δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν· ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι. — ἀλλʼ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα. — ἆρʼ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι; — τὸ ποῖον; — ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν. — κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν. — ἔσται ταῦτʼ εἰς δύναμιν, ὦ θαυμάσιε. — καλῶς εἶπες. — κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν. — ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο; — κάλλιστʼ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστʼ ἤδη πρόσεχε. — λέγε μόνον. — λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ. — πάνυ λέγεις εἰκός. — πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ διʼ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι. — οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν. — οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν; — ποῖα; — πείνη μέν που λύσις καὶ λύπη; — ναί. — ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή; — ναί. — δίψος δʼ αὖ φθορὰ καὶ λύπη καὶ λύσις, ἡ δὲ τοῦ ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δέ γʼ αὖ καὶ διάλυσις ἡ παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή. — πάνυ μὲν οὖν. — καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη· πάλιν δʼ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ὁ λόγος ὃς ἂν φῇ τὸ ἐκ τῆς ἀπείρου καὶ πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἔλεγον ἐν τῷ πρόσθεν, ὅταν μὲν τοῦτο φθείρηται, τὴν μὲν φθορὰν λύπην εἶναι, τὴν δʼ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν. — ἔστω· δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν. — τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις; — κείσθω.
では、このあとには、それら二つのそれぞれがどこにあり、それらが生じるときには、どのような受動的な状態のために生じるのかを、私たちは見なければならない。まず快楽をだ。その類を先に吟味したように、これらのことも先にしよう。だが、苦痛を抜きにしては、快楽を十分に吟味することは決してできないだろう。
では、その道を進まなければならないのなら、その道を進みましょう。
では、それらの生成について、私に見えているとおりに、君にも見えているだろうか。
どのようにですか。
苦痛と快楽とは、本性に従って、共通の類のうちに同時に生じるように私には見える。
ですが、親愛なるソクラテス、先に語られたことのうちで、共通のものとはいったい何を明らかにしたいのかを、私たちに思い出させてください。
できるかぎりそうしよう、驚くべき人よ。
けっこうです。
では、共通のものとは、四つのうちで第三のものと言っていたものだと理解しよう。
無限なものと限界のあとにあなたが言っていたもので、その中にあなたが健康を、また私の思うに調和をも置いたものですね。
最も見事に言ってくれた。では、もう、できるかぎり心を向けてくれたまえ。
ただ言ってください。
では言おう。生き物のうちで、私たちにとって調和が解かれるときには、それと同時に、本性の解体と、苦痛の生成とが、そのときに生じるのだ、と。
まったくありそうなことをおっしゃいます。
そして、再び調和させられて、自分自身の本性へと戻っていくときには、快楽が生じると言わなければならない。もし最も大きなことについて、わずかな言葉で、できるかぎり速く語らなければならないのならね。
あなたは正しくおっしゃっていると思います、ソクラテス。ですが、まさに同じこれらのことを、さらにもっとはっきりと言うよう試みましょう。
それなら、公けの、誰にでも目につくことを考えるのが、きっといちばんやさしいのではないか。
どのようなことですか。
飢えは、きっと、解体であり、苦痛であるね。
そうです。
そして食べることは、再び満たすこととして生じるので、快楽だね。
そうです。
そしてまた、渇きは、消滅であり、苦痛であり、解体であって、乾いたものを再び満たす湿ったものの力は快楽だ。また、本性に反した分離と分解、つまり息苦しい暑さの受動的な状態は苦痛であり、本性に従って再び戻ることと冷やされることは快楽だ。
まったくそうです。
そして、寒さについては、生き物の湿り気が本性に反して凍ることは苦痛であり、再び同じところへ戻って分かれていくときの、本性に従った道は快楽だ。そして、ひとことで言えば、次のように言う言論が、君にとってほどほどのものかどうか考えてみたまえ。無限なものと限界から本性に従って生じた魂をもつ種類のもの、それを私は前に言っていたのだが、それが損なわれるときには、その損なわれることは苦痛であり、それ自身の存在への道、つまりこの再び戻っていくことは、すべてのものにとって快楽である、と。
そうだとしましょう。少なくとも何らかの輪郭はもっているように私には思われますから。
では、これを、これら二つの受動的な状態のそれぞれのうちにある、苦痛と快楽の一つの種類として立てようか。
そう置いておきましょう。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…