν δοκῶ τινων προσιόντων καὶ διαμαρτυρομένων λόγων, ὅτι ψεύδεται καὶ οὐκ ἔστι τέχνη ἀλλʼ ἄτεχνος τριβή· τοῦ δὲ λέγειν, φησὶν ὁ Λάκων, ἔτυμος τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτʼ ἔστιν οὔτε μή ποτε ὕστερον γένηται.

ソクラテス

それでは、まさに今私たちが考察しようと提示したこと、すなわち、言論はどのような仕方で話したり書いたりすれば立派であり、どのような仕方ならそうでないかを、考察しなければならないのではないか。

パイドロス

明らかです。

ソクラテス

それでは、よく、また立派に語られようとするものには、話す者の思考が、これから語ろうとしていることについての真実を知っていることが、備わっていなければならないのではないか。

パイドロス

それについては、親しいソクラテス、私はこう聞いています。弁論家になろうとする者にとって、本当に正しいことを学ぶ必要はなく、裁くことになる大衆に正しいと思われるであろうことを学べばよく、本当に善いことや美しいことではなく、そう思われるであろうことを学べばよいのだ、と。というのも、説得はそれらから生じるのであって、真実から生じるのではないのだから、とね。

ソクラテス

「捨てるべき言葉ではない」、パイドロス、知恵ある人たちが言うことはね。そうではなく、彼らが何かもっともなことを言っているのではないかと考察しなければならない。そしてもちろん、今言われたことも、放っておいてはならない。

パイドロス

正しいことをおっしゃいます。

ソクラテス

では、こんなふうにそれを考察しよう。

パイドロス

どのようにですか。

ソクラテス

もし私が君に、馬を手に入れて敵を防ぐよう説得するとして、私たち二人とも馬を知らないが、私は君について、少なくとも次のことだけはたまたま知っているとしよう。パイドロスは、おとなしい動物のうちで最も大きな耳をもつものを馬だと考えている、ということを――

パイドロス

それは滑稽なことでしょう、ソクラテス。

ソクラテス

いや、まだだ。だが、私が本気で君を説得して、ロバについての賞賛の言論を組み立て、それを馬と呼んで、この家畜は家でも出征においても手に入れておくのにあらゆる価値があり、戦うのに役立ち、そのうえ荷物を運ぶこともでき、ほかにも多くの点で有益なのだ、と言うとしたらね。

パイドロス

それなら、もうまったく滑稽なことでしょう。

ソクラテス

では、滑稽で親しい者であるほうが、恐ろしく敵である者よりもよいのではないか。

パイドロス

そう見えます。

ソクラテス

それでは、弁論術にたずさわる者が、善いことも悪いことも知らずに、同じような状態にある国を手に入れて説得するとき、ロバの影について馬についてのような賞賛をするのではなく、悪いことについて善いことについてのような賞賛をし、大衆の思わくを研究して、善いことの代わりに悪いことをするよう説得するとしたら、その後、弁論術は、自分が蒔いたもののどのような実を刈り取ると君は思うかね。

パイドロス

まったくふさわしいものではないでしょう。

ソクラテス

では、すぐれた人よ、私たちは、必要以上に粗野な仕方で、言論の技術をののしってしまったのではないか。その技術はおそらくこう言うだろう。『驚くべき人たちよ、いったい何をたわごとを言っているのか。というのも、私は、真実を知らない者に、話すことを学ぶよう強いているのではない。そうではなく、もし私の助言が何かであるなら、まずあれを獲得したうえで、そうして私を受けとるようにと言うのだ。だが、私が大いに言いたいのは、私なしには、あるものを知っている者でさえ、技術によって説得することは少しもできないだろう、ということだ』。

パイドロス

それでは、そう言うとき、その技術は正しいことを言うのではありませんか。

ソクラテス

そう言おう。もし、それに向かって進んでくる言論が、それが技術であることを証言するならね。というのも、何かの言論が近寄ってきて、その技術は偽りを言っていて、技術ではなく、技術のない慣れにすぎないと証言しているのが聞こえるような気がするのだ。そして、ラコニア人の言うように、話すことについての真の技術は、真実に触れることなしには、今もないし、後になっても決して生じないだろう、とね。

魂の導きとしての弁論術――似せることと欺くこと261a–262c

261a

τούτων δεῖ τῶν λόγων, ὦ Σώκρατες· ἀλλὰ δεῦρο αὐτοὺς παράγων ἐξέταζε τί καὶ πῶς λέγουσιν. — πάριτε δή, θρέμματα γενναῖα, καλλίπαιδά τε Φαῖδρον πείθετε ὡς ἐὰν μὴ ἱκανῶς φιλοσοφήσῃ, οὐδὲ ἱκανός ποτε λέγειν ἔσται περὶ οὐδενός. ἀποκρινέσθω δὴ ὁ Φαῖδρος. — ἐρωτᾶτε. — ἆρʼ οὖν οὐ τὸ μὲν ὅλον ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων, οὐ μόνον ἐν δικαστηρίοις καὶ ὅσοι ἄλλοι δημόσιοι σύλλογοι, ἀλλὰ καὶ ἐν ἰδίοις, ἡ αὐτὴ σμικρῶν τε καὶ μεγάλων πέρι, καὶ οὐδὲν ἐντιμότερον τό γε ὀρθὸν περὶ σπουδαῖα ἢ περὶ φαῦλα γιγνόμενον; ἢ πῶς σὺ ταῦτʼ ἀκήκοας; — οὐ μὰ τὸν Δίʼ οὐ παντάπασιν οὕτως, ἀλλὰ μάλιστα μέν πως περὶ τὰς δίκας λέγεταί τε καὶ γράφεται τέχνῃ, λέγεται δὲ καὶ περὶ δημηγορίας· ἐπὶ πλέον δὲ οὐκ ἀκήκοα. — ἀλλʼ ἦ τὰς Νέστορος καὶ Ὀδυσσέως τέχνας μόνον περὶ λόγων ἀκήκοας, ἃς ἐν Ἰλίῳ σχολάζοντες συνεγραψάτην, τῶν δὲ Παλαμήδους ἀνήκοος γέγονας; — καὶ ναὶ μὰ Δίʼ ἔγωγε τῶν Νέστορος, εἰ μὴ Γοργίαν Νέστορά τινα κατασκευάζεις, ἤ τινα Θρασύμαχόν τε καὶ Θεόδωρον Ὀδυσσέα. — ἴσως. ἀλλὰ γὰρ τούτους ἐῶμεν· σὺ δʼ εἰπέ, ἐν δικαστηρίοις οἱ ἀντίδικοι τί δρῶσιν; οὐκ ἀντιλέγουσιν μέντοι; ἢ τί φήσομεν; — τοῦτʼ αὐτό. — περὶ τοῦ δικαίου τε καὶ ἀδίκου; — ναί. — οὐκοῦν ὁ τέχνῃ τοῦτο δρῶν ποιήσει φανῆναι τὸ αὐτὸ τοῖς αὐτοῖς τοτὲ μὲν δίκαιον, ὅταν δὲ βούληται, ἄδικον; — τί μήν; — καὶ ἐν δημηγορίᾳ δὴ τῇ πόλει δοκεῖν τὰ αὐτὰ τοτὲ μὲν ἀγαθά, τοτὲ δʼ αὖ τἀναντία; — οὕτως. — τὸν οὖν Ἐλεατικὸν Παλαμήδην λέγοντα οὐκ ἴσμεν τέχνῃ, ὥστε φαίνεσθαι τοῖς ἀκούουσι τὰ αὐτὰ ὅμοια καὶ ἀνόμοια, καὶ ἓν καὶ πολλά, μένοντά τε αὖ καὶ φερόμενα; — μάλα γε. — οὐκ ἄρα μόνον περὶ δικαστήριά τέ ἐστιν ἡ ἀντιλογικὴ καὶ περὶ δημηγορίαν, ἀλλʼ, ὡς ἔοικε, περὶ πάντα τὰ λεγόμενα μία τις τέχνη, εἴπερ ἔστιν, αὕτη ἂν εἴη, ᾗ τις οἷός τʼ ἔσται πᾶν παντὶ ὁμοιοῦν τῶν δυνατῶν καὶ οἷς δυνατόν, καὶ ἄλλου ὁμοιοῦντος καὶ ἀποκρυπτομένου εἰς φῶς ἄγειν. — πῶς δὴ τὸ τοιοῦτον λέγεις; — τῇδε δοκῶ ζητοῦσιν φανεῖσθαι. ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον ἢ ὀλίγον; — ἐν τοῖς ὀλίγον. — ἀλλά γε δὴ κατὰ σμικρὸν μεταβαίνων μᾶλλον λήσεις ἐλθὼν ἐπὶ τὸ ἐναντίον ἢ κατὰ μέγα. — πῶς δʼ οὔ; — δεῖ ἄρα τὸν μέλλοντα ἀπατήσειν μὲν ἄλλον, αὐτὸν δὲ μὴ ἀπατήσεσθαι, τὴν ὁμοιότητα τῶν ὄντων καὶ ἀνομοιότητα ἀκριβῶς διειδέναι. — ἀνάγκη μὲν οὖν. — ἦ οὖν οἷός τε ἔσται, ἀλήθειαν ἀγνοῶν ἑκάστου, τὴν τοῦ ἀγνοουμένου ὁμοιότητα σμικράν τε καὶ μεγάλην ἐν τοῖς ἄλλοις διαγιγνώσκειν; — ἀδύνατον. — οὐκοῦν τοῖς παρὰ τὰ ὄντα δοξάζουσι καὶ ἀπατωμένοις δῆλον ὡς τὸ πάθος τοῦτο διʼ ὁμοιοτήτων τινῶν εἰσερρύη. — γίγνεται γοῦν οὕτως. — ἔστιν οὖν ὅπως τεχνικὸς ἔσται μεταβιβάζειν κατὰ σμικρὸν διὰ τῶν ὁμοιοτήτων ἀπὸ τοῦ ὄντος ἑκάστοτε ἐπὶ τοὐναντίον ἀπάγων, ἢ αὐτὸς τοῦτο διαφεύγειν, ὁ μὴ ἐγνωρικὼς ὃ ἔστιν ἕκαστον τῶν ὄντων; — οὐ μή ποτε. — λόγων ἄρα τέχνην, ὦ ἑταῖρε, ὁ τὴν ἀλήθειαν μὴ εἰδώς, δόξας δὲ τεθηρευκώς, γελοίαν τινά, ὡς ἔοικε, καὶ ἄτεχνον παρέξεται. — κινδυνεύει.

パイドロス

それらの言論が必要です、ソクラテス。さあ、それらをここへ連れてきて、何をどのように言うのか吟味してください。

ソクラテス

さあ、出てきたまえ、高貴な生き物たちよ。そして、美しい子をもつパイドロスに説得してくれたまえ。もし彼がじゅうぶんに知恵を愛し求めないなら、何についても、決してじゅうぶんに話すことのできる者にはならないだろう、とね。では、パイドロスに答えてもらおう。

パイドロス

尋ねてください。

ソクラテス

では、弁論術は、全体として、言論による一種の魂の導きの技術ではないだろうか。法廷やそのほか公の集会においてだけでなく、私的な集まりにおいても、小さなことについても大きなことについても同じものであり、少なくとも正しいことは、まじめな事柄について生じても、つまらない事柄について生じても、少しもより尊いわけではない、というようなね。それとも、君はこれらのことをどう聞いているかね。

パイドロス

ゼウスにかけて、まったくそのようにではありません。そうではなく、何よりも、裁判について技術によって話したり書いたりされ、民会での演説についても話されています。それ以上のことは聞いたことがありません。

ソクラテス

では、君は、ネストルとオデュッセウスが、イリオンで暇をもてあまして書き上げた、言論についての技術の書だけを聞いたことがあって、パラメデスのものは聞いたことがないのかね。

パイドロス

ゼウスにかけて、私はネストルのものも聞いたことがありません。もしあなたがゴルギアスを何かネストルに仕立て、あるいはトラシュマコスやテオドロスを何かオデュッセウスに仕立てているのでないかぎりはね。

ソクラテス

おそらくね。だが、この人たちのことは放っておこう。君は言ってくれたまえ。法廷では、争う当事者たちは何をしているのか。反論し合っているのではないか。それとも何と言おうか。

パイドロス

まさにそれです。

ソクラテス

正しいことと不正なことについてだね。

パイドロス

はい。

ソクラテス

それでは、技術によってそれをする者は、同じものが同じ人たちに、あるときは正しく、望むときには不正に見えるようにするのではないか。

パイドロス

もちろんです。

ソクラテス

そして、民会での演説においても、同じことが国に、あるときは善く、あるときはまたその反対に思われるようにするのではないか。

パイドロス

そのとおりです。

ソクラテス

では、エレアのパラメデスが、技術によって話して、同じものが聞く者たちに、似ていて似ていない、一つで多い、とどまっていて動いている、と見えるようにすることを、私たちは知らないだろうか。

パイドロス

まったく知っています。

ソクラテス

それでは、反論の技術は、法廷や民会での演説にかかわるだけでなく、どうやら、語られるすべてのことにかかわる一つの技術が、もしあるとすれば、それであることになるだろう。それによって人は、似せることのできるあらゆるものを、似せることのできるあらゆるものに似せることができ、またほかの人が似せて隠そうとするときには、それを明るみに出すこともできるような技術がね。

パイドロス

いったいどういう意味でそのようなことをおっしゃるのですか。

ソクラテス

こう探求すれば明らかになると私は思う。欺きは、大いに異なるもののあいだで生じやすいか、それともわずかしか異ならないもののあいだでか。

パイドロス

わずかしか異ならないもののあいだでです。

ソクラテス

だが、少しずつ移っていくほうが、大きく移るよりも、反対のものに行き着いても気づかれずにすむだろう。

パイドロス

どうしてそうでないことがありましょう。

ソクラテス

それでは、ほかの人を欺こうとし、自分は欺かれまいとする者は、あるもののあいだの似ていることと似ていないこととを、正確に見分けていなければならない。

パイドロス

まったく必然です。

ソクラテス

では、それぞれのものの真実を知らずに、知らないものの似ていることを、それが小さくても大きくても、ほかのもののうちに見分けることができるだろうか。

パイドロス

不可能です。

ソクラテス

それでは、あるものに反して思いなし、欺かれている者たちには、明らかに、この状態は何らかの似ていることを通じて流れこんできたのだ。

パイドロス

少なくとも、そうなります。

ソクラテス

では、あるもののそれぞれが何であるかを知らない者が、似ていることを通じて、そのつどあるものから反対のものへと少しずつ導いて移らせる技術をもつ者になったり、自分ではそれから逃れたりすることが、何とかしてできるだろうか。

パイドロス

決してできません。

ソクラテス

それでは、友よ、真実を知らず、思わくを狩り求めてきた者は、どうやら、何か滑稽で技術のない言論の技術を示すことになるだろう。

パイドロス

そうなりそうです。

リュシアスの話の吟味――定義のない始まりと生き物のような構成262c–264e

262c

βούλει οὖν ἐν τῷ Λυσίου λόγῳ ὃν φέρεις, καὶ ἐν οἷς ἡμεῖς εἴπομεν ἰδεῖν τι ὧν φαμεν ἀτέχνων τε καὶ ἐντέχνων εἶναι; — πάντων γέ που μάλιστα, ὡς νῦν γε ψιλῶς πως λέγομεν, οὐκ ἔχοντες ἱκανὰ παραδείγματα. — καὶ μὴν κατὰ τύχην γέ τινα, ὡς ἔοικεν, ἐρρηθήτην τὼ λόγω ἔχοντέ τι παράδειγμα, ὡς ἂν ὁ εἰδὼς τὸ ἀληθὲς προσπαίζων ἐν λόγοις παράγοι τοὺς ἀκούοντας. καὶ ἔγωγε, ὦ Φαῖδρε, αἰτιῶμαι τοὺς ἐντοπίους θεούς· ἴσως δὲ καὶ οἱ τῶν Μουσῶν προφῆται οἱ ὑπὲρ κεφαλῆς ᾠδοὶ ἐπιπεπνευκότες ἂν ἡμῖν εἶεν τοῦτο τὸ γέρας· οὐ γάρ που ἔγωγε τέχνης τινὸς τοῦ λέγειν μέτοχος. — ἔστω ὡς λέγεις· μόνον δήλωσον ὃ φῄς. — ἴθι δή μοι ἀνάγνωθι τὴν τοῦ Λυσίου λόγου ἀρχήν. — περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας. ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω. ὡς ἐκείνοις μὲν τότε μεταμέλει — — παῦσαι. τί δὴ οὖν οὗτος ἁμαρτάνει καὶ ἄτεχνον ποιεῖ λεκτέον· ἦ γάρ; — ναί. — ἆρʼ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δʼ ἔνια στασιωτικῶς; — δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δʼ εἰπὲ σαφέστερον. — ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρʼ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν; — καὶ μάλα. — τί δʼ ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς; — πάνυ μὲν οὖν. — ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ. — οὕτω. — ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ἡ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται; — δῆλον ὅτι ἐν οἷς πλανώμεθα. — οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ διῃρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ μή. — καλὸν γοῦν ἄν, ὦ Σώκρατες, εἶδος εἴη κατανενοηκὼς ὁ τοῦτο λαβών. — ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν ἀλλʼ ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν ποτέρου ὂν τυγχάνει τοῦ γένους. — τί μήν; — τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή; — τῶν ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι ἐγχωρῆσαι εἰπεῖν ἃ νυνδὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον ὂν τῶν ἀγαθῶν τυγχάνει; — ἄριστα λέγεις· ἀλλʼ εἰπὲ καὶ τόδε—ἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικὸν οὐ πάνυ μέμνημαι—εἰ ὡρισάμην ἔρωτα ἀρχόμενος τοῦ λόγου. — νὴ Δία ἀμηχάνως γε ὡς σφόδρα. — φεῦ, ὅσῳ λέγεις τεχνικωτέρας Νύμφας τὰς Ἀχελῴου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ἢ οὐδὲν λέγω, ἀλλὰ καὶ ὁ Λυσίας ἀρχόμενος τοῦ ἐρωτικοῦ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν τὸν ἔρωτα ἕν τι τῶν ὄντων ὃ αὐτὸς ἐβουλήθη, καὶ πρὸς τοῦτο ἤδη συνταξάμενος πάντα τὸν ὕστερον λόγον διεπεράνατο; βούλει πάλιν ἀναγνῶμεν τὴν ἀρχὴν αὐτοῦ; — εἰ σοί γε δοκεῖ· ὃ μέντοι ζητεῖς οὐκ ἔστʼ αὐτόθι. — λέγε, ἵνα ἀκούσω αὐτοῦ ἐκείνου. — περὶ μὲν τῶν ἐμῶν πραγμάτων ἐπίστασαι, καὶ ὡς νομίζω συμφέρειν ἡμῖν τούτων γενομένων, ἀκήκοας. ἀξιῶ δὲ μὴ διὰ τοῦτο ἀτυχῆσαι ὧν δέομαι, ὅτι οὐκ ἐραστὴς ὢν σοῦ τυγχάνω. ὡς ἐκείνοις μὲν τότε μεταμέλει ὧν ἂν εὖ ποιήσωσιν, ἐπειδὰν τῆς ἐπιθυμίας παύσωνται· — — ἦ πολλοῦ δεῖν ἔοικε ποιεῖν ὅδε γε ὃ ζητοῦμεν, ὃς οὐδὲ ἀπʼ ἀρχῆς ἀλλʼ ἀπὸ τελευτῆς ἐξ ὑπτίας ἀνάπαλιν διανεῖν ἐπιχειρεῖ τὸν λόγον, καὶ ἄρχεται ἀφʼ ὧν πεπαυμένος ἂν ἤδη ὁ ἐραστὴς λέγοι πρὸς τὰ παιδικά. ἢ οὐδὲν εἶπον, Φαῖδρε, φίλη κεφαλή; — ἔστιν γέ τοι δή, ὦ Σώκρατες, τελευτή, περὶ οὗ τὸν λόγον ποιεῖται. — τί δὲ τἆλλα; οὐ χύδην δοκεῖ βεβλῆσθαι τὰ τοῦ λόγου; ἢ φαίνεται τὸ δεύτερον εἰρημένον ἔκ τινος ἀνάγκης δεύτερον δεῖν τεθῆναι, ἤ τι ἄλλο τῶν ῥηθέντων; ἐμοὶ μὲν γὰρ ἔδοξεν, ὡς μηδὲν εἰδότι, οὐκ ἀγεννῶς τὸ ἐπιὸν εἰρῆσθαι τῷ γράφοντι· σὺ δʼ ἔχεις τινὰ ἀνάγκην λογογραφικὴν ᾗ ταῦτα ἐκεῖνος οὕτως ἐφεξῆς παρʼ ἄλληλα ἔθηκεν; — χρηστὸς εἶ, ὅτι με ἡγῇ ἱκανὸν εἶναι τὰ ἐκείνου οὕτως ἀκριβῶς διιδεῖν. — ἀλλὰ τόδε γε οἶμαί σε φάναι ἄν, δεῖν πάντα λόγον ὥσπερ ζῷον συνεστάναι σῶμά τι ἔχοντα αὐτὸν αὑτοῦ, ὥστε μήτε ἀκέφαλον εἶναι μήτε ἄπουν, ἀλλὰ μέσα τε ἔχειν καὶ ἄκρα, πρέποντα ἀλλήλοις καὶ τῷ ὅλῳ γεγραμμένα. — πῶς γὰρ οὔ; — σκέψαι τοίνυν τὸν τοῦ ἑταίρου σου λόγον εἴτε οὕτως εἴτε ἄλλως ἔχει, καὶ εὑρήσεις τοῦ ἐπιγράμματος οὐδὲν διαφέροντα, ὃ Μίδᾳ τῷ Φρυγί φασίν τινες ἐπιγεγράφθαι. — ποῖον τοῦτο, καὶ τί πεπονθός; — ἔστι μὲν τοῦτο τόδε— χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι. ὄφρʼ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου, ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται. ὅτι δʼ οὐδὲν διαφέρει αὐτοῦ πρῶτον ἢ ὕστατόν τι λέγεσθαι, ἐννοεῖς που, ὡς ἐγᾦμαι. — σκώπτεις τὸν λόγον ἡμῶν, ὦ Σώκρατες.

ソクラテス

では、君が持っているリュシアスの言論と、私たちが語った言論のうちに、私たちが技術のないもの、技術にかなうものと言うものの何かを見てみたいかね。

パイドロス

何よりもそうしたいのです。今は、じゅうぶんな手本をもたずに、何かむき出しに話しているのですから。

ソクラテス

そしてまた、どうやら何かの偶然で、その二つの言論は、真実を知っている者が、言論の中で戯れながら聞く者たちを惑わすことがどのようにありうるかの、何らかの手本をもったものとして語られたのだ。そして私は、パイドロス、この土地の神々のせいだと思っている。あるいはおそらく、頭上の歌い手たち、ムーサたちの代弁者たちが、私たちにこの贈り物を吹きこんでくれたのかもしれない。というのも、私は、少なくとも話すことの何らかの技術にはあずかっていないのだから。

パイドロス

おっしゃるとおりだとしましょう。ただ、おっしゃることを明らかにしてください。

ソクラテス

では、さあ、リュシアスの言論のはじめを私に読んでくれたまえ。

パイドロス

「私の事情については、あなたは知っているし、それらのことが実現すれば私たちにとって利益になると私が考えていることも、あなたは聞いている。だが私は、私があなたを恋する者ではないからといって、そのために私の求めることが得られないことはないと考えている。というのも、恋する者たちは、そのとき後悔するのだ――」

ソクラテス

やめてくれたまえ。では、この人が何を誤り、何を技術のないものにしているのかを、言わなければならない。そうではないかね。

パイドロス

はい。

ソクラテス

では、少なくとも次のことは誰にでも明らかではないか。すなわち、そうしたもののうちいくつかについては私たちは考えが一致しており、いくつかについては対立している、ということは。

パイドロス

おっしゃることはわかるように思いますが、もっとはっきり言ってください。

ソクラテス

誰かが鉄とか銀とかの名前を言うときには、私たちは皆、同じものを考えたのではないか。

パイドロス

まったくそうです。

ソクラテス

では、正しいとか善いとか言うときにはどうか。ある者はある方へ、ある者は別の方へと運ばれ、互いにも自分自身とも論争するのではないか。

パイドロス

まったくそうです。

ソクラテス

それでは、あるものについては私たちは声を合わせ、あるものについてはそうではないのだ。

パイドロス

そのとおりです。

ソクラテス

では、どちらにおいて私たちはより欺かれやすく、弁論術はどちらにおいてより大きな力をもつのか。

パイドロス

明らかに、私たちがさまようもののうちにおいてです。

ソクラテス

それでは、弁論術を追い求めようとする者は、まず、これらを筋道立てて分け、それぞれの種の、すなわち大衆がさまようのが必然である種と、そうでない種との、何らかのしるしをとらえていなければならないのだ。

パイドロス

少なくとも、ソクラテス、それをとらえた者は、立派な種を見てとったことになるでしょう。

ソクラテス

次に、思うに、それぞれの事柄に向かったときに、気づかずにいるのではなく、話そうとしているものがどちらの類に属しているのかを、鋭く感じとらなければならない。

パイドロス

もちろんです。

ソクラテス

では、どうか。恋は、議論の余地のあるものに属すると言おうか、それともそうでないものに属すると言おうか。

パイドロス

きっと、議論の余地のあるものに属します。それとも、もしそうでなければ、今しがたあなたが恋について言ったこと、すなわち、恋は愛される者にも恋する者にも害であるということと、またそれは善いもののうちで最も大きなものであるということとを、あなたが言うことができたと思いますか。

ソクラテス

このうえなく立派に言ってくれる。だが、次のことも言ってくれたまえ――というのも、私は神がかりのために、あまりよく覚えていないのだ――、私は話のはじめに、恋を定義したかね。

パイドロス

ゼウスにかけて、途方もなく、まったく激しくね。

ソクラテス

ああ、君の言うところでは、アケロオスの娘たちニンフや、ヘルメスの子パンのほうが、ケパロスの子リュシアスよりも、言論にかけてどれほど技術に通じていることか。それとも、私は何もまともなことを言っていないのか。リュシアスもまた、恋の話を始めるにあたって、恋を、彼自身が望んだあるもののうちの何か一つのものとして受けとるよう私たちに強い、そのことに向けて組み立てて、後の話の全体を最後まで仕上げたのだろうか。もう一度、そのはじめを読んでみたいかね。

パイドロス

あなたがよいと思うならね。でも、あなたが探しているものは、そこにはありませんよ。

ソクラテス

読んでくれたまえ。あの人自身の言葉を聞くために。

パイドロス

「私の事情については、あなたは知っているし、それらのことが実現すれば私たちにとって利益になると私が考えていることも、あなたは聞いている。だが私は、私があなたを恋する者ではないからといって、そのために私の求めることが得られないことはないと考えている。というのも、恋する者たちは、欲望がやむと、自分たちがよくしてやったことを、そのとき後悔するのだ――」

ソクラテス

まったく、この人は、私たちが探しているものをするどころではないようだね。はじめからではなく、終わりから、仰向けになって逆向きに話を泳ぎ渡ろうとし、恋する者がもう恋をやめてしまってから愛する少年に言うであろうことから始めているのだから。それとも、私は何も言っていないことになるかね、パイドロス、親しい頭よ。

パイドロス

少なくとも、ソクラテス、それは彼が言論をしている事柄の終わりなのです。

ソクラテス

では、ほかのことはどうか。言論の中身は、ごちゃまぜに投げこまれているように見えないかね。それとも、二番目に言われたことは、何かの必然によって二番目に置かれなければならなかったように見えるか、あるいはほかの言われたことのどれかがそう見えるか。というのも、何も知らない私には、書き手が思いつくことを、悪くない仕方で言ったように思われたのだ。君は、あの人がこれらのことをこのように順に並べて置いた、言論を書くうえでの何らかの必然をもっているかね。

パイドロス

私があの人のことをそれほど正確に見通すことができると考えてくださるとは、親切なことです。

ソクラテス

だが、少なくとも次のことは、君も言うだろうと私は思う。すべての言論は、生き物のように組み立てられ、それ自身の何らかの身体をもっていなければならず、頭のないものでも足のないものでもなく、中間と両端とをもち、それらが互いにも全体にもふさわしく書かれていなければならない、とね。

パイドロス

どうしてそうでないことがありましょう。

ソクラテス

では、君の友人の言論が、そうなっているかいないか考えてみたまえ。そうすれば、ある人たちがプリュギアのミダスのために刻まれたと言っている、あの墓碑銘と少しも違わないことに気づくだろう。

パイドロス

それはどのようなもので、どんな目にあっているのですか。

ソクラテス

それはこういうものだ。『青銅の乙女、我はミダスの墓の上に横たわる。水の流れるかぎり、高き木々の茂るかぎり、ここ涙多き墓の上にとどまりて、道行く人に告げん、ミダスここに葬られたりと』。これのどれを最初に言っても最後に言っても少しも違わないことに、君はきっと気づいているだろうと私は思う。

パイドロス

あなたは私たちの言論をからかっていますね、ソクラテス。

まとめあげと分割――問答に通じた者たち264e–266c

264e

τοῦτον μὲν τοίνυν, ἵνα μὴ σὺ ἄχθῃ, ἐάσωμεν— καίτοι συχνά γε ἔχειν μοι δοκεῖ παραδείγματα πρὸς ἅ τις βλέπων ὀνίναιτʼ ἄν, μιμεῖσθαι αὐτὰ ἐπιχειρῶν μὴ πάνυ τι— εἰς δὲ τοὺς ἑτέρους λόγους ἴωμεν. ἦν γάρ τι ἐν αὐτοῖς, ὡς δοκῶ, προσῆκον ἰδεῖν τοῖς βουλομένοις περὶ λόγων σκοπεῖν. — τὸ ποῖον δὴ λέγεις; — ἐναντίω που ἤστην· ὁ μὲν γὰρ ὡς τῷ ἐρῶντι, ὁ δʼ ὡς τῷ μὴ δεῖ χαρίζεσθαι, ἐλεγέτην. — καὶ μάλʼ ἀνδρικῶς. — ὤιμην σε τἀληθὲς ἐρεῖν, ὅτι μανικῶς· ὃ μέντοι ἐζήτουν ἐστὶν αὐτὸ τοῦτο. μανίαν γάρ τινα ἐφήσαμεν εἶναι τὸν ἔρωτα. ἦ γάρ; — ναί. — μανίας δέ γε εἴδη δύο, τὴν μὲν ὑπὸ νοσημάτων ἀνθρωπίνων, τὴν δὲ ὑπὸ θείας ἐξαλλαγῆς τῶν εἰωθότων νομίμων γιγνομένην. — πάνυ γε. — τῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι, μαντικὴν μὲν ἐπίπνοιαν Ἀπόλλωνος θέντες, Διονύσου δὲ τελεστικήν, Μουσῶν δʼ αὖ ποιητικήν, τετάρτην δὲ ἀφροδίτης καὶ Ἔρωτος, ἐρωτικὴν μανίαν ἐφήσαμέν τε ἀρίστην εἶναι, καὶ οὐκ οἶδʼ ὅπῃ τὸ ἐρωτικὸν πάθος ἀπεικάζοντες, ἴσως μὲν ἀληθοῦς τινος ἐφαπτόμενοι, τάχα δʼ ἂν καὶ ἄλλοσε παραφερόμενοι, κεράσαντες οὐ παντάπασιν ἀπίθανον λόγον, μυθικόν τινα ὕμνον προσεπαίσαμεν μετρίως τε καὶ εὐφήμως τὸν ἐμόν τε καὶ σὸν δεσπότην ἔρωτα, ὦ Φαῖδρε, καλῶν παίδων ἔφορον. — καὶ μάλα ἔμοιγε οὐκ ἀηδῶς ἀκοῦσαι. — τόδε τοίνυν αὐτόθεν λάβωμεν, ὡς ἀπὸ τοῦ ψέγειν πρὸς τὸ ἐπαινεῖν ἔσχεν ὁ λόγος μεταβῆναι. — πῶς δὴ οὖν αὐτὸ λέγεις; — ἐμοὶ μὲν φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖσθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδοῖν, εἰ αὐτοῖν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι. — τίνων δή; — εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵνα ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ. ὥσπερ τὰ νυνδὴ περὶ Ἔρωτος—ὃ ἔστιν ὁρισθέν—εἴτʼ εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος. — τὸ δʼ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες; — τὸ πάλιν κατʼ εἴδη δύνασθαι διατέμνειν κατʼ ἄρθρα ᾗ πέφυκεν, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ μαγείρου τρόπῳ χρώμενον· ἀλλʼ ὥσπερ ἄρτι τὼ λόγω τὸ μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ δὲ σώματος ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ δεξιὰ κληθέντα, οὕτω καὶ τὸ τῆς παρανοίας ὡς ἓν ἐν ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν τὸ ἐπʼ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἐπανῆκεν πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησεν μάλʼ ἐν δίκῃ, ὁ δʼ εἰς τὰ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δʼ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ προτεινάμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν. — ἀληθέστατα λέγεις. — τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵνα οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν· ἐάν τέ τινʼ ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθʼ ὁρᾶν, τοῦτον διώκω κατόπισθε μετʼ ἴχνιον ὥστε θεοῖο. καὶ μέντοι καὶ τοὺς δυναμένους αὐτὸ δρᾶν εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε, καλῶ δὲ οὖν μέχρι τοῦδε διαλεκτικούς. τὰ δὲ νῦν παρὰ σοῦ τε καὶ Λυσίου μαθόντας εἰπὲ τί χρὴ καλεῖν· ἢ τοῦτο ἐκεῖνό ἐστιν ἡ λόγων τέχνη, ᾗ Θρασύμαχός τε καὶ οἱ ἄλλοι χρώμενοι σοφοὶ μὲν αὐτοὶ λέγειν γεγόνασιν, ἄλλους τε ποιοῦσιν, οἳ ἂν δωροφορεῖν αὐτοῖς ὡς βασιλεῦσιν ἐθέλωσιν; — βασιλικοὶ μὲν ἇνδρες, οὐ μὲν δὴ ἐπιστήμονές γε ὧν ἐρωτᾷς. ἀλλὰ τοῦτο μὲν τὸ εἶδος ὀρθῶς ἔμοιγε δοκεῖς καλεῖν, διαλεκτικὸν καλῶν· τὸ δὲ ῥητορικὸν δοκεῖ μοι διαφεύγειν ἔθʼ ἡμᾶς.

ソクラテス

では、君がいやな思いをしないように、この言論は放っておくことにしよう――とはいえ、それは、人がそれを見て、まったく真似しようとしないなら益を得られるような、多くの手本をもっているように私には思われるのだが――。そして、もう一つの言論のほうへ行こう。というのも、その中には、私の思うに、言論について考察しようと望む者たちが見るにふさわしい何かがあったのだから。

パイドロス

いったい何のことですか。

ソクラテス

その二つの言論は、きっと反対のものだった。一方は恋する者の気に入るようにすべきだと言い、他方はそうでない者の気に入るようにすべきだと言っていたのだからね。

パイドロス

それも、まったく勇ましくね。

ソクラテス

君は本当のことを、すなわち狂ったようにと言うだろうと思っていたよ。だが、私が探していたのはまさにそれなのだ。というのも、私たちは恋を何らかの狂気であると言ったのだから。そうではないかね。

パイドロス

はい。

ソクラテス

そして、狂気には二つの種がある。一方は人間の病気によって生じるもの、他方は慣れ親しんだ慣習からの神による転換によって生じるものだ。

パイドロス

まったくそうです。

ソクラテス

そして、神的な狂気を、四柱の神々の四つの部分に分けて、予言の霊感をアポロンのものとし、ディオニュソスには秘儀の狂気を、ムーサたちにはまた詩作の狂気を、第四のものをアプロディテとエロースのものとして、恋の狂気が最もすぐれていると私たちは言った。そして、どういうわけか恋の状態をなぞらえながら、おそらく何か真実なものに触れつつ、またたぶん別のところへそれていきながら、まったく説得力のなくはない言論を混ぜ合わせて、何か物語的な讃歌を、節度をもって、また敬虔に、私の主人でもあり君の主人でもあるエロース、パイドロス、美しい少年たちの見守り手を讃えて、戯れに歌ったのだ。

パイドロス

そして私には、聞くのがまったく不快ではありませんでした。

ソクラテス

では、そこから次のことを受けとろう。言論が、非難することから賞賛することへと、どのようにして移ることができたのかをね。

パイドロス

いったいどういう意味でそれをおっしゃるのですか。

ソクラテス

私には、ほかのことは本当に遊びとして戯れられたように見える。けれども、偶然に語られたこれらのことのうちの二つの種について、もし人がその力を技術によってとらえることができるなら、それは楽しくないことではないだろう。

パイドロス

いったいどのような種ですか。

ソクラテス

あちこちに散らばっているものを、全体として見わたして、一つの姿へとまとめあげることだ。そのつど教えようと望むものについて、それぞれを定義して明らかにするためにね。ちょうど、今しがたエロースについて、それが何であるかが定義されたうえで、よく言われたにせよ悪く言われたにせよ、少なくとも明確さと自分自身との一致とを、言論はそれによってもつことができたようにね。

パイドロス

では、もう一方の種は何だとおっしゃるのですか、ソクラテス。

ソクラテス

今度は、種にしたがって、生まれつきの関節にそって切り分けることができること、そして、下手な料理人のやり方で、どの部分も砕いてしまおうとしないことだ。そうではなく、ちょうど今しがた二つの言論が、思考の無分別なところを、何か一つの共通の種として受けとったように――ちょうど一つの身体から、同じ名前をもつ二つ一組のもの、すなわち左と呼ばれるものと右と呼ばれるものとが生まれついているように――、そのように二つの言論も、狂気の種を、私たちのうちに生まれついた一つのものとみなして、一方の言論は左側の部分を切り分け、さらにそれを切り分けていって、それらのうちに、何か左の恋と名づけられるものを見つけ出すまではやめず、それをまったく正当にののしったのだ。他方の言論は、私たちを狂気の右側へと導き、あれと同じ名前をもちながら、今度は神的な何らかの恋を見つけ出して差し出し、私たちにとって最も大きな善の原因であるとして讃えたのだ。

パイドロス

このうえなく本当のことをおっしゃいます。

ソクラテス

私自身は、パイドロス、これらの分割とまとめあげとを恋する者なのだ。話すことも思慮することもできるようになるためにね。そして、もし誰かほかの人が、一つのものへと、また多くのものへと生まれつき向かうものを見ることができると考えるなら、その人を、『神の足跡のあとを追うように、後ろから追いかける』のだ。そしてもちろん、それをすることのできる人たちを、正しく呼んでいるのかどうかは神のみぞ知るだが、今までのところ、問答に通じた者たちと呼んでいるのだ。だが、今、君とリュシアスから学んだ者たちを何と呼ぶべきかを言ってくれたまえ。それとも、これがあの言論の技術であって、トラシュマコスやほかの人たちは、それを用いて自分たちも話すことにかけて知恵ある者となり、また、王たちに対するように彼らに贈り物をしようと望む者たちを、ほかにもそうした者にしているのだろうか。

パイドロス

王のような人たちではあるでしょうが、あなたが尋ねていることについて知識をもっている人たちではありません。けれども、この種のことを、あなたは問答の術と呼んで正しく呼んでいるように私には思われます。けれども、弁論術の種のほうは、まだ私たちから逃れているように私には思われます。

弁論術の教科書に書かれていること266d–267d

266d

πῶς φῄς; καλόν πού τι ἂν εἴη, ὃ τούτων ἀπολειφθὲν ὅμως τέχνῃ λαμβάνεται; πάντως δʼ οὐκ ἀτιμαστέον αὐτὸ σοί τε καὶ ἐμοί, λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς. — καὶ μάλα που συχνά, ὦ Σώκρατες, τά γʼ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις. — καὶ καλῶς γε ὑπέμνησας. προοίμιον μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῇ· ταῦτα λέγεις —ἦ γάρ; —τὰ κομψὰ τῆς τέχνης; — ναί. — δεύτερον δὲ δὴ διήγησίν τινα μαρτυρίας τʼ ἐπʼ αὐτῇ, τρίτον τεκμήρια, τέταρτον εἰκότα· καὶ πίστωσιν οἶμαι καὶ ἐπιπίστωσιν λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα. — τὸν χρηστὸν λέγεις Θεόδωρον; — τί μήν; καὶ ἔλεγχόν γε καὶ ἐπεξέλεγχον ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὗρεν καὶ παρεπαίνους —οἱ δʼ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν—σοφὸς γὰρ ἁνήρ. Τεισίαν δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, καινά τε ἀρχαίως τά τʼ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον; ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων. — σοφώτατά γε, ὦ Πρόδικε. — Ἱππίαν δὲ οὐ λέγομεν; οἶμαι γὰρ ἂν σύμψηφον αὐτῷ καὶ τὸν Ἠλεῖον ξένον γενέσθαι. — τί δʼ οὔ; — τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων—ὡς διπλασιολογίαν καὶ γνωμολογίαν καὶ εἰκονολογίαν —ὀνομάτων τε Λικυμνίων ἃ ἐκείνῳ ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας; — Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτʼ ἄττα; — ὀρθοέπειά γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά. τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνῃ μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονεν, καὶ πάλιν ὠργισμένοις ἐπᾴδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος. τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν ἐπάνοδον, ἄλλοι δʼ ἄλλο τίθενται ὄνομα. — τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων; — ταῦτα λέγω, καὶ εἴ τι σὺ ἄλλο ἔχεις εἰπεῖν λόγων τέχνης πέρι. — σμικρά γε καὶ οὐκ ἄξια λέγειν.

ソクラテス

どういうことかね。それらから取り残されていながら、それでも技術によってとらえられるものがあるとしたら、それは何か立派なものだろう。とにかく、それを君も私も軽んじてはならず、弁論術の残っている部分がいったい何であるかを言わなければならない。

パイドロス

きっと、まったくたくさんありますよ、ソクラテス、言論の技術について書かれた書物の中に書かれていることがね。

ソクラテス

よく思い出させてくれた。まず、思うに、序言を、話のはじめに言うべきだということだ。君が言うのはこれらのことだね――そうではないか――、技術の洗練されたところとは。

パイドロス

はい。

ソクラテス

次に二番目には、何か陳述と、それに対する証言、三番目には証拠、四番目にはもっともらしさだ。そして、確証と追加確証とを言うのは、少なくとも、あの最もすぐれた言論の名工であるビュザンティオンの男だと思う。

パイドロス

あの立派なテオドロスのことをおっしゃっているのですか。

ソクラテス

もちろんだ。そして、反駁と追加反駁とを、告発においても弁明においてもどのようになすべきかということもね。だが、最も美しいパロスのエウエノスを、私たちは真ん中に連れ出さないのか。あの人は、ほのめかしと間接賞賛とを最初に発見した人で――ある人たちは、彼が記憶のために間接非難をも韻律のうちで語っていると言っている――、知恵ある人なのだからね。テイシアスとゴルギアスは眠らせておこうか。彼らは、真実のことよりももっともらしいことのほうがいっそう尊重されるべきだと見てとり、また、言論の力によって、小さなことを大きく、大きなことを小さく見えるようにし、新しいことを古風に、反対のことを新しい仕方で語り、あらゆることについて言論の簡潔さと際限のない長さとを発見したのだ。だが、かつてプロディコスは、私からこれらのことを聞いて笑い、自分だけが、必要とされる言論の技術を発見したと言った。すなわち、長くも短くもなく、ほどよいものでなければならない、とね。

パイドロス

このうえなく知恵あることです、プロディコスよ。

ソクラテス

ヒッピアスのことは言わないのか。というのも、あのエリスの客人も、彼と同じ票を投じるだろうと思うからね。

パイドロス

どうしてそうでないことがありましょう。

ソクラテス

では、ポロスの、言論のムーサの殿堂を、今度はどう言い表そうか――たとえば重複語法や格言語法や比喩語法を――、そして、リキュムニオスの言葉の数々、それは彼が言葉の美しさを作るためにポロスに贈ったものだが、それらを。

パイドロス

でも、ソクラテス、プロタゴラスのものも、何かそうしたものではなかったのですか。

ソクラテス

何か正しい語法というものだよ、子よ、そしてほかにも多くの立派なものがある。だが、老年や貧困へと引きずり出される、哀れっぽく嘆く言論にかけては、あのカルケドンの人の力が技術によって勝っていると私には見える。そしてまた、この男は、多くの人を一度に怒らせることにも、また、彼自身が言ったように、怒っている人たちに呪文を唱えて魅了することにも、恐ろしく長けた者になったのだ。そして、中傷することにも、どこからであれ中傷を解くことにも、最も力のある者なのだ。だが、言論の終わりについては、皆に共通して意見が一致しているように見える。ある人たちはそれを要約と呼び、ほかの人たちはほかの名をつけているがね。

パイドロス

終わりに、聞く人たちに、言われたことについて、それぞれを要点のうちに思い出させることをおっしゃっているのですか。

ソクラテス

それらのことを言っているのだ。そして、もし君が言論の技術について何かほかに言うことがあるならね。

パイドロス

小さなことで、言う価値もありません。

技術以前に必要な学科――医者・悲劇作家・音楽家のたとえ268a–269d

268a

ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν. — καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις. — ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί. — δείκνυε μόνον. — εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ, τί ἂν οἴει ἀκούσαντας εἰπεῖν; — τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου; — εἰ οὖν εἴποι ὅτι οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι ποιεῖν ἃ ἐρωτᾷς; — εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης. — τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι; — καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην. — ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· ὦ μοχθηρέ, μελαγχολᾷς, ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα· τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά. — ὀρθότατά γε. — οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά. — παντάπασι μὲν οὖν. — τί δὲ τὸν μελίγηρυν Ἄδραστον οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων— βραχυλογιῶν τε καὶ εἰκονολογιῶν καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας· ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον ὄν, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις. — ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι· ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι; — τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ. ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος. — ἀλλὰ πῇ δή; — κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι. — τί δή;

ソクラテス

では、小さなことは放っておこう。だが、これらのことを、むしろ光のもとで見てみよう。それらが技術のどんな力を、いつもっているのかを。

パイドロス

まったく強い力をです、ソクラテス、少なくとも大衆の集会においてはね。

ソクラテス

もっているとも。だが、驚くべき人よ、君も見てみたまえ。私に見えるのと同じように、君にも、それらの布地がほころびているように見えるかどうか。

パイドロス

ただ示してください。

ソクラテス

では私に言ってくれたまえ。もし誰かが、君の仲間のエリュクシマコスかその父アクメノスのところへやって来て、こう言ったとしよう。「私は身体にこうしたものを施すことを知っていて、望めば温めることも冷やすこともでき、私によいと思えば吐かせることも、また下へ通じさせることもでき、ほかにもそうした非常に多くのことができる。そして、それらを知っているので、自分は医術に通じた者であり、それらについての知識を私が伝える相手をも、そのような者にすることができると考えている」とね。それを聞いた人たちは何と言うと君は思うかね。

パイドロス

ほかでもなく、その人が、それに加えて、誰に、いつ、それらのそれぞれをすべきか、またどの程度までかを知っているかどうかを尋ねるでしょう。

ソクラテス

では、もし彼が「まったく知らない。だが、私からこれらのことを学んだ者は、自分で、君が尋ねていることをすることができると考えている」と言ったとしたらどうか。

パイドロス

きっと、こう言うでしょう。その人は気が狂っていて、どこかの書物から聞いたか、たまたま薬に出くわしたかして、技術について何も心得ていないのに、医者になったと思っているのだ、と。

ソクラテス

では、今度は誰かがソポクレスとエウリピデスのところへやって来て、自分は、小さな事柄についてきわめて長い台詞を作り、大きな事柄についてごく短い台詞を作ることを知っていて、望むときには哀れな台詞を、またその反対に恐ろしく威嚇的な台詞を、そのほかそうしたものすべてを作ることができ、それらを教えることで悲劇の作り方を伝えていると思っている、と言ったとしたらどうか。

パイドロス

その人たちもまた、ソクラテス、きっと笑うでしょう。もし誰かが、悲劇とは、それらが互いにも全体にもふさわしく組み立てられた構成以外の何かであると思っているとしたらね。

ソクラテス

だが、彼らは、思うに、粗野にののしったりはしないだろう。そうではなく、ちょうど音楽家が、できるかぎり最も高い弦と最も低い弦とを作ることをたまたま知っているというので自分を和声に通じた者だと思っている男に出会ったときに、荒々しく「みじめな者よ、君は気がふれている」と言ったりはせず、音楽家であるだけにもっと穏やかに、こう言うようにね。「最もすぐれた人よ、和声に通じた者になろうとする者は、それらのことも知っていなければならないのは必然だ。だが、君のような状態にある者が、和声について少しも心得ていないということを妨げるものは何もない。というのも、君は、和声以前に必要な学科は知っているが、和声にかかわることは知らないのだから」と。

パイドロス

このうえなく正しいことです。

ソクラテス

それでは、ソポクレスもまた、彼らに見せびらかしている者に向かって、それは悲劇以前のことであって悲劇的なことではない、と言うだろうし、アクメノスも、医術以前のことであって医術的なことではない、と言うだろう。

パイドロス

まったくそうです。

ソクラテス

では、蜜の声をもつアドラストスや、あるいはペリクレスでも、もし今しがた私たちが通り過ぎてきた、あのまったく美しい技術の品々――簡潔語法や比喩語法や、そのほか私たちが通り過ぎて、光のもとで考察すべきだと言ったものすべて――を聞いたとしたら、どうすると私たちは考えようか。彼らは、私と君がするように、粗野さのために、それらを書いたり弁論術として教えたりしている人たちに向かって、つらく当たって何か無教養な言葉を言うだろうか。それとも、私たちより知恵ある者であるだけに、私たち二人をもたしなめて、こう言うだろうか。「パイドロスとソクラテスよ、腹を立てるべきではなく、大目に見るべきだ。もし、ある人たちが、問答することを知らないために、弁論術がいったい何であるかを定義することができなくなり、この状態から、技術以前に必要な学科をもちながら弁論術を発見したと思いこみ、そしてそれらを他の人たちに教えて、自分たちは弁論術を完全に教えたと考え、それらのそれぞれを説得力をもって語ることと全体を組み立てることとは、何の仕事でもないとして、弟子たちが自分自身で言論のうちで調達しなければならないと考えているのだとしてもね」と。

パイドロス

いや、まったく、ソクラテス、この人たちが弁論術として教えたり書いたりしている技術のことは、何かそのようなものであるらしく、私にはあなたが本当のことを言ったように思われます。けれども、本当に弁論に長け、説得力をもつ者の技術は、どのようにして、またどこから、人は調達することができるのでしょうか。

ソクラテス

できるということは、パイドロス、完全な競技者になるという点では、ほかのことと同じようにあるのが当然であり――おそらくは必然でもある――。もし君に生まれつき弁論に長けた素質が備わっているなら、知識と練習とを加えて、名のある弁論家になるだろう。だが、それらのうち何であれ欠けるものがあれば、その点で不完全な者になるだろう。だが、そのうち技術であるかぎりのものについては、リュシアスやトラシュマコスが進む道に、その方法が現われるのではないと私には思われる。

パイドロス

では、どこにですか。

ソクラテス

最もすぐれた人よ、ペリクレスが、弁論術にかけて、すべての人のうちで最も完全な者になったのは、当然のことだったのかもしれない。

パイドロス

どうしてですか。

ペリクレスとアナクサゴラス――医術と弁論術の方法269e–270e

269e

πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι. ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο· προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ. — πῶς τοῦτο λέγεις; — ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς. — πῶς δή; — ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν. — τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως. — ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; — εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. — καλῶς γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ. — φημί. — τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος. ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως· πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ; — κινδυνεύει, ὦ Σώκρατες. — ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ τυφλοῦ πορείᾳ. ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει· ἔσται δέ που ψυχὴ τοῦτο. — τί μήν;

ソクラテス

大きな技術はすべて、自然についての無駄話と天空論とを、さらに必要とするのだ。というのも、あの高邁な心と、あらゆる点で仕上げるはたらきとは、どこかそこから入ってくるように見えるのだから。ペリクレスもまた、生まれつきの素質に加えて、それを獲得したのだ。というのも、思うに、彼はそのような人であったアナクサゴラスに出会い、天空論に満たされ、知性と思考の本性にまで達して――それについてこそアナクサゴラスは多くの言論をなしていたのだが――、そこから、言論の技術へと、それに役立つものを引き出したのだ。

パイドロス

それはどういう意味ですか。

ソクラテス

医術という技術のあり方は、どこか弁論術のそれと同じなのだ。

パイドロス

どのようにですか。

ソクラテス

両方において、本性を分けなければならない。一方では身体の本性を、他方では魂の本性をね。もし君が、慣れと経験だけによってではなく技術によって、一方には薬と栄養とを施して健康と強さとを作りこみ、他方には言論と法にかなった営みとを施して、君が望む説得と徳とを伝えようとするならね。

パイドロス

少なくとも、ソクラテス、そうであるのがもっともらしいことです。

ソクラテス

では、魂の本性を、言論に値する仕方で理解することが、全体の本性なしに可能だと君は思うかね。

パイドロス

もしアスクレピオスの後裔の一人であるヒッポクラテスに何か従うべきだとすれば、身体についてさえ、この方法なしにはできません。

ソクラテス

友よ、彼は立派に言っている。だが、ヒッポクラテスに加えて、言論を吟味し、それが一致するかどうかを考察しなければならない。

パイドロス

そう言います。

ソクラテス

では、本性について、ヒッポクラテスと真の言論とがいったい何と言っているかを考察してみたまえ。何であれどんなものの本性についても、次のように考えなければならないのではないか。まず、私たち自身が技術に通じた者となり、他の人をもそうする力のある者となることを望む対象が、単純なものか多くの姿をもつものかを考え、次に、もし単純なものなら、その力を、すなわち、それが何に対して何をなすべく生まれついた力をもつのか、あるいは何によって何を受けるべく生まれついた力をもつのかを考察し、もし多くの姿をもつなら、それらを数え上げて、一つのものについて見たのと同じことを、それぞれのものについて見なければならない。すなわち、それが何に対して何をなすべく生まれついているのか、あるいは何によって何を受けるべく生まれついているのかを。

パイドロス

そうであるらしいです、ソクラテス。

ソクラテス

少なくとも、これらなしの方法は、ちょうど盲人の歩みのようなものだろう。だが、技術によって何であれ追い求める者を、盲人にも聾者にもなぞらえてはならない。そうではなく、明らかに、もし人が誰かに技術によって言論を与えるなら、その人は、言論を向けようとするものの本性の本質を、正確に示すだろう。そしてそれは、きっと魂だろう。

パイドロス

もちろんです。

魂の種類と言論の種類を知ること271a–272b

271a

οὐκοῦν ἡ ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα· πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ. ἦ γάρ; — ναί. — δῆλον ἄρα ὅτι ὁ Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν ἢ κατὰ σώματος μορφὴν πολυειδές· τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι. — παντάπασι μὲν οὖν. — δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν ἢ παθεῖν ὑπὸ τοῦ πέφυκεν. — τί μήν; — τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφʼ οἵων λόγων διʼ ἣν αἰτίαν ἐξ ἀνάγκης ἡ μὲν πείθεται, ἡ δὲ ἀπειθεῖ. — κάλλιστα γοῦν ἄν, ὡς ἔοικʼ, ἔχοι οὕτως. — οὔτοι μὲν οὖν, ὦ φίλε, ἄλλως ἐνδεικνύμενον ἢ λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται ἢ γραφήσεται οὔτε τι ἄλλο οὔτε τοῦτο. ἀλλʼ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως· πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν. — τίνα τοῦτον; — αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές· ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθʼ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω. — λέγε δή. — ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται· τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς· δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, ἢ μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ· ἀλλʼ ὅτι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ. τί δὴ οὖν; φήσει ἴσως ὁ συγγραφεύς, ὦ Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως; μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης; — ἀδύνατόν που, ὦ Σώκρατες, ἄλλως· καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον. — ἀληθῆ λέγεις. τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν. ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος. — ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω.

ソクラテス

それでは、彼の競いの全体は、これに向けて張りつめられている。というのも、彼はこのもののうちに説得を作り出そうと試みるのだから。そうではないか。

パイドロス

はい。

ソクラテス

それでは、明らかに、トラシュマコスであれ、ほかに誰であれ本気で弁論の技術を与える者は、まず、あらゆる正確さをもって、魂について書き、魂を見させるだろう。それが一つで同じような性質のものとして生まれついているのか、それとも身体の形にしたがって多くの姿をもつのかをね。というのも、これを私たちは本性を示すことだと言っているのだから。

パイドロス

まったくそうです。

ソクラテス

二番目には、それが何に対して何をなし、あるいは何によって何を受けるべく生まれついているのかを。

パイドロス

もちろんです。

ソクラテス

そして三番目に、言論の類と魂の類とそれらの受けるものとを配列して、あらゆる原因を通り過ぎ、それぞれをそれぞれに適合させながら、どのような魂が、どのような言論によって、どのような原因のために、必然的に、一方は説得され、他方は説得されないのかを教えるだろう。

パイドロス

少なくとも、そうであれば、どうやら、このうえなく立派なことでしょう。

ソクラテス

実際、友よ、これとは別の仕方で示されたり語られたりするものは、ほかの何であれ、これであれ、決して技術によって語られたり書かれたりすることはないだろう。だが、今書いている人たちは――君はその人たちのことを聞いたことがあるが――、言論の技術の書を書く者として悪賢い者たちであって、魂についてまったく見事に知っていながら、隠しているのだ。だから、彼らがこのやり方で話したり書いたりするまでは、彼らが技術によって書いているということに、私たちは説得されないことにしよう。

パイドロス

どのやり方ですか。

ソクラテス

言葉そのものを言うのは容易ではない。だが、もしできるかぎり技術にかなった仕方であろうとするなら、どのように書かなければならないかを、私は言いたいと思う。

パイドロス

では、言ってください。

ソクラテス

言論の力は魂の導きであるのだから、弁論家になろうとする者は、魂がいくつの姿をもつかを知っているのが必然だ。それは、これこれの数であり、これこれの性質のものであって、そこから、ある人たちはこれこれの性質の者に、ある人たちはこれこれの性質の者になる。そして、これらがこのように分けられたうえで、今度は言論にも、これこれの数の姿があり、それぞれがこれこれの性質のものだ。そこで、これこれの性質の人たちは、これこれの言論によって、これこれの原因のために、これこれのことへと説得されやすく、これこれの性質の人たちは、これこれのことのために説得されにくいのだ。そこで、これらのことをじゅうぶんに理解したうえで、その後、それらが実際の行為のうちにあり、行なわれているのを観察しながら、鋭く感覚によってついていくことができなければならない。さもなければ、そのとき人と交わって聞いた言論以上のものは、彼にはまだ何もないことになる。だが、どのような人がどのような言論によって説得されるかをじゅうぶんに言うことができ、またその人がそばにいるときに、それを見分けて、自分自身に向かって、「これがその人であり、これが、あのとき言論がそれについてなされていた本性であって、今、実際に自分の前にいるのだ。この本性に、これこれの言論をこのように向けて、これこれのことへの説得をなさなければならない」と示すことができるようになり、そして、これらすべてをもう身につけたうえで、いつ話すべきか、いつ控えるべきかの時機をさらに加え、また、簡潔語法や哀れみ語法や誇張法や、学んだかぎりの言論のそれぞれの姿について、それらの時宜にかなうことと時宜にかなわないこととを見分けたとき、そのとき技術は立派に、また完全に仕上げられているのであって、それより前にはそうではない。だが、人がそれらのうち何であれ欠けたまま、話したり教えたり書いたりしながら、技術によって話していると言うなら、彼に説得されない者のほうが勝つのだ。「ではどうか」と、おそらくあの書き手は言うだろう。「パイドロスとソクラテスよ、このように思われるかね。言論の技術というものが語られるとき、何かほかの仕方で受け入れてはならないのか」と。

パイドロス

ほかの仕方ではきっと不可能です、ソクラテス。とはいえ、小さな仕事ではないように見えます。

ソクラテス

本当のことを言う。まさにそのために、すべての言論を上へ下へとひっくり返して、どこかに、それへ向かうより容易でより短い道が見えはしないかを調べなければならない。短くて平らな道がありうるのに、無駄に長くて険しい道を行くことのないようにね。だが、もし君が、リュシアスかほかの誰かから聞いて、どこかに何かの助けをもっているなら、思い出して言ってみたまえ。

パイドロス

試みのためにならもっているかもしれませんが、少なくとも今は、とてもそのようにもっていません。

テイシアスの「もっともらしさ」への答え272c–274b

272c

βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα; — τί μήν; — λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν. — καὶ σύ γε οὕτω ποίει. — φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι. τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ· τοῦτο δʼ εἶναι τὸ εἰκός, ᾧ δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν. οὐδὲ γὰρ αὐτὰ τὰ πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ· τοῦτο γὰρ διὰ παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν. — αὐτά γε, ὦ Σώκρατες, διελήλυθας ἃ λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι· ἀνεμνήσθην γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα. — ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς· εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν ὁ Τεισίας, μή τι ἄλλο λέγει τὸ εἰκὸς ἢ τὸ τῷ πλήθει δοκοῦν. — τί γὰρ ἄλλο; — τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον ἤ τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι τῷ πῶς δʼ ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα; ὁ δʼ οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχʼ ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ. καὶ περὶ τἆλλα δὴ τοιαῦτʼ ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα. οὐ γάρ, ὦ Φαῖδρε; — τί μήν; — φεῦ, δεινῶς γʼ ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν ὁ Τεισίας ἢ ἄλλος ὅστις δή ποτʼ ὢν τυγχάνει καὶ ὁπόθεν χαίρει ὀνομαζόμενος. ἀτάρ, ὦ ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν ἢ μὴ— — τὸ ποῖον; — ὅτι, ὦ Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς διʼ ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον· τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ ὁ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν. ὥστʼ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν· εἰ δὲ μή, οἷς νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων τὰς φύσεις διαριθμήσηται, καὶ κατʼ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς ᾖ καθʼ ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτʼ ἔσται τεχνικὸς λόγων πέρι καθʼ ὅσον δυνατὸν ἀνθρώπῳ. ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας· ἣν οὐχ ἕνεκα τοῦ λέγειν καὶ πράττειν πρὸς ἀνθρώπους δεῖ διαπονεῖσθαι τὸν σώφρονα, ἀλλὰ τοῦ θεοῖς κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένως δὲ πράττειν τὸ πᾶν εἰς δύναμιν. οὐ γὰρ δὴ ἄρα, ὦ Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον, ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν. ὥστʼ εἰ μακρὰ ἡ περίοδος, μὴ θαυμάσῃς· μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς. ἔσται μήν, ὡς ὁ λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα. — παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη. — ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν. — καὶ μάλα.

ソクラテス

では、こうしたことにかかわる人たちから私が聞いた何かの言論を、私が言おうか。

パイドロス

もちろんです。

ソクラテス

少なくとも、パイドロス、狼の言い分を言うことも正しいと言われているからね。

パイドロス

では、あなたもそのようにしてください。

ソクラテス

彼らは、こう言っている。これらのことを、そんなにおごそかに扱ったり、長い回り道をして上へと持ち上げたりする必要はまったくない。というのも、この言論のはじめにも私たちが言ったように、じゅうぶんな弁論家になろうとする者は、正しい事柄や善い事柄について、あるいはまた、生まれつきや育ちによってそのような人間たちについて、真実に少しもあずかる必要はまったくないのだから、と。というのも、法廷では、これらのことの真実を気にかける者は、まったく誰もおらず、説得力のあることを気にかけるのであり、それこそがもっともらしいことであって、技術によって話そうとする者はそれに注意を向けなければならないのだから、と。なぜなら、ときには、行なわれたことそのものも、もしそれがもっともらしく行なわれたのでないなら、言ってはならず、告発においても弁明においても、もっともらしいことを言わなければならず、とにかく話す者は、まさにもっともらしいことを追い求めなければならず、真実なものにはさんざん別れを告げなければならないのだから、と。というのも、これが言論の全体を通じて生じることが、技術の全体をもたらすのだから、と。

パイドロス

まさに、ソクラテス、あなたは、言論について技術に通じていると自称する人たちが言うことを、そのまま述べてくださいました。というのも、私は、前のところで、私たちがこうしたことに手短に触れたことを思い出したのです。そして、これはこうしたことにかかわる人たちには、きわめて大きなことだと思われているのです。

ソクラテス

いや、まったく、君はテイシアスその人を正確に踏破してきたのだね。では、テイシアスに、私たちに次のことも言ってもらおう。彼の言うもっともらしいこととは、大衆に思われること以外の何かなのか、と。

パイドロス

ほかの何でありましょう。

ソクラテス

どうやら、彼はこれを知恵があると同時に技術にかなったものとして発見して、こう書いたのだ。もし、弱いが勇敢な者が、強いが臆病な者を打ちのめして、外套か何かほかのものを奪い、法廷に引き出されたなら、どちらも真実を言ってはならない。臆病な者は、自分がただ一人の勇敢な者に打ちのめされたのではないと言わなければならず、もう一方は、二人だけだったということを論証し、あの「いったい、このような私が、このような人にどうして手をかけたりしようか」という言い分を存分に使わなければならない。だが、臆病な者は、自分自身の臆病さを言わず、何か別のことで偽ろうと試みて、おそらく、相手方にどこかで反駁の機会を与えてしまうだろう。そして、ほかのことについても、技術によって語られることとは、何かそうしたものなのだ。そうではないかね、パイドロス。

パイドロス

もちろんです。

ソクラテス

ああ、テイシアスは、あるいはほかに誰であれ、たまたまその人であり、どこから名づけられることを喜んでいるのであれ、その人は、恐ろしく隠された技術を発見したようだ。だが、友よ、私たちはこの人に言おうか、言うまいか――

パイドロス

何をですか。

ソクラテス

「テイシアスよ、私たちはずっと前から、あなたがやって来る前から、たまたまこう言っていたのだ。すなわち、このもっともらしいことは、真実に似ていることを通じて大衆のうちに生じるのだ、と。そして、似ていることについては、真実を知っている者がどこにおいても最も立派に見つけることを知っているのだと、今しがた私たちは述べてきた。だから、もしあなたが言論の技術について何かほかのことを言うのなら、私たちは聞くだろう。だが、そうでないなら、私たちは今しがた述べてきたことに従うだろう。すなわち、もし人が、聞こうとする人たちの本性を数え上げず、あるものを種にしたがって分け、一つの姿によって一つずつそれぞれを包みこむことができるのでなければ、人間に可能なかぎりにおいて、言論について技術に通じた者には決してならないだろう、と。そして、これらのことは、多くの骨折りなしには決して手に入れられないだろう。その骨折りを、思慮のある人は、人間たちに向かって話したり行なったりするためにではなく、神々に喜ばれることを話すことができ、すべてを力のかぎり喜ばれる仕方で行なうことができるためにこそ、骨折って行なわなければならないのだ。というのも、テイシアスよ、私たちより知恵ある人たちが言うように、知性をもつ者は、同じ奴隷仲間を喜ばせることを、付け足しとしてでなければ、心がけてはならず、善い主人たち、また善い者たちから生まれた主人たちを喜ばせることを心がけなければならないのだから。だから、もし回り道が長くても、驚かないでくれたまえ。大きなことのためにこそ、回り道をしなければならないのであって、あなたが思うようなことのためではないのだ。とはいえ、言論が言うように、もし人が望むなら、それらのことも、あれらから生じて、このうえなく立派なものになるだろう」と。

パイドロス

まったく見事に言われているように私には思われます、ソクラテス、もし人がそれをなしうるならばね。

ソクラテス

だが、立派なことに手をつける者には、誰かの身にどんなことがふりかかろうとも、それを受けることもまた立派なことなのだ。

パイドロス

まったくそうです。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、問答の論理関係を可能な限り残した逐語寄りの独自訳です。読みやすさのため、原文中の話者交替を日本語訳では明示しています。パイドロスが読み上げるリュシアスの話とミダスの墓碑銘は「」『』で示しています。

蝉はムーサたちに人間の過ごし方を知らせる使いとして語られます。テオドロス、エウエノス、テイシアス、ゴルギアス、プロディコス、ヒッピアス、ポロス、リキュムニオス、プロタゴラス、「カルケドンの人」トラシュマコスは、いずれも当時の弁論術の教師や著述家です。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第3部 魂と恋を語る第二演説目次へ戻る次へ →第5部 文字と語りの価値

PR関連する本

  • パイドロス (岩波文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について