οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω. — τί μήν; — τὸ δʼ εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. ἦ γάρ; — ναί. — οἶσθʼ οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων; — οὐδαμῶς· σὺ δέ; — ἀκοήν γʼ ἔχω λέγειν τῶν προτέρων, τὸ δʼ ἀληθὲς αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γʼ ἂν ἔθʼ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων; — γελοῖον ἤρου· ἀλλʼ ἃ φῂς ἀκηκοέναι λέγε. — ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. βασιλέως δʼ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δʼ ἐπῄνει. πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπʼ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα, ἔφη ὁ Θεύθ, σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη. ὁ δʼ εἶπεν· ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίνʼ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν σύ, πατὴρ ὢν γραμμάτων, διʼ εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους· οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.
それでは、言論の技術と技術のなさについては、十分としておこう。
もちろんです。
だが、書くことのふさわしさとふさわしくなさについて、どのようにすれば立派なことになり、どのようにすればふさわしくないことになるのか、それが残っている。そうではないかね。
はい。
では、言論について、行うにせよ語るにせよ、どのようにすれば最も神に喜ばれるか、君は知っているかね。
まったく知りません。あなたはどうですか。
少なくとも、先人たちから聞いた話を語ることはできる。だが真実は、彼ら自身が知っているのだ。しかし、もし私たち自身がそれを見出すなら、人間たちの思わくのようなものを、私たちはまだ何か気にかけるだろうか。
おかしなことをお尋ねになる。それより、聞いたとおっしゃることを話してください。
では聞いた話だが、エジプトのナウクラティスのあたりに、その地の古い神々のうちのある神がいた。その神には、人々がイビスと呼ぶ鳥も聖なるものとされており、そのダイモーン自身の名はテウトであった。この神が初めて、数と計算と幾何学と天文学を、さらに盤上の遊戯と賽の遊びを、そしてとりわけ文字を発見した。さて、そのころエジプト全土の王はタモスで、上の地方の大きな都市、ギリシア人がエジプトのテーバイと呼ぶ都市のあたりにいた。そしてその神を〔ギリシア人は〕アンモンと〔呼んでいる〕。テウトはこの王のもとへ行って、自分の技術を披露し、それをほかのエジプト人たちにも広めなければならないと言った。王は、それぞれがどんな益をもつのかと尋ねた。そしてテウトが詳しく述べていくのに対して、立派に言っていると思われるか、そうでないと思われるかに応じて、あるものはけなし、あるものはほめた。こうしてタモスは、それぞれの技術について、両方の側から多くのことをテウトに明らかにしたと言われているが、それらを詳しく述べれば長い話になるだろう。だが文字のところへ来たとき、テウトは言った。「王よ、この学問はエジプト人を、より知恵ある者に、より記憶力のある者にするでしょう。記憶と知恵の薬として発見されたのですから」。すると王は言った。「技術にたけた者の最たるテウトよ、技術に属するものを生み出す能力のある者と、それを用いようとする者たちにとって、それがどれほどの害と益の分け前をもつかを判定する能力のある者とは、別の者なのだ。そして今、文字の父であるあなたは、好意のゆえに、それがもつ力とは反対のことを言った。というのも、これは、それを学んだ者たちの魂のうちに、記憶の訓練をおろそかにさせることによって、忘却をもたらすだろうから。彼らは書かれたものへの信頼のゆえに、外から、他人のしるしによって思い出すのであって、内から、自分自身によって思い出すのではないのだから。だからあなたが発見したのは、記憶の薬ではなく、想起の手立ての薬なのだ。そしてあなたは学ぶ者たちに、知恵の真実ではなく、知恵の思われを与えるのだ。というのも、彼らはあなたのおかげで、教えを受けずに多くのことを聞いた者となり、多くのことを知っている者だと思われるだろうが、大部分は何も知らない者であり、つき合いにくい者となるだろう。知恵ある者の代わりに、知恵ありと思われる者となってしまったのだから」。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…