ἡμεῖς οὖν ὡς εἰσήλθομεν, ἔτι σμίκρʼ ἄττα διατρίψαντες καὶ ταῦτα διαθεασάμενοι προσῇμεν πρὸς τὸν Πρωταγόραν, καὶ ἐγὼ εἶπον· ὦ Πρωταγόρα, πρὸς σέ τοι ἤλθομεν ἐγώ τε καὶ Ἱπποκράτης οὗτος. πότερον, ἔφη, μόνῳ βουλόμενοι διαλεχθῆναι ἢ καὶ μετὰ τῶν ἄλλων; ἡμῖν μέν, ἦν δʼ ἐγώ, οὐδὲν διαφέρει· ἀκούσας δὲ οὗ ἕνεκα ἤλθομεν, αὐτὸς σκέψαι. τί οὖν δή ἐστιν, ἔφη, οὗ ἕνεκα ἥκετε; Ἱπποκράτης ὅδε ἐστὶν μὲν τῶν ἐπιχωρίων, Ἀπολλοδώρου ὑός, οἰκίας μεγάλης τε καὶ εὐδαίμονος, αὐτὸς δὲ τὴν φύσιν δοκεῖ ἐνάμιλλος εἶναι τοῖς ἡλικιώταις. ἐπιθυμεῖν δέ μοι δοκεῖ ἐλλόγιμος γενέσθαι ἐν τῇ πόλει, τοῦτο δὲ οἴεταί οἱ μάλιστʼ ἂν γενέσθαι, εἰ σοὶ συγγένοιτο· ταῦτʼ οὖν ἤδη σὺ σκόπει, πότερον περὶ αὐτῶν μόνος οἴει δεῖν διαλέγεσθαι πρὸς μόνους, ἢ μετʼ ἄλλων. ὀρθῶς, ἔφη, προμηθῇ, ὦ Σώκρατες, ὑπὲρ ἐμοῦ. ξένον γὰρ ἄνδρα καὶ ἰόντα εἰς πόλεις μεγάλας, καὶ ἐν ταύταις πείθοντα τῶν νέων τοὺς βελτίστους ἀπολείποντας τὰς τῶν ἄλλων συνουσίας, καὶ οἰκείων καὶ ὀθνείων, καὶ πρεσβυτέρων καὶ νεωτέρων, ἑαυτῷ συνεῖναι ὡς βελτίους ἐσομένους διὰ τὴν ἑαυτοῦ συνουσίαν, χρὴ εὐλαβεῖσθαι τὸν ταῦτα πράττοντα· οὐ γὰρ σμικροὶ περὶ αὐτὰ φθόνοι τε γίγνονται καὶ ἄλλαι δυσμένειαί τε καὶ ἐπιβουλαί. ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν, φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς, πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν, οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον· ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς· μουσικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολλοί. οὗτοι πάντες, ὥσπερ λέγω, φοβηθέντες τὸν φθόνον ταῖς τέχναις ταύταις παραπετάσμασιν ἐχρήσαντο. ἐγὼ δὲ τούτοις ἅπασιν κατὰ τοῦτο εἶναι οὐ συμφέρομαι· ἡγοῦμαι γὰρ αὐτοὺς οὔ τι διαπράξασθαι ὃ ἐβουλήθησαν—οὐ γὰρ λαθεῖν τῶν ἀνθρώπων τοὺς δυναμένους ἐν ταῖς πόλεσι πράττειν, ὧνπερ ἕνεκα ταῦτʼ ἐστὶν τὰ προσχήματα· ἐπεὶ οἵ γε πολλοὶ ὡς ἔπος εἰπεῖν οὐδὲν αἰσθάνονται, ἀλλʼ ἅττʼ ἂν οὗτοι διαγγέλλωσι, ταῦτα ὑμνοῦσιν—τὸ οὖν ἀποδιδράσκοντα μὴ δύνασθαι ἀποδρᾶναι, ἀλλὰ καταφανῆ εἶναι, πολλὴ μωρία καὶ τοῦ ἐπιχειρήματος, καὶ πολὺ δυσμενεστέρους παρέχεσθαι ἀνάγκη τοὺς ἀνθρώπους· ἡγοῦνται γὰρ τὸν τοιοῦτον πρὸς τοῖς ἄλλοις καὶ πανοῦργον εἶναι. ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους, καὶ εὐλάβειαν ταύτην οἶμαι βελτίω ἐκείνης εἶναι, τὸ ὁμολογεῖν μᾶλλον ἢ ἔξαρνον εἶναι· καὶ ἄλλας πρὸς ταύτῃ ἔσκεμμαι, ὥστε, σὺν θεῷ εἰπεῖν, μηδὲν δεινὸν πάσχειν διὰ τὸ ὁμολογεῖν σοφιστὴς εἶναι. καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τῇ τέχνῃ· καὶ γὰρ καὶ τὰ σύμπαντα πολλά μοί ἐστιν— οὐδενὸς ὅτου οὐ πάντων ἂν ὑμῶν καθʼ ἡλικίαν πατὴρ εἴην —ὥστε πολύ μοι ἥδιστόν ἐστιν, εἴ τι βούλεσθε, περὶ τούτων ἁπάντων ἐναντίον τῶν ἔνδον ὄντων τὸν λόγον ποιεῖσθαι. καὶ ἐγώ—ὑπώπτευσα γὰρ βούλεσθαι αὐτὸν τῷ τε Προδίκῳ καὶ τῷ Ἱππίᾳ ἐνδείξασθαι καὶ καλλωπίσασθαι ὅτι ἐρασταὶ αὐτοῦ ἀφιγμένοι εἶμεν— τί οὖν, ἔφην ἐγώ, οὐ καὶ Πρόδικον καὶ Ἱππίαν ἐκαλέσαμεν καὶ τοὺς μετʼ αὐτῶν, ἵνα ἐπακούσωσιν ἡμῶν; πάνυ μὲν οὖν, ἔφη ὁ Πρωταγόρας. βούλεσθε οὖν, ὁ Καλλίας ἔφη, συνέδριον κατασκευάσωμεν, ἵνα καθεζόμενοι διαλέγησθε; ἐδόκει χρῆναι· ἅσμενοι δὲ πάντες ἡμεῖς, ὡς ἀκουσόμενοι ἀνδρῶν σοφῶν, καὶ αὐτοί τε ἀντιλαβόμενοι τῶν βάθρων καὶ τῶν κλινῶν κατεσκευάζομεν παρὰ τῷ Ἱππίᾳ—ἐκεῖ γὰρ προϋπῆρχε τὰ βάθρα—ἐν δὲ τούτῳ Καλλίας τε καὶ Ἀλκιβιάδης ἡκέτην ἄγοντε τὸν Πρόδικον, ἀναστήσαντες ἐκ τῆς κλίνης, καὶ τοὺς μετὰ τοῦ Προδίκου.
さて私たちは、入ってから、なおしばらく時を過ごし、これらのことを見てまわったうえで、プロタゴラスのところへ進み寄った。そして私は言った。「プロタゴラス、あなたのところへ、私とこのヒッポクラテスとはやって来たのだ」。「それは」と彼は言った、「私とだけ問答したいと思ってのことかね、それともほかの人たちとも一緒にかね」。「私たちにとっては」と私は言った、「何の違いもない。だが、私たちが何のために来たのかを聞いたうえで、あなた自身が考えてくれたまえ」。「では、いったい何のために来たのかね」と彼は言った。「ここにいるヒッポクラテスは、この土地の者で、アポロドロスの息子であり、大きく富裕な家の出だ。そして彼自身は、生まれつきの資質の点で、同じ年ごろの者たちと張り合えると思われている。そして彼は、国において名の知られた者になることを望んでいるように私には思われる。そして、もしあなたと交わるなら、それが何よりも自分に実現するだろうと考えているのだ。そこで今度はあなたが、これらのことについて、ひとりで私たちだけと問答しなければならないと思うか、それともほかの人たちと一緒にかを考えてくれたまえ」。「ソクラテス」と彼は言った、「私のために、正しく先を見て配慮してくれている。というのも、外国人でありながら大きな国々へ行き、そこで若者たちのうちの最もすぐれた者たちに、ほかの人たちとの交わり――身内の者であれよその者であれ、年長の者であれ年少の者であれ――を捨てて、自分との交わりによってよりすぐれた者になれるとして自分と交わるよう説得する、そのようなことをする者は用心しなければならないのだから。というのも、それについては、小さくない妬みや、ほかの敵意やたくらみが生じるのだからね。さて私は、ソフィストの技術は古いものだと言うのだ。ただ、昔の人たちのうちでそれを扱っていた者たちは、その厄介さを恐れて、隠れみのを作り、それで覆い隠していたのだ。ある者たちは詩作を、たとえばホメロスやヘシオドスやシモニデスのようにね。またある者たちは秘儀や神託の歌を、オルペウスやムサイオスのまわりの人たちのようにね。またある者たちは、私の気づいたところでは、体育をも隠れみのにしていた。たとえばタラスのイッコスや、今もなお生きていて誰にも劣らぬソフィストである、セリュンブリアの、もとはメガラのヘロディコスのようにね。音楽を隠れみのにしたのは、君たちのところのアガトクレスで、彼は偉大なソフィストだった。またケオスのピュトクレイデスや、ほかの多くの人たちもそうだ。これらの人たちは皆、私の言うように、妬みを恐れて、これらの技術を幕として用いたのだ。けれども私は、この点で、これらの人たち全員と同意見ではない。というのも、彼らは自分たちが望んだことを少しも成し遂げなかったと私は考えるのだ。――というのも、彼らは、国々で事を行なう力のある人たちには気づかれずにはいなかったのだから。まさにその人たちのために、これらの隠れみのはあるのだが。というのも、多くの人たちは、いわば何も気づかず、この人たちが言いふらすことを、そのまま褒めそやすのだから――。そこで、逃げようとしながら逃げおおせることができず、見えてしまうというのは、その企ての大きな愚かさであり、人々をはるかに敵意あるものにすることが必然なのだ。というのも、人々は、そのような者は、ほかのことに加えて、悪党でもあると考えるのだから。そこで私は、これらの人たちとはまったく反対の道を歩んできたのだ。そして、自分がソフィストであり、人々を教育していることを認めている。そして、この用心のほうが、あの用心よりもすぐれていると思っている。否定するよりも認めるほうがね。そして、これに加えて、ほかの用心も考えてきた。その結果、神のおかげで言えば、ソフィストであると認めているために何も恐ろしい目にはあっていないのだ。しかも、私はもう多くの年月をこの技術のうちで過ごしてきた。じっさい、私の年齢はすべてを合わせれば多いのだから――君たちのうちの誰に対しても、年齢からすれば父親であってもおかしくないほどにね――。だから、もし君たちが何か望むなら、これらすべてのことについて、中にいる人たちの前で話をするのが、私にとってははるかに最も快いのだ」。そこで私は――というのも、彼がプロディコスとヒッピアスに見せつけ、自分を恋する者たちとして私たちがやって来たことを誇りたいのだろうと疑ったので――言った。「では、プロディコスとヒッピアスと、その仲間の人たちも呼んで、私たちの話を聞いてもらってはどうだろう」。「ぜひそうしよう」とプロタゴラスは言った。「それでは」とカリアスが言った、「座って問答できるように、座席を用意しようか」。そうすべきだと思われた。そして私たちは皆、知恵ある人たちの話を聞けるというので喜んで、自分たちでも腰掛けや寝椅子をつかんで、ヒッピアスのそばにしつらえた――そこには先に腰掛けがあったので――。そうしているうちに、カリアスとアルキビアデスとが、プロディコスを寝椅子から起こして、プロディコスの仲間たちと一緒に連れて来た。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…