ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ παγχάλεπον· πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη πώποτε διὰ ταύτης φανερὰ γέγονε. σκόπει δὲ ἣν λέγω. — λέγε μόνον. — θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα φανοτάτῳ τινὶ πυρί· καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν, ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι, πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων. δεῖν οὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ παντὸς ἑκάστοτε θεμένους ζητεῖν—εὑρήσειν γὰρ ἐνοῦσαν— ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν, εἰ δὲ μή, τρεῖς ἤ τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατʼ ἀρχὰς ἓν μὴ ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ ὁπόσα· τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν μεταξὺ τοῦ ἀπείρου τε καὶ τοῦ ἑνός, τότε δʼ ἤδη τὸ ἓν ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν. οἱ μὲν οὖν θεοί, ὅπερ εἶπον, οὕτως ἡμῖν παρέδοσαν σκοπεῖν καὶ μανθάνειν καὶ διδάσκειν ἀλλήλους· οἱ δὲ νῦν τῶν ἀνθρώπων σοφοὶ ἓν μέν, ὅπως ἂν τύχωσι, καὶ πολλὰ θᾶττον καὶ βραδύτερον ποιοῦσι τοῦ δέοντος, μετὰ δὲ τὸ ἓν ἄπειρα εὐθύς, τὰ δὲ μέσα αὐτοὺς ἐκφεύγει—οἷς διακεχώρισται τό τε διαλεκτικῶς πάλιν καὶ τὸ ἐριστικῶς ἡμᾶς ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς λόγους. — τὰ μέν πως, ὦ Σώκρατες, δοκῶ σου μανθάνειν, τὰ δὲ ἔτι σαφέστερον δέομαι ἃ λέγεις ἀκοῦσαι. — σαφὲς μήν, ὦ Πρώταρχε, ἐστὶν ἐν τοῖς γράμμασιν ὃ λέγω, καὶ λάμβανʼ αὐτὸ ἐν τούτοις οἷσπερ καὶ πεπαίδευσαι. — πῶς; — φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει, πάντων τε καὶ ἑκάστου. — τί μήν; — καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθʼ ὅτι τὸ ἕν· ἀλλʼ ὅτι πόσα τʼ ἐστὶ καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν. — ἀληθέστατα. — καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτʼ ἔστι ταὐτόν. — πῶς; — φωνὴ μέν που καὶ τὸ κατʼ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ. — πῶς δʼ οὔ; — δύο δὲ θῶμεν βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον. ἢ πῶς; — οὕτως. — ἀλλʼ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ δὲ εἰδὼς ὥς γʼ ἔπος εἰπεῖν εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ. — οὐ γὰρ οὖν. — ἀλλʼ, ὦ φίλε, ἐπειδὰν λάβῃς τὰ διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν—ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ διʼ ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν—ὅταν γὰρ αὐτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός, ὅταν τε ἄλλο τῶν ἓν ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τοῦτο γέγονας· τὸ δʼ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδʼ ἐνάριθμον, ἅτʼ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα. — κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης. — κἀμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος; — ὀρθῶς μέντοι τοῦθʼ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβος. — πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ. — δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπʼ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλʼ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλʼ ἐπʼ ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν. — πῶς; — ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος—ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε· καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδʼ ἂν ἓν αὐτὸ καθʼ αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπʼ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.
ソクラテス示すのはまったく難しくないが、用いるのはこの上なく難しい道だ。というのも、技術にかかわるもので、これまでに発見されたものはすべて、この道を通して明らかになったのだから。私の言う道を見てくれたまえ。
ソクラテス神々から人間への贈り物として、少なくとも私に見えるところでは、どこか神々のもとから、あるプロメテウスを通じて、この上なく輝かしい火とともに投げ下ろされたのだ。そして昔の人々は、私たちよりすぐれていて、神々のより近くに住んでいたので、この言い伝えを伝えたのだ。常にあると言われるものは、一と多とから成り、限りと限りなさとを、自らのうちに生まれつき備えている、と。そこで、これらがこのように秩序づけられているのだから、私たちは常に、そのつどあらゆるものについて一つの形(イデア)を置いて探さねばならない――内在しているのを見出すだろうから――。そしてもしそれをつかんだなら、一つの後には、もしあるなら二つを、そうでなければ三つか、何かほかの数を考察し、そしてまたそれらの一つ一つを同じように〔考察し〕、はじめの一が、一であり多であり限りないものであるということだけでなく、いくつあるのかをも人が見るに至るまで続けねばならない。そして、限りなさの形を多に当てはめるのは、限りないものと一とのあいだにあるその数のすべてを見てとるまでは控え、そうしてはじめて、それぞれの一を限りないものへと放して別れを告げるべきだ、と。さて、神々は、私が言ったように、こうして私たちに、考察し、学び、互いに教えるよう伝えたのだ。だが今の人間たちのうちの知恵ある者たちは、一を、たまたま行き当たったままに、そして多を、必要より速く、また遅く作り、一の後にはすぐに限りないものを〔置き〕、中間のものは彼らから逃げてしまう。それによって、私たちが問答法的に互いに言論をなすのか、論争的にするのかが、分けられているのに。
プロタルコスあなたの言うことのあるものは、ソクラテス、何とかわかるように思いますが、あるものは、もっと明らかに聞く必要があります。
ソクラテス私の言うことは、プロタルコス、文字においてこそ明らかなのだ。君も教育されてきたそのもののうちで、それをとらえたまえ。
ソクラテス私たちにとって、口を通って出てくる声は、きっと一つであり、また数においては限りない。すべての人の声も、一人一人の声も。
ソクラテスそして、そのどちらによっても、私たちはまだ知恵ある者ではない。それの限りなさを知っていることによっても、一を〔知っていること〕によっても。そうではなく、それがいくつあり、どのようなものであるかを〔知っていること〕、それこそが私たちの各人を文字に通じた者にするのだ。
ソクラテスそしてまた、音楽に通じた者にするものも、同じこのことなのだ。
ソクラテス声は、きっと、その技術にかかわるものとしても、それ自体のうちで一つだ。
プロタルコスどうしてそうでないことがありましょう。
ソクラテスそして二つを、低いものと高いものとし、第三に同じ高さのものを置こう。それともどうかね。
ソクラテスだが、これらだけを知っていても、君はまだ音楽について知恵ある者ではないだろう。もっとも、知らなければ、いわば、これらについて何の値打ちもない者になるだろうが。
ソクラテスだが、友よ、君が、声の高さと低さについて、音程が数においていくつあり、どのようなものであるか、そして音程の境界と、それらから生じた組み合わせがいくつあるかをつかむとき――それらを見てとった昔の人々は、彼らに従う私たちに、それらを調べ(ハルモニア)と呼ぶよう伝えた。そしてまた身体の動きのうちに、それに内在して生じる別のそのような性質があり、それは数によって測られて、リズムや韻律と名づけねばならないと言う。そして同時に、このように、あらゆる一と多について考察しなければならないと理解することを〔伝えた〕――というのも、君がこのようにそれらをつかむとき、そのとき君は知恵ある者となったのであり、ほかのどんな一であれ、このようにして考察してつかむとき、そのようにして君はそれについて思慮ある者となったのだ。だが、それぞれのものの限りなさ、そしてそれぞれのもののうちにある限りない多は、そのつど君を、思慮することにおいて限りない〔つまり果てしなく遠い〕者にし、名の挙がる者にも数に入る者にもしない。どんなもののうちでも、どんな数にも一度も目を向けたことがないのだから。
プロタルコスピレボス、ソクラテスは今言われたことを、この上なく見事に語ったと私には見えます。
ピレボス私にもまさにそう見える。だが、いったいなぜこの言論が今私たちに向けて語られたのか、そして何を望んでなのか。
ソクラテスピレボスは、プロタルコス、まさにそのことを正しく私たちに尋ねた。
プロタルコスまったくそうです。そして彼に答えてください。
ソクラテスそうしよう、まさにこれらについて、もう少し詳しく述べてから。というのも、ちょうど誰かが何であれ一をつかんだら、私たちの言うように、すぐに限りないものの本性に目を向けるのではなく、何かの数に〔目を向ける〕べきであるように、そのように反対に、誰かが限りないものを最初につかむよう強いられたときにも、すぐに一に〔目を向ける〕のではなく、また、それぞれが何かの多をもつ、何かの数のほうに理解を向け、すべてのものから最後に一へと至らねばならない。では、今言われていることを、もう一度文字においてとらえよう。
ソクラテス声が限りないものであることを、神であれ、神的な人間であれ、誰かが見てとったとき――エジプトでの言い伝えでは、それはテウトという者だったと言われている。彼は初めて、限りないもののうちに母音が一つではなく、より多くあることを見てとり、またさらに、声にはあずからないが、何らかの音にあずかる別のものがあり、それらにも何かの数があることを〔見てとり〕、第三の種類の文字として、今私たちが黙音と呼ぶものを区別した。その後で、音も声もないものを一つ一つに至るまで分け、母音と中間のものも同じ仕方で〔分け〕、それらの数をつかむと、一つ一つにも全体にも字母(ストイケイオン)という名を付けた。そして、私たちの誰も、それらすべてなしには、一つでさえそれ自体だけで学ぶことはできないだろうと見てとって、この絆を、一つのものであり、これらすべてを何らかの仕方で一つにするものとして推し量り、それらの上に一つのものとして、文字の技術という名を与えて呼んだのだ。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…