INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>ピレボス>第5部 善の順位づけと結論(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第4部 知識の種類と混合された生目次へ戻る次へ →最後のページです

PLATO · PHILEBUS · 64a–67b

第5部 善の順位づけと結論

Part V — The Ranking of Goods and the Conclusion
Stephanus 64a–67b全 4 区分日希逐語訳

善はただ一つのすがたでは捉えられず、美・均衡・真実の三つで捉えられる。その三つに照らせば、知性は快楽よりもはるかに善に近い。こうしてソクラテスは、尺度、均衡と美、知性と思慮、知識と技術、純粋な快楽という善きものの五つの順位を定め、快楽は牛や馬がどれほど追い求めようと第一のものではないと結論する。

ひと目でわかる超要約ピレボス(第5部)の要点

善はただ一つのすがたでは捉えられず、美・均衡・真実の三つで捉えられる。その三つに照らせば、知性は快楽よりもはるかに善に近い。こうしてソクラテスは、尺度、均衡と美、知性と思慮、知識と技術、純粋な快楽という善きものの五つの順位を定め、快楽は牛や馬がどれほど追い求めようと第一のものではないと結論する。

解説・位置づけこの箇所の背景と読みどころ

混合が成り立つための原理である「尺度(メトロン)と均整・真理」を見出し、①尺度と適度、②均整と美、③知性と思慮、④諸学問と技術、⑤純粋な快楽、という善の五段階の順位を布告して、快楽より知性がはるかに善に近いことを結論づける。(『ピレボス』全体の位置づけ:「快楽こそが善である」とする快楽主義(ピレボス・プロタルコス)と、「知性・思慮こそが善である」とするソクラテスの立場を比較し、「一と多」「限りなきものと限り」の形而上学および快楽の綿密な心理分析を通じて、知性と純粋な快楽を適切な尺度で混ぜ合わせた「混合の生」と善の五順位を導く後期倫理学の頂点。)

重要語句・哲学概念の読み方

四つの存在の類(限りなきもの・限り・混合・原因)
万物を構成する4原理。①「より多く・より少なく」と無限に増減する「限りなきもの(アペイロン:寒暖・快苦など)」、②等しさや数値比を与える「限り(ペラス)」、③両者が結びついて生まれる健康・音楽・季節などの「混合された生成」、④それらを秩序づける「原因(宇宙の知性・理性)」。
偽りの快楽と純粋な快楽
快楽の多くは渇きなどの「欠乏(苦痛)からの回復」や期待の錯覚を伴う混合・偽りの快楽であるが、事前の苦痛を伴わない「純粋な色彩や幾何学的図形、美しい音、芳しい香り、学問の知の快楽」は真実で純粋な快楽として混合の生に迎え入れられる。
善の五つの順位(メトロン・カリス・ヌース・エピステーメー・純粋快楽)
結びで宣言される善の序列。第1位「尺度(メトロン)と適度」、第2位「均整・美・完全性」、第3位「知性(ヌース)と思慮」、第4位「魂の諸知識・技術・正しい思わく」、第5位「苦痛を伴わない純粋な快楽」。ピレボスの主張した無制限な快楽は6位以下へと退けられる。
表示:

目次

  1. 善は、美・均衡・真実の三つで捉えられる64a–65a
  2. 真実・節度・美による、快楽と知性の比較65a–66a
  3. 善きものの五つの順位66a–66d
  4. 三度目の確認と、対話の結び66d–67b

善は、美・均衡・真実の三つで捉えられる64a–65a

64a

ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδʼ ἂν ἕν. — τὸ ποῖον; — ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδʼ ἂν γενόμενον εἴη. — πῶς γὰρ ἄν; — οὐδαμῶς. ἀλλʼ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος. ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος ὁ νῦν λόγος ἀπειργάσθαι φαίνεται. — καὶ ἐμοὶ τοίνυν, ὦ Σώκρατες, οὕτω λέγε δεδόχθαι. — ἆρʼ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις καὶ τῆς οἰκήσεως ἐφεστάναι τῆς τοῦ τοιούτου λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν; — ἐμοὶ γοῦν δοκεῖ. — τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστʼ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτʼ ἐπισκεψόμεθα εἴθʼ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν. — ὀρθῶς· τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον. — καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, διʼ ἣν ἢ παντὸς ἀξία γίγνεται ἡτισοῦν ἢ τὸ παράπαν οὐδενός. — πῶς λέγεις; — οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ. — τὸ ποῖον; — ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν· οὐδὲ γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς ἡ τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά. — ἀληθέστατα. — νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν· μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι. — πάνυ μὲν οὖν. — καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι. — πάνυ γε. — οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατʼ ἂν αἰτιασαίμεθʼ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι. — ὀρθότατα μὲν οὖν.

ソクラテス

だがさらに、これもまた必然であり、ほかの仕方では決して、ただ一つのものさえも生じないだろう。

プロタルコス

どういうことですか。

ソクラテス

真実を混ぜ合わせないもの、それは決して真に生じることもないし、生じたとしても〔真に〕あることもないだろう。

プロタルコス

どうしてそうなりえましょう。

ソクラテス

決して〔なりえない〕。だが、もしこの混合にまだ何かが必要なら、君とピレボスが言ってくれたまえ。というのも、私には、今の言論は、魂をもつ身体を立派に支配することになる、いわば一種の非物体的な秩序(コスモス)として仕上げられたように見えるのだ。

プロタルコス

では私にも、ソクラテス、そのように思われていると言ってください。

ソクラテス

それでは、私たちは今やもう善の前庭に、そしてそのようなものの住まいの前に立っていると言えば、おそらくある仕方では正しく言っていることになるだろうか。

プロタルコス

少なくとも私にはそう思われます。

ソクラテス

では、混合のうちで、最も尊く、同時に、このような状態がすべての人にとって好ましいものとなったことの最も大きな原因であると私たちに思われるのは、何だろうか。というのも、それを見たうえで、その後で、それが万有のうちで快楽と知性のどちらに、より密接に、より親しく結びついているかを考察することにしよう。

プロタルコス

正しいです。それこそ、私たちの判定にとって最も役立つことですから。

ソクラテス

そしてまた、あらゆる混合について、それによってどんな混合でもすべての価値をもつものとなるか、あるいはまったく何の価値もないものとなるか、その原因を見て取るのは難しくない。

プロタルコス

どういう意味ですか。

ソクラテス

人間のうち誰ひとり、きっとこのことを知らない者はいない。

プロタルコス

どういうことですか。

ソクラテス

尺度と、均衡のとれた本性とを得ていない混合は、どんなものであれ、どのような仕方のものであれ、すべて必然的に、混ぜ合わされるものを、そしてまず第一に自分自身を滅ぼすということだ。というのも、そのようなものは混合ではなく、真に、混ぜ合わされない寄せ集めのようなものとなり、そのつど、それを所有する者たちにとって、実に災いとなるのだから。

プロタルコス

まったくそのとおりです。

ソクラテス

そこで今、善の力は、私たちのもとから美の本性のうちへと逃げ込んでしまった。というのも、節度と均衡は、きっと至るところで美と徳になるのだから。

プロタルコス

まったくそうです。

ソクラテス

そしてまた、真実もそれらとともに混合のうちに混ぜ合わされていると、私たちは言ったのだった。

プロタルコス

そうですとも。

ソクラテス

それでは、もし私たちが善を一つのすがたで狩り捕らえることができないのなら、三つのもの、すなわち美と均衡と真実とで捉えて、こう言おう。これを、いわば一つのものとして、混合のうちにあるものの原因とするのが最も正しいだろう、そしてこれが善であるがゆえに、混合はそのようなものになったのだ、と。

プロタルコス

まったく最も正しいです。

真実・節度・美による、快楽と知性の比較65a–66a

65a

ἤδη τοίνυν, ὦ Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτʼ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς. — δῆλον μέν, ὅμως δʼ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον. — καθʼ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν· δεῖ γὰρ ἰδεῖν ποτέρῳ ὡς μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν. — κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις; — ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε· καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον ἢ νοῦς ἀληθείᾳ. — τί δὲ χρόνου δεῖ; πολὺ γὰρ οἶμαι διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον. — οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται; — εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας· οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδʼ ἂν ἕν ποτε. — καλῶς εἴρηκας. ὅμως δʼ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον; — ἀλλʼ οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον. — ὀρθῶς. — ἡδονὰς δέ γέ που, καὶ ταῦτα σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπʼ αὐταῖς ἢ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.

ソクラテス

そこでもう、プロタルコス、快楽と思慮について、その二つのどちらが最善のものにより近い種族であり、人間たちのあいだでも神々のあいだでもより尊いかを判定するのに、誰であれ十分な判定者となるだろう。

プロタルコス

明らかではあります。しかしやはり、言論によって詳しくたどるほうがよいでしょう。

ソクラテス

では、三つのもの一つ一つについて、快楽と知性とに照らして判定しよう。それぞれを、どちらに、より近い種族のものとして割り当てるかを見なければならないのだから。

プロタルコス

美と真実と節度についておっしゃるのですか。

ソクラテス

そうだ。だがまず真実を取りたまえ、プロタルコス。そして取ったら、三つのもの、すなわち知性と真実と快楽を見て、長い時間をかけてから、快楽と知性のどちらが真実により近い種族であるかを、自分自身に答えたまえ。

プロタルコス

何の時間が要りましょう。両者は大いに異なっていると思います。というのも、快楽はあらゆるもののうちで最も法螺吹きであり、話によれば、最も大きいと思われている愛欲にかかわる快楽においては、偽誓さえも神々から許しを得ているのです。快楽は子どものように、知性をほんのわずかも持っていないからだというのです。だが知性は、真実と同じものであるか、あるいはあらゆるもののうちで最も似ていて、最も真実なものです。

ソクラテス

では、その次に、節度を同じように考察したまえ。快楽が思慮よりも、あるいは思慮が快楽よりも、より多くそれを所有しているのか。

プロタルコス

これもまた、考察しやすい考察を提示されました。というのも、快楽と大喜びよりも本性上節度のないものは、存在するもののうちに何一つ見つけられないと思いますし、知性と知識よりも節度のあるものは、ただの一つも決して〔見つけられない〕と思います。

ソクラテス

立派に言ってくれた。だが、さらに三つ目を言いたまえ。知性は快楽の種族よりも多く美にあずかっていて、知性が快楽より美しいのか、それともその反対か。

プロタルコス

ですが少なくとも、ソクラテス、思慮と知性については、これまで誰ひとり、目覚めていても夢の中でも、それが醜いものとして生じるのも、あるのも、あるだろうのも、どこにもどのようにも、見たことも思い浮かべたこともありません。

ソクラテス

正しい。

プロタルコス

だが快楽は、きっと、それもほとんど最も大きな快楽は、誰であれ快楽にふけっている人を見るとき、それにともなって滑稽なことか、あるいはあらゆるもののうちで最も醜いことがついて来るのを見て、私たち自身も恥じ入り、それを消し去ってできるかぎり隠すのです。そのようなことはすべて夜にゆだねて、光がそれを見るべきではないかのように。

善きものの五つの順位66a–66d

66a

πάντῃ δὴ φήσεις, ὦ Πρώταρχε, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδʼ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πῃ περὶ μέτρον καὶ τὸ μέτριον καὶ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν, τὴν ἀίδιον ᾑρῆσθαι. — φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων. — δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθʼ ὁπόσα τῆς γενεᾶς αὖ ταύτης ἐστίν. — ἔοικε γοῦν. — τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις. — ἴσως. — ἆρʼ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτʼ εἶναι τὰ πρὸς τοῖς τρισὶ τέταρτα, εἴπερ τοῦ ἀγαθοῦ γέ ἐστι μᾶλλον ἢ τῆς ἡδονῆς συγγενῆ; — τάχʼ ἄν. — πέμπτας τοίνυν, ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμαις, τὰς δὲ αἰσθήσεσιν ἑπομένας; — ἴσως. — ἕκτῃ δʼ ἐν γενεᾷ, φησὶν Ὀρφεύς, καταπαύσατε κόσμον ἀοιδῆς· ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ ταῦθʼ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις. — οὐκοῦν χρή.

ソクラテス

そこで君は、プロタルコス、使者を遣わしても、居合わせる人々に告げても、至るところで言うだろう。快楽は第一の所有物ではなく、また第二のものでもない。そうではなく第一には、尺度と、節度あるものと、時宜にかなったものと、そのようなものと考えるべきすべてのものにかかわるものが、永遠の〔本性〕を選び取っているのだ、と。

プロタルコス

少なくとも今言われていることからは、そう見えます。

ソクラテス

そして第二には、均衡のとれたものと美しいもの、完全なものと十分なもの、そしてまたこの種族に属するすべてのものにかかわるものだ。

プロタルコス

少なくともそのようです。

ソクラテス

そこで第三には、私の占いによれば、知性と思慮を置けば、君は真実から大きく外れることはないだろう。

プロタルコス

おそらく。

ソクラテス

では第四には、私たちが魂それ自体のものとして置いたもの、すなわち知識と技術と、正しい思わくと言われたもの、これらが、三つのものに加えて第四のものではないか。もし本当にそれらが、快楽よりも善により近い種族であるのなら。

プロタルコス

たぶんそうでしょう。

ソクラテス

では第五には、私たちが苦痛のない快楽と規定して置いたもの、魂それ自体の純粋な快楽と名づけたもの、すなわち、あるものは知識に、あるものは感覚に伴う〔快楽〕ではないか。

プロタルコス

おそらく。

ソクラテス

「だが第六の世代で」とオルペウスは言う、「歌の飾りを終えよ」。だが私たちの言論もまた、第六の判定で終わったのかもしれない。そこでこの後、私たちには、語られたことにいわば頭〔仕上げ〕を与えること以外には、何も残っていない。

プロタルコス

そうしなければなりません。

三度目の確認と、対話の結び66d–67b

66d

ἴθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπεξέλθωμεν. — ποῖον δή; — Φίληβος τἀγαθὸν ἐτίθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ. — τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον. — ναί, τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νυνδὴ διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ. — ἦν ταῦτα. — ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς εἰ φανείη τι τούτοιν ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν συνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο. — εἶπες γὰρ οὖν. — καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη. — ἀληθέστατα. — οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδʼ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως; — ὀρθότατα. — φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γʼ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ. — πῶς γὰρ οὔ; — οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτʼ ἂν ἡ τῆς ἡδονῆς δύναμις. — ἔοικεν. — πρῶτον δέ γε οὐδʼ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἆλλα σύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων. — ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες. — οὐκοῦν καὶ ἀφίετέ με; — σμικρὸν ἔτι τὸ λοιπόν, ὦ Σώκρατες· οὐ γὰρ δήπου σύ γε ἀπερεῖς πρότερος ἡμῶν, ὑπομνήσω δέ σε τὰ λειπόμενα.

ソクラテス

さあ、三度目に救い主〔ゼウス〕に〔献酒するように〕、同じ言論を証人に立てて、詳しくたどろう。

プロタルコス

どのような〔言論〕ですか。

ソクラテス

ピレボスは私たちに、善とは、あらゆる、そして完全な快楽であると主張していた。

プロタルコス

三度目に、ソクラテス、どうやらあなたは、さっき、はじめからの言論を繰り返さねばならないと言っておられたのですね。

ソクラテス

そうだ。だがその次のことを聞こう。というのも、私は、今しがた詳しく述べたことを見て取り、ピレボスの言論だけでなく、ほかの何万もの人々の言論にもしばしば不満を抱いて、知性は快楽よりも、人間の生にとってはるかにすぐれ、より善いものだと言ったのだ。

プロタルコス

そうでした。

ソクラテス

だが、ほかにも多くのものがあるのではないかと疑って、もしこの二つのどちらよりもすぐれた何かが現れたなら、私は二等の賞をめぐって知性の味方となって快楽と戦い、快楽は二等の賞さえも奪われるだろう、と言ったのだ。

プロタルコス

たしかにそうおっしゃいました。

ソクラテス

そしてその後、何よりも十分に、この二つのどちらも十分ではないことが明らかになった。

プロタルコス

まったくそのとおりです。

ソクラテス

それでは、この言論において、知性も快楽も、どちらも善そのものであるということからは、すっかり退けられたのではないか。自足性と、十分で完全なものの力とを欠いているのだから。

プロタルコス

最も正しいです。

ソクラテス

そして、この二つのそれぞれよりもすぐれた、別の第三のものが現れたからには、今や知性のほうが、快楽よりも一万倍も、勝利したもののすがたに親しく、密接なものとして明らかになった。

プロタルコス

どうしてそうでないことがありましょう。

ソクラテス

それでは、今言論が明らかにした判定によれば、快楽の力は第五のものとなるだろう。

プロタルコス

そのようです。

ソクラテス

だが第一のものではない、たとえすべての牛や馬やほかのあらゆる獣が、喜びを追い求めることによってそう主張しようとも。多くの人々は、占い師が鳥を信じるように、それらを信じて、快楽が私たちにとってよく生きるために最も力あるものだと判定し、獣たちの恋を、哲学のムーサのうちでそのつど占い出された言論よりも、権威ある証人だと思っているのだ。

プロタルコス

ソクラテス、あなたが今や最も真実のことを言われたと、私たちは皆言います。

ソクラテス

では、私を放免してくれるかね。

プロタルコス

残りはまだわずかです、ソクラテス。まさかあなたが私たちより先に音を上げることはないでしょう。残っていることを、私があなたに思い出させてあげましょう。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、問答の論理関係を可能な限り残した逐語寄りの独自訳です。読みやすさのため、原文中の話者交替を日本語訳では明示しています。問答の途中から始まらないよう、64b の直前(64a 末尾)のソクラテスの一文から収めています。

「善い生は快楽か、知性か」をめぐる対話の結論部です。この部分の直前で、ソクラテスとプロタルコスは、純粋な知識と純粋な快楽などを混ぜ合わせた「混合された生」を組み立てています。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第4部 知識の種類と混合された生目次へ戻る次へ →最後のページです

PR関連する本

  • ピレボス (西洋古典叢書) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について