μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν· γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστʼ αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖς τε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις. — ὀρθῶς. — οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν. ἢ πῶς; — οὕτως. — ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δʼ ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δʼ ὡς ἀκαθαρτότερα. — οὐκοῦν χρή. — τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς; — ποίας καὶ πῶς; — οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο. — φαῦλον μὲν δή. — τὸ γοῦν μετὰ ταῦτʼ εἰκάζειν λείποιτʼ ἂν καὶ τὰς αἰσθήσεις καταμελετᾶν ἐμπειρίᾳ καί τινι τριβῇ, ταῖς τῆς στοχαστικῆς προσχρωμένους δυνάμεσιν ἃς πολλοὶ τέχνας ἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας. — ἀναγκαιότατα λέγεις. — οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον. — ἀληθέστατα. — καὶ μὴν ἰατρικήν τε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας. — καὶ πάνυ γε. — τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροις τε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται. — πῇ; — κατά τε ναυπηγίαν καὶ κατʼ οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς. κανόνι γὰρ οἶμαι καὶ τόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ. — καὶ πάνυ γε, ὦ Σώκρατες, ὀρθῶς λέγεις. — θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος. — κείσθω. — τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν. — ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή. — πάνυ μὲν οὖν. ἀλλʼ, ὦ Πρώταρχε, ἆρʼ οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον; ἢ πῶς; — ποίας δὴ λέγεις; — ἀριθμητικὴν πρῶτον ἆρʼ οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δʼ αὖ τὴν τῶν φιλοσοφούντων; — πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν; — οὐ σμικρὸς ὅρος, ὦ Πρώταρχε. οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα ἢ καὶ τὰ πάντων μέγιστα· οἱ δʼ οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει. — καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύʼ αὐτὰς εἶναι. — τί δέ; λογιστικὴ καὶ μετρητικὴ ἡ κατὰ τεκτονικὴν καὶ κατʼ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ λογισμῶν καταμελετωμένων—πότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν; — τῇ πρόσθεν ἑπόμενος ἔγωγʼ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.
では、快楽については、あらゆる仕方であらゆる吟味をしようと企てながら、知性と知識については、まるでひどく出し惜しみしているように見えることのないようにしよう。そうではなく、高貴に、もしどこかにひびの入ったところがあれば、すべてをたたいて調べよう。それらのうちで本性上最も純粋なものを見てとって、それを、これらのものの部分と快楽の部分とのうちの最も真実なものに共通の判定に用いるために。
正しいです。
では、私たちにとって、学問にかかわる知識のうち、一方は職人的なもの、他方は教育と養育にかかわるものだと思う。それともどうかね。
そのとおりです。
では、手仕事の技術のうちで、まず考えてみよう。それらのうちに、知識により多くかかわるものと、より少なくかかわるものとがあり、一方を最も純粋なものと、他方をより不純なものと考えるべきかどうかを。
そうしなければなりません。
では、それらのそれぞれの主導的なものを、別々に取り出すべきではないかね。
どのようなもので、どのようにですか。
たとえば、すべての技術から、誰かが数える技術と測る技術と量る技術を切り離すなら、いわば、それぞれのうちに残るものはつまらないものとなるだろう。
たしかにつまらないものです。
少なくともその後に残るのは、推し量ることと、経験と何らかの慣れによって感覚を訓練することであり、多くの人々が技術と名づける、目当てをつける術の能力を用いることだろう。その能力は、修練と労苦によってその力を仕上げられたものなのだ。
まったく必然的なことをおっしゃいます。
では、まず第一に音楽がそれに満ちているのではないかね。協和を、尺度によってではなく修練の当て推量によって合わせ、そしてその笛の技術全体も、それぞれの弦の尺度を、当て推量によって動くままに追い求めるので、不明確なものが多く混じり、確かなものはわずかしかない。
まったくそのとおりです。
そしてまた医術も農耕も舵取りの術も将軍の術も、同じようなものであることを私たちは見出すだろう。
まったくそうです。
だが大工の技術は、私の思うに、最も多くの尺度と道具を用い、それが多くの正確さをもたらすので、多くの知識よりも技術的なものとなっている。
どの点でですか。
造船においても、家を建てることにおいても、木工術のほかの多くのことにおいても。というのも、私の思うには、それは定規も、ろくろも、コンパスも、墨糸も、何か巧みに作られた締め具も用いるのだから。
まったくそうです、ソクラテス、正しくおっしゃいます。
では、技術と言われるものを二つに分けよう。一方は、仕事において音楽に従い、正確さにより少なくあずかるもの、他方は、大工の技術に〔従い〕、より多く〔あずかる〕もの。
そう置きましょう。
そして、これらのうち最も正確な技術は、今しがた私たちが最初に言ったものだと。
数える技術と、今しがたそれと一緒に口にされたかぎりの技術のことをおっしゃっているように私には見えます。
まったくそうだ。だが、プロタルコス、これらもまた二通りあると言うべきではないかね。それともどうかね。
どのようなものをおっしゃるのですか。
まず数える技術だが、多くの人々のものは何か別のもので、哲学する人々のものはまた別のものだと言うべきではないかね。
いったいどう区別して、一方を一つの数える技術とし、他方を別のものと置けるのですか。
小さな境界ではないのだ、プロタルコス。というのも、一方の人々は、数にかかわるものの、等しくない単位を数える。たとえば二つの軍隊、二頭の牛、二つの最も小さなもの、あるいはすべてのうちで最も大きなものを。だが他方の人々は、もし誰かが、無数の単位のどの単位も、互いに少しも異ならないものとして置くのでなければ、決して彼らについて行かないだろう。
数に携わる人々のあいだの、小さくない違いを、まったく立派におっしゃいます。ですから、それが二つあるというのは理にかなっています。
ではどうかね。大工の技術や商いにおける計算術と測る技術は、哲学における幾何学や、修練される計算と比べて――それぞれを一つと言うべきか、それとも二つと置こうか。
前のことに従って、私なら、私の票によって、これらのそれぞれを二つと置くでしょう。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…