μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν· καὶ ἐγὼ ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο· εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει μισθὸν ὡς τίνι ὄντι; τί ἂν ἀπεκρίνω;— εἶπον ἄν, ἔφη, ὅτι ὡς ἰατρῷ. — ὡς τίς γενησόμενος; — ὡς ἰατρός, ἔφη.—εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο· τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ; τί ἂν ἀπεκρίνω;— εἶπον ἂν ὡς ἀγαλματοποιοῖς. — ὡς τίς δὲ γενησόμενος αὐτός; — δῆλον ὅτι ἀγαλματοποιός. —εἶεν, ἦν δʼ ἐγώ· παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο· εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν; τί ἂν αὐτῷ ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;— σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν ἄνδρα εἶναι, ἔφη.—ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;— μάλιστα. — εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο· αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωταγόραν; —καὶ ὃς εἶπεν ἐρυθριάσας—ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι— εἰ μέν τι τοῖς ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος. —σὺ δέ, ἦν δʼ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας σαυτὸν σοφιστὴν παρέχων;— νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ γε ἃ διανοοῦμαι χρὴ λέγειν. —ἀλλʼ ἄρα, ὦ Ἱππόκρατες, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μάθησιν ἔσεσθαι, ἀλλʼ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο καὶ κιθαριστοῦ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλʼ ἐπὶ παιδείᾳ, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει.— πάνυ μὲν οὖν μοι δοκεῖ, ἔφη, τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ Πρωταγόρου μάθησις. οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει; ἦν δʼ ἐγώ.— τοῦ πέρι; —ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρασχεῖν θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ· ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμʼ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτʼ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτʼ εἰ ἀγαθῷ οὔτʼ εἰ κακῷ πράγματι.— οἶμαί γʼ, ἔφη, εἰδέναι. —λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;— ἐγὼ μέν, ἦ δʼ ὅς, ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα. —οὐκοῦν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες· ἀλλʼ εἴ τις ἔροιτο ἡμᾶς, τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες, εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο ἔροιτο, ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν; τί ἂν ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης;— τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν; —ἴσως ἄν, ἦν δʼ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε· ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν· ὥσπερ ὁ κιθαριστὴς δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεως· ἦ γάρ;— ναί. —εἶεν· ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιεῖ λέγειν;— δῆλον ὅτι περὶ οὗπερ καὶ ἐπίστασθαι; —εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ;— μὰ Δίʼ, ἔφη, οὐκέτι ἔχω σοι λέγειν.
ソクラテスその後、私たちは立ち上がって中庭を歩き回った。そして私は、ヒッポクラテスの気概を試そうとして、彼を吟味し、尋ねてみた。「言ってくれたまえ、ヒッポクラテス」と私は言った、「君は今プロタゴラスのところへ行こうとしていて、自分のために謝礼として銀をあの人に払おうとしているが、どのような者のところへ行き、どのような者になるつもりでなのかね。たとえば、もし君が、自分と同じ名の、アスクレピオスの一族のコス島のヒッポクラテスのところへ行って、自分のために謝礼として銀をあの人に払おうと考えていたとして、誰かが君に尋ねたとしよう。『言ってくれたまえ、ヒッポクラテス、君はどのような者であるヒッポクラテスに謝礼を払おうとしているのかね』と。君は何と答えただろうか」。――「医者である者に、と言ったでしょう」と彼は言った。――「どのような者になるつもりで」。――「医者になるつもりで」と彼は言った。――「ではもし、アルゴスのポリュクレイトスかアテナイのペイディアスのところへ行って、自分のために謝礼をあの人たちに払おうと考えていたとして、誰かが君に尋ねたとしよう。『ポリュクレイトスとペイディアスがどのような者であるとして、君はこの銀を払うつもりなのかね』と。君は何と答えただろうか」。――「彫像を作る者であるとして、と言ったでしょう」。――「では自分自身はどのような者になるつもりで」。――「明らかに、彫像を作る者に」。――「よろしい」と私は言った。「では今、私と君とはプロタゴラスのところへ行って、君のために謝礼として銀をあの人に払う用意があるだろう。私たちの財産で足りて、それであの人を説得できるならね。そうでなければ、友人たちのものまでつぎ込んで。そこで、もし誰かが、このことにこれほど熱心な私たちに、こう尋ねたとしよう。『言ってくれたまえ、ソクラテスとヒッポクラテス、君たちは、プロタゴラスがどのような者であるとして、金を払うつもりなのかね』と。私たちはその人に何と答えるだろうか。プロタゴラスについて言われるほかの名前を、私たちは何と聞いているだろうか。ペイディアスについては彫像を作る者、ホメロスについては詩人と〔聞いている〕ように、プロタゴラスについてはそのような何を聞いているだろうか」。――「たしかに、ソクラテス、人々はあの人をソフィストと名づけています」と彼は言った。――「では私たちは、ソフィストであるとして、金を払いに行くのだね」。――「まさにそうです」。――「では、誰かが君にさらにこう尋ねたとしよう。『では君自身は、どのような者になるつもりで、プロタゴラスのところへ行くのかね』」。――すると彼は顔を赤らめて言った――もう日の光が少し差しはじめていたので、彼の様子がはっきり見えたのだ――。「もし前のものと何か似ているなら、明らかに、ソフィストになるつもりで、です」。――「だが君は」と私は言った、「神々にかけて、ギリシア人たちの前に自分をソフィストとして示したら、恥ずかしくはないかね」。――「ゼウスにかけて、恥ずかしいです、ソクラテス、もし考えていることを言わねばならないのなら」。――「だが、ヒッポクラテス、もしかして君は、プロタゴラスのもとでの学びがそのようなものになるとは思っていないのではないかね。むしろ、読み書きの先生や竪琴の先生や体育の先生のもとでの学びのようなものになると。というのも、君はそれらのそれぞれを、職人になるつもりで技術のために学んだのではなく、私人であり自由人である者にふさわしいように、教養のために学んだのだから」。――「まったく、プロタゴラスのもとでの学びは、むしろそのようなものだと私には思われます」と彼は言った。「では、君は今自分が何をしようとしているのか知っているかね、それとも気づいていないのかね」と私は言った。――「何についてですか」。――「君は自分自身の魂を、君の言うところのソフィストである男に、世話させようとしているということだ。だが、ソフィストとはいったい何であるのかを、君が知っているとしたら、私は驚くだろう。しかも、もし君がそれを知らないなら、君は自分が魂を誰に引き渡すのか、それが善いものにか悪いものにかさえ知らないのだ」。――「知っていると思います」と彼は言った。――「では言ってくれたまえ、君はソフィストを何だと思うのかね」。――「私は」と彼は言った、「その名前が言うとおり、その人は知恵あることどもに通じている者だと思います」。――「それなら」と私は言った、「そのことは、画家についても大工についても言うことができる。この人たちは知恵あることどもに通じている者だ、と。だがもし誰かが私たちに、画家たちは知恵あることどものうちの何に通じているのかと尋ねたら、私たちはきっとその人に、似像を作り上げることにかかわることどもに、と言うだろう。そしてほかのものも同じように。だがもし誰かがこう尋ねたら、『では、ソフィストは知恵あることどものうちの何に〔通じているのか〕』と。私たちはその人に何と答えるだろうか。どのような仕事の監督者なのか、と」。――「ソクラテス、語ることに腕の立つ者にすることの監督者である、ということ以外に、何と言えましょう」。――「おそらく」と私は言った、「私たちは本当のことを言うことになるだろうが、十分にではない。というのも、その答えはまだ問いを必要とするのだから。ソフィストは何について語ることに腕の立つ者にするのか、と。ちょうど竪琴弾きが、自分が通じていることについて、すなわち竪琴を弾くことについて、きっと語ることに腕の立つ者にするように。そうだね」。――「はい」。――「よろしい。では、ソフィストは何について語ることに腕の立つ者にするのかね」。――「明らかに、知ることにもかかわる事柄についてでしょう」。――「もっともだ。では、ソフィスト自身が通じていて、弟子にも〔通じさせる〕その事柄とは、いったい何なのかね」。――「ゼウスにかけて」と彼は言った、「もうあなたに言うことができません」。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…