INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>プロタゴラス>第3部 徳は一つか――長い話と短い話(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第2部 徳は教えられるか――プロタゴラスの大演説目次へ戻る次へ →第4部 シモニデスの詩をめぐって

PLATO · PROTAGORAS · 328d–338e

第3部 徳は一つか――長い話と短い話

Part III — Is Virtue One? Long Speeches and Short Answers
Stephanus 328d–338e全 6 区分日希逐語訳

プロタゴラスの大演説に魅了されたソクラテスは、正義・節制・敬虔は一つの徳の部分なのか、同じ一つのものの名前なのかと問う。プロタゴラスが「顔の部分のように」別々のものだと答えると、ソクラテスは正義と敬虔、知恵と節制が互いに重なることを示していくが、善の多様さを長々と語り始めたプロタゴラスに、短く答えてほしいと求める。話がこじれて立ち去りかけたソクラテスをカリアスが引き止め、アルキビアデス・クリティアス・プロディコス・ヒッピアスがそれぞれに仲裁して、問う側と答える側を交代することで話がまとまる。

ひと目でわかる超要約プロタゴラス(第3部)の要点

プロタゴラスの大演説に魅了されたソクラテスは、正義・節制・敬虔は一つの徳の部分なのか、同じ一つのものの名前なのかと問う。プロタゴラスが「顔の部分のように」別々のものだと答えると、ソクラテスは正義と敬虔、知恵と節制が互いに重なることを示していくが、善の多様さを長々と語り始めたプロタゴラスに、短く答えてほしいと求める。話がこじれて立ち去りかけたソクラテスをカリアスが引き止め、アルキビアデス・クリティアス・プロディコス・ヒッピアスがそれぞれに仲裁して、問う側と答える側を交代することで話がまとまる。

解説・位置づけこの箇所の背景と読みどころ

ソクラテスが「正義・節制・敬虔・知恵・勇気は一つの徳の呼び名か、別々の部分か」を短い問答で問い詰め、正義と敬虔の同一性、無思慮と節制の反対関係から徳の同一性を迫る。長広舌と短問答の方法をめぐり対話が中断しかけるが、居合わせた人々の仲裁で再開する。(『プロタゴラス』全体の位置づけ:大ソフィストのプロタゴラスらが集う富豪カリアスの邸宅を舞台に、「徳は教えられるか」「知恵・節制・勇気・正義・敬虔という徳は別々の部分か、すべて知識という一つのものか」をめぐり、ソクラテスとプロタゴラスが白熱の議論を繰り広げる華やかな対話篇。)

重要語句・哲学概念の読み方

プロメテウスの神話(技術知と政治的徳)
プロtagorasが語った人類起源神話。プロメテウスが盗んだ「火と職人の技術知」だけでは人間は猛獣や互いの不正で滅びかけたため、ゼウスがヘルメスを遣わし、専門技術とは異なり「慎みと正義(政治的徳)」を全人類に等しく配分した。
徳の単一性(金の断片か、顔の部分か)
正義・節制・敬虔・知恵・勇気という五つの徳は、目・鼻・口のように機能も性質も異なる「顔の部分」なのか、それとも大きさだけが異なる「金の断片」のように本質的に一つの「知恵(知識)」なのかという根本問題。
快楽に負けること(アクラシア)の否定と測定術
「善いと知りながら快楽に負けて悪を行う」という世間の常識を退け、近くの快楽が大きく遠くの苦痛が小さく見える錯覚を正す「測定の技術と知識」さえあれば、知が情念に引きずり回されることはないとするソクラテスの主知主義。
表示:

目次

  1. 徳は一つのものか、部分からなるのか328d–330b
  2. 正義は正しく、敬虔は敬虔か330b–332a
  3. 一つのものには一つの反対――知恵と節制332a–333b
  4. 不正をはたらく者は節制しているか――善の多様さ333b–334c
  5. 長い話と短い話――立ち去ろうとするソクラテス334c–336b
  6. アルキビアデス、クリティアス、プロディコス、ヒッピアスの仲裁336b–338e

徳は一つのものか、部分からなるのか328d–330b

328d

Πρωταγόρας μὲν τοσαῦτα καὶ τοιαῦτα ἐπιδειξάμενος ἀπεπαύσατο τοῦ λόγου. καὶ ἐγὼ ἐπὶ μὲν πολὺν χρόνον κεκηλημένος ἔτι πρὸς αὐτὸν ἔβλεπον ὡς ἐροῦντά τι, ἐπιθυμῶν ἀκούειν· ἐπεὶ δὲ δὴ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, μόγις πως ἐμαυτὸν ὡσπερεὶ συναγείρας εἶπον, βλέψας πρὸς τὸν Ἱπποκράτη· ὦ παῖ Ἀπολλοδώρου, ὡς χάριν σοι ἔχω ὅτι προύτρεψάς με ὧδε ἀφικέσθαι· πολλοῦ γὰρ ποιοῦμαι ἀκηκοέναι ἃ ἀκήκοα Πρωταγόρου. ἐγὼ γὰρ ἐν μὲν τῷ ἔμπροσθεν χρόνῳ ἡγούμην οὐκ εἶναι ἀνθρωπίνην ἐπιμέλειαν ᾗ ἀγαθοὶ οἱ ἀγαθοὶ γίγνονται· νῦν δὲ πέπεισμαι. πλὴν σμικρόν τί μοι ἐμποδών, ὃ δῆλον ὅτι Πρωταγόρας ῥᾳδίως ἐπεκδιδάξει, ἐπειδὴ καὶ τὰ πολλὰ ταῦτα ἐξεδίδαξεν. καὶ γὰρ εἰ μέν τις περὶ αὐτῶν τούτων συγγένοιτο ὁτῳοῦν τῶν δημηγόρων, τάχʼ ἂν καὶ τοιούτους λόγους ἀκούσειεν ἢ Περικλέους ἢ ἄλλου τινὸς τῶν ἱκανῶν εἰπεῖν· εἰ δὲ ἐπανέροιτό τινά τι, ὥσπερ βιβλία οὐδὲν ἔχουσιν οὔτε ἀποκρίνασθαι οὔτε αὐτοὶ ἐρέσθαι, ἀλλʼ ἐάν τις καὶ σμικρὸν ἐπερωτήσῃ τι τῶν ῥηθέντων, ὥσπερ τὰ χαλκία πληγέντα μακρὸν ἠχεῖ καὶ ἀποτείνει ἐὰν μὴ ἐπιλάβηταί τις, καὶ οἱ ῥήτορες οὕτω, σμικρὰ ἐρωτηθέντες δόλιχον κατατείνουσι τοῦ λόγου. Πρωταγόρας δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, ὡς αὐτὰ δηλοῖ, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρόμενος περιμεῖναί τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευασμένα. νῦν οὖν, ὦ Πρωταγόρα, σμικροῦ τινος ἐνδεής εἰμι πάντʼ ἔχειν, εἴ μοι ἀποκρίναιο τόδε. τὴν ἀρετὴν φῂς διδακτὸν εἶναι, καὶ ἐγὼ εἴπερ ἄλλῳ τῳ ἀνθρώπων πειθοίμην ἄν, καὶ σοὶ πείθομαι· ὃ δʼ ἐθαύμασά σου λέγοντος, τοῦτό μοι ἐν τῇ ψυχῇ ἀποπλήρωσον. ἔλεγες γὰρ ὅτι ὁ Ζεὺς τὴν δικαιοσύνην καὶ τὴν αἰδῶ πέμψειε τοῖς ἀνθρώποις, καὶ αὖ πολλαχοῦ ἐν τοῖς λόγοις ἐλέγετο ὑπὸ σοῦ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης καὶ πάντα ταῦτα ὡς ἕν τι εἴη συλλήβδην, ἀρετή· ταῦτʼ οὖν αὐτὰ δίελθέ μοι ἀκριβῶς τῷ λόγῳ, πότερον ἓν μέν τί ἐστιν ἡ ἀρετή, μόρια δὲ αὐτῆς ἐστιν ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης, ἢ ταῦτʼ ἐστὶν ἃ νυνδὴ ἐγὼ ἔλεγον πάντα ὀνόματα τοῦ αὐτοῦ ἑνὸς ὄντος. τοῦτʼ ἐστὶν ὃ ἔτι ἐπιποθῶ. ἀλλὰ ῥᾴδιον τοῦτό γʼ, ἔφη, ὦ Σώκρατες, ἀποκρίνασθαι, ὅτι ἑνὸς ὄντος τῆς ἀρετῆς μόριά ἐστιν ἃ ἐρωτᾷς. —πότερον, ἔφην, ὥσπερ προσώπου τὰ μόρια μόριά ἐστιν, στόμα τε καὶ ῥὶς καὶ ὀφθαλμοὶ καὶ ὦτα, ἢ ὥσπερ τὰ τοῦ χρυσοῦ μόρια οὐδὲν διαφέρει τὰ ἕτερα τῶν ἑτέρων, ἀλλήλων καὶ τοῦ ὅλου, ἀλλʼ ἢ μεγέθει καὶ σμικρότητι;— ἐκείνως μοι φαίνεται, ὦ Σώκρατες, ὥσπερ τὰ τοῦ προσώπου μόρια ἔχει πρὸς τὸ ὅλον πρόσωπον. —πότερον οὖν, ἦν δʼ ἐγώ, καὶ μεταλαμβάνουσιν οἱ ἄνθρωποι τούτων τῶν τῆς ἀρετῆς μορίων οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο, ἢ ἀνάγκη, ἐάνπερ τις ἓν λάβῃ, ἅπαντα ἔχειν;— οὐδαμῶς, ἔφη, ἐπεὶ πολλοὶ ἀνδρεῖοί εἰσιν, ἄδικοι δέ, καὶ δίκαιοι αὖ, σοφοὶ δὲ οὔ. — ἔστιν γὰρ οὖν καὶ ταῦτα μόρια τῆς ἀρετῆς, ἔφην ἐγώ, σοφία τε καὶ ἀνδρεία;— πάντων μάλιστα δήπου, ἔφη· καὶ μέγιστόν γε ἡ σοφία τῶν μορίων. —ἕκαστον δὲ αὐτῶν ἐστιν, ἦν δʼ ἐγώ, ἄλλο, τὸ δὲ ἄλλο;— ναί. —ἦ καὶ δύναμιν αὐτῶν ἕκαστον ἰδίαν ἔχει; ὥσπερ τὰ τοῦ προσώπου, οὐκ ἔστιν ὀφθαλμὸς οἷον τὰ ὦτα, οὐδʼ ἡ δύναμις αὐτοῦ ἡ αὐτή· οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν οἷον τὸ ἕτερον οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὰ ἄλλα· ἆρʼ οὖν οὕτω καὶ τὰ τῆς ἀρετῆς μόρια οὐκ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον, οὔτε αὐτὸ οὔτε ἡ δύναμις αὐτοῦ; ἢ δῆλα δὴ ὅτι οὕτως ἔχει, εἴπερ τῷ παραδείγματί γε ἔοικε;— ἀλλʼ οὕτως, ἔφη, ἔχει, ὦ Σώκρατες.

ソクラテス

プロタゴラスは、これほどのこと、またこのようなことを披露して、話をやめた。そして私は、長いあいだ、なおも魅了されたまま、彼が何かを言うだろうと思って彼のほうを見ていた。聞きたいと切望していたのだ。だが、本当に彼がやめてしまったと気づいたとき、私はやっとのことで、いわば自分自身をかき集めるようにして、ヒッポクラテスのほうを見て言った。「アポロドロスの子よ、ここへ来るよう私を促してくれたことを、君にどれほど感謝していることか。というのも、プロタゴラスから聞いたことを聞けたのは、私にとって大きな価値があるのだから。じっさい私は、以前には、善い人たちが善い者となるのは人間の配慮によるのではないと考えていたが、今は説得されたのだ。ただ、ちょっとしたことが私には妨げになっているが、それは明らかに、プロタゴラスがたやすく追加して教えてくれるだろう。これほど多くのことを教えてくれたのだからね。じっさい、もし誰かが、まさにこれらのことについて、民会で演説する人たちの誰とでも一緒になるならば、ペリクレスからであれ、ほかの話すことに有能な誰かからであれ、こうした話を聞くこともおそらくあるだろう。だが、もし誰かに何かを尋ね返すならば、彼らは書物のように、答えることも自分から尋ねることもできない。それどころか、言われたことのうちのほんのささいなことでも誰かが尋ねると、ちょうど青銅の器が打たれると、誰かが手でつかまないかぎり長く鳴り響いて余韻を引き延ばすように、弁論家たちもそうで、ささいなことを尋ねられても、長距離走のように話を引き延ばすのだ。ところが、ここにいるプロタゴラスは、長くて立派な話をすることにも有能だが――それは今のことが示しているとおりだ――、尋ねられれば短く答えることにも有能であり、また自分が尋ねたときには、待って答えを受けとることにも有能なのだ。これは、わずかな人にしか備わっていないことだ。そこで今、プロタゴラス、もし君が私に次のことを答えてくれるなら、私はすべてをもつのにわずかなものが欠けているだけなのだ。君は、徳は教えられうるものだと言う。そして私は、もしほかの人間の誰かに説得されるとしたら、君にも説得される。だが、君が語っているときに私が不思議に思ったこと、それを私の魂のうちで満たしてくれたまえ。というのも、君は、ゼウスが正義と慎みを人間たちに送ったと言っていたし、また話のいたるところで、正義と節制と敬虔とそのすべてが、まとめて何か一つのもの、すなわち徳であるかのように、君によって言われていた。そこで、まさにこれらのことを、私のために言論によって厳密に詳しく述べてくれたまえ。徳は何か一つのものであって、正義と節制と敬虔はその部分なのか、それとも、今しがた私が言っていたこれらはすべて、同じ一つのものの名前なのか。これが、私がなおも求めていることなのだ」。「いや、それは答えるのはたやすいことだ、ソクラテス」と彼は言った。「徳が一つのものであって、君が尋ねているものはその部分なのだ」。――「それは」と私は言った、「顔の部分が部分であるように、すなわち口や鼻や目や耳のようにか、それとも、金の部分のように、それらが互いにも全体とも、大きさと小ささのほかは何ら違わないようにか」。――「あちらのように私には見える、ソクラテス。顔の部分が顔全体に対してあるようにね」。――「それでは」と私は言った、「人間たちは、徳のこれらの部分を、ある者はあるものを、ある者は別のものを分けもつのか、それとも、もし人が一つを得れば、すべてをもつことが必然なのか」。――「決してそうではない」と彼は言った。「多くの者が勇気はあるが不正であり、また正しいが知恵はないのだから」。――「それでは、これら、すなわち知恵と勇気もまた、徳の部分なのか」と私は言った。――「もちろん何にもまして」と彼は言った。「そして知恵は部分のうちで最も大きなものだ」。――「そしてそれらのそれぞれは」と私は言った、「一つは別のもの、もう一つはまた別のものなのか」。――「そうだ」。――「では、それらのそれぞれは、固有の力ももっているのか。ちょうど顔の部分のように。目は耳のようではなく、その力も同じではない。ほかのどれも、力においてもほかの点においても、もう一方のようではない。それでは、徳の部分もまたそのように、一方はもう一方のようではないのか、それ自体もその力も。それとも、少なくとも手本に似ているのだとすれば、そうであるのは明らかではないか」。――「いや、そのとおりだ、ソクラテス」と彼は言った。

正義は正しく、敬虔は敬虔か330b–332a

330b

καὶ ἐγὼ εἶπον· οὐδὲν ἄρα ἐστὶν τῶν τῆς ἀρετῆς μορίων ἄλλο οἷον ἐπιστήμη, οὐδʼ οἷον δικαιοσύνη, οὐδʼ οἷον ἀνδρεία, οὐδʼ οἷον σωφροσύνη, οὐδʼ οἷον ὁσιότης.—οὐκ ἔφη.—φέρε δή, ἔφην ἐγώ, κοινῇ σκεψώμεθα ποῖόν τι αὐτῶν ἐστιν ἕκαστον. πρῶτον μὲν τὸ τοιόνδε· ἡ δικαιοσύνη πρᾶγμά τί ἐστιν ἢ οὐδὲν πρᾶγμα; ἐμοὶ μὲν γὰρ δοκεῖ· τί δὲ σοί;— κἀμοί, ἔφη.—τί οὖν; εἴ τις ἔροιτο ἐμέ τε καὶ σέ· ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἴπετον δή μοι, τοῦτο τὸ πρᾶγμα ὃ ὠνομάσατε ἄρτι, ἡ δικαιοσύνη, αὐτὸ τοῦτο δίκαιόν ἐστιν ἢ ἄδικον; ἐγὼ μὲν ἂν αὐτῷ ἀποκριναίμην ὅτι δίκαιον· σὺ δὲ τίνʼ ἂν ψῆφον θεῖο; τὴν αὐτὴν ἐμοὶ ἢ ἄλλην;— τὴν αὐτήν, ἔφη.—ἔστιν ἄρα τοιοῦτον ἡ δικαιοσύνη οἷον δίκαιον εἶναι, φαίην ἂν ἔγωγε ἀποκρινόμενος τῷ ἐρωτῶντι· οὐκοῦν καὶ σύ;— ναί, ἔφη.—εἰ οὖν μετὰ τοῦτο ἡμᾶς ἔροιτο· οὐκοῦν καὶ ὁσιότητά τινά φατε εἶναι; φαῖμεν ἄν, ὡς ἐγᾦμαι. —ναί, ἦ δʼ ὅς.— οὐκοῦν φατε καὶ τοῦτο πρᾶγμά τι εἶναι; φαῖμεν ἄν· ἢ οὔ;—καὶ τοῦτο συνέφη.— πότερον δὲ τοῦτο αὐτὸ τὸ πρᾶγμά φατε τοιοῦτον πεφυκέναι οἷον ἀνόσιον εἶναι ἢ οἷον ὅσιον; ἀγανακτήσαιμʼ ἂν ἔγωγʼ, ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμʼ ἄν· εὐφήμει, ὦ ἄνθρωπε· σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται. τί δὲ σύ; οὐχ οὕτως ἂν ἀποκρίναιο;— πάνυ μὲν οὖν, ἔφη. εἰ οὖν μετὰ τοῦτο εἴποι ἐρωτῶν ἡμᾶς· πῶς οὖν ὀλίγον πρότερον ἐλέγετε; ἆρʼ οὐκ ὀρθῶς ὑμῶν κατήκουσα; ἐδόξατέ μοι φάναι τὰ τῆς ἀρετῆς μόρια εἶναι οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς οὐκ εἶναι τὸ ἕτερον αὐτῶν οἷον τὸ ἕτερον· εἴποιμʼ ἂν ἔγωγε ὅτι τὰ μὲν ἄλλα ὀρθῶς ἤκουσας, ὅτι δὲ καὶ ἐμὲ οἴει εἰπεῖν τοῦτο, παρήκουσας· Πρωταγόρας γὰρ ὅδε ταῦτα ἀπεκρίνατο, ἐγὼ δὲ ἠρώτων. εἰ οὖν εἴποι· ἀληθῆ ὅδε λέγει, ὦ Πρωταγόρα; σὺ φῂς οὐκ εἶναι τὸ ἕτερον μόριον οἷον τὸ ἕτερον τῶν τῆς ἀρετῆς; σὸς οὗτος ὁ λόγος ἐστίν; τί ἂν αὐτῷ ἀποκρίναιο;— ἀνάγκη, ἔφη, ὦ Σώκρατες, ὁμολογεῖν. τί οὖν, ὦ Πρωταγόρα, ἀποκρινούμεθα αὐτῷ, ταῦτα ὁμολογήσαντες, ἐὰν ἡμᾶς ἐπανέρηται· οὐκ ἄρα ἐστὶν ὁσιότης οἷον δίκαιον εἶναι πρᾶγμα, οὐδὲ δικαιοσύνη οἷον ὅσιον ἀλλʼ οἷον μὴ ὅσιον· ἡ δʼ ὁσιότης οἷον μὴ δίκαιον, ἀλλʼ ἄδικον ἄρα, τὸ δὲ ἀνόσιον; τί αὐτῷ ἀποκρινούμεθα; ἐγὼ μὲν γὰρ αὐτὸς ὑπέρ γε ἐμαυτοῦ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον· καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης, ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γʼ ἐστιν δικαιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων ἥ τε δικαιοσύνη οἷον ὁσιότης καὶ ἡ ὁσιότης οἷον δικαιοσύνη. ἀλλʼ ὅρα εἰ διακωλύεις ἀποκρίνεσθαι, ἢ καὶ σοὶ συνδοκεῖ οὕτως.— οὐ πάνυ μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, οὕτως ἁπλοῦν εἶναι, ὥστε συγχωρῆσαι τήν τε δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον, ἀλλά τί μοι δοκεῖ ἐν αὐτῷ διάφορον εἶναι. ἀλλὰ τί τοῦτο διαφέρει; ἔφη· εἰ γὰρ βούλει, ἔστω ἡμῖν καὶ δικαιοσύνη ὅσιον καὶ ὁσιότης δίκαιον. —μή μοι, ἦν δʼ ἐγώ· οὐδὲν γὰρ δέομαι τὸ εἰ βούλει τοῦτο καὶ εἴ σοι δοκεῖ ἐλέγχεσθαι, ἀλλʼ ἐμέ τε καὶ σέ· τὸ δʼ ἐμέ τε καὶ σέ τοῦτο λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστʼ ἂν ἐλέγχεσθαι, εἴ τις τὸ εἴ ἀφέλοι αὐτοῦ.— ἀλλὰ μέντοι, ἦ δʼ ὅς, προσέοικέν τι δικαιοσύνη ὁσιότητι· καὶ γὰρ ὁτιοῦν ὁτῳοῦν ἁμῇ γέ πῃ προσέοικεν. τὸ γὰρ λευκὸν τῷ μέλανι ἔστιν ὅπῃ προσέοικεν, καὶ τὸ σκληρὸν τῷ μαλακῷ, καὶ τἆλλα ἃ δοκεῖ ἐναντιώτατα εἶναι ἀλλήλοις· καὶ ἃ τότε ἔφαμεν ἄλλην δύναμιν ἔχειν καὶ οὐκ εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, τὰ τοῦ προσώπου μόρια, ἁμῇ γέ πῃ προσέοικεν καὶ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον. ὥστε τούτῳ γε τῷ τρόπῳ κἂν ταῦτα ἐλέγχοις, εἰ βούλοιο, ὡς ἅπαντά ἐστιν ὅμοια ἀλλήλοις. ἀλλʼ οὐχὶ τὰ ὅμοιόν τι ἔχοντα ὅμοια δίκαιον καλεῖν, οὐδὲ τὰ ἀνόμοιόν τι ἔχοντα ἀνόμοια, κἂν πάνυ σμικρὸν ἔχῃ τὸ ὅμοιον. —καὶ ἐγὼ θαυμάσας εἶπον πρὸς αὐτόν· ἦ γὰρ οὕτω σοι τὸ δίκαιον καὶ τὸ ὅσιον πρὸς ἄλληλα ἔχει, ὥστε ὅμοιόν τι σμικρὸν ἔχειν ἀλλήλοις;— οὐ πάνυ, ἔφη, οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.

ソクラテス

そこで私は言った。「それでは、徳の部分のうち、ほかのどれも知識のようではなく、正義のようでもなく、勇気のようでもなく、節制のようでもなく、敬虔のようでもないのだね」。――そうだ、と彼は言った。――「さあでは」と私は言った、「それらのそれぞれがどのようなものであるかを、一緒に考察しよう。まず、こういうことからだ。正義は何らかの事柄であるか、それとも何の事柄でもないか。私にはそう思われるのだが、君にはどうか」。――「私にもだ」と彼は言った。――「ではどうだろう。もし誰かが私と君とに尋ねたとしよう。『プロタゴラスとソクラテスよ、私に言ってくれたまえ。君たちが今しがた名づけたこの事柄、すなわち正義は、それ自体が正しいものか、それとも不正なものか』と。私なら彼に、正しいものだと答えるだろう。君はどんな票を投じるだろうか。私と同じ票か、それとも別の票か」。――「同じだ」と彼は言った。――「それでは、正義は正しくあるようなものだ、と私なら尋ねる人に答えて言うだろう。君もそうではないか」。――「そうだ」と彼は言った。――「では、もしその後で彼がわれわれに尋ねたとしよう。『それでは、君たちは敬虔というものもあると言うのか』。われわれは言うだろう、と私は思う」。――「そうだ」と彼は言った。――「『それでは、君たちはこれもまた何らかの事柄であると言うのか』。われわれは言うだろう。そうではないか」。――これにも彼は同意した。――「『では、まさにこの事柄は、不敬虔であるようなものとして生まれついていると君たちは言うのか、それとも敬虔であるようなものとしてか』。私ならその問いに腹を立てるだろう」と私は言った、「そしてこう言うだろう。『口を慎みたまえ、君。もし敬虔そのものが敬虔なものでないとしたら、ほかの何かが敬虔なものであることなど、まずありえないだろう』と。君はどうか。そのように答えないだろうか」。――「まったくそう答える」と彼は言った。――「では、もしその後で、彼が尋ねながらこう言ったとしよう。『では、少し前に君たちはどう言っていたのか。私は君たちの言うことを正しく聞かなかったのだろうか。君たちは、徳の部分は互いに対して、その一方がもう一方のようではない、というふうになっていると言ったように私には思われたのだが』。私ならこう言うだろう。『ほかのことは正しく聞いたが、私もそれを言ったと君が思っているのは、聞き違えたのだ。というのも、ここにいるプロタゴラスがそう答えたのであって、私は尋ねていたのだから』と。そこで、もし彼が言ったとしよう。『この人の言うことは本当か、プロタゴラス。君は、徳の部分のうち、一方の部分はもう一方のようではないと言うのか。これは君の言説なのか』。君は彼に何と答えるだろうか」。――「同意するのが必然だ、ソクラテス」と彼は言った。――「では、プロタゴラス、これらのことに同意したうえで、もし彼がわれわれにさらに尋ねたとしたら、われわれは彼に何と答えようか。『それでは、敬虔は正しくあるような事柄ではなく、正義も敬虔であるようなものではなく、敬虔でないようなものであり、他方、敬虔は正しくないようなもの、すなわち不正なものであり、正義は不敬虔なものなのか』。われわれは彼に何と答えようか。私自身としては、少なくとも私自身のためには、正義は敬虔なものであり、敬虔は正しいものであると言うだろう。そして君のためにも、もし君が許してくれるなら、まさにこれと同じことを答えるだろう。正しさは敬虔と同じものであるか、あるいはこのうえなく似たものであり、何よりも、正義は敬虔のようなものであり、敬虔は正義のようなものである、と。だが、君が答えるのを妨げるか、それとも君にもそう思われるかどうか、見てくれたまえ」。――「私にはそれほど単純なことにはまったく思われないのだ、ソクラテス」と彼は言った、「正義が敬虔なものであり敬虔が正しいものであると認めてしまうほどにはね。いや、その中に何か違いがあるように私には思われる。だが、それがどうしたというのか」と彼は言った。「もし君が望むなら、われわれにとって、正義も敬虔なものであり、敬虔も正しいものであるとしよう」。――「よしてくれたまえ」と私は言った。「というのも、私は、その『もし君が望むなら』とか『もし君にそう思われるなら』とかいうものが吟味されることを少しも必要としておらず、私と君とが吟味されることを必要としているのだ。この『私と君と』というのを私が言うのは、そうすれば、もし人がその『もし』を取り去るならば、議論が最もよく吟味されるだろうと考えてのことなのだ」。――「いや、しかし」と彼は言った、「正義は敬虔にいくらか似てはいる。じっさい、どんなものでも、どんなものにも何らかの仕方で似ているのだ。白いものは黒いものにある点で似ているし、硬いものは柔らかいものに似ている。そのほか、互いに最も反対であると思われるものもそうだ。そして、あのときわれわれが、別の力をもっていて、一方がもう一方のようではないと言っていたもの、すなわち顔の部分も、何らかの仕方で似ていて、一方がもう一方のようである。だから、このやり方でなら、もし君が望むなら、これらのものも、すべてが互いに似ていると論駁することもできるだろう。だが、何か似たところをもつものを似たものと呼ぶのは正しくないし、何か似ていないところをもつものを似ていないものと呼ぶのも正しくない。たとえ似たところがほんのわずかしかないとしてもね」。――そこで私は驚いて彼に言った。「それでは、君にとって、正しいものと敬虔なものとは、互いに対して、何かわずかに似たところをもつというような関係にあるのか」。――「まったくそうだというわけではない」と彼は言った、「だがまた、君が思っているように私に見えるようにでもない」。

一つのものには一つの反対――知恵と節制332a–333b

332a

ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς;—ἔφη.—τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν ἡ σοφία;— ἔμοιγε δοκεῖ, ἔφη.—πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, ἢ εἰ τοὐναντίον ἔπραττον;— σωφρονεῖν, ἔφη.—οὐκοῦν σωφροσύνῃ σωφρονοῦσιν;— ἀνάγκη. —οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;— συνδοκεῖ μοι, ἔφη.—τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;—ἔφη.—οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;—ὡμολόγει.—οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;—ἐδόκει.—καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος, βραδέως;—ἔφη.—καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;—συνέφη.—φέρε δή, ἦν δʼ ἐγώ, ἔστιν τι καλόν;—συνεχώρει.—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;— οὐκ ἔστιν. —τί δέ; ἔστιν τι ἀγαθόν;— ἔστιν. —τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;— οὐκ ἔστιν. —τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;—ἔφη.—τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;—οὐκ ἔφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;—συνωμολόγει. ἴθι δή, ἦν δʼ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;— ὡμολογήκαμεν. —τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;—ἔφη.—ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;—ἔφη.—τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης; —συνεχώρει.—οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτʼ ἄν;— ναί. —πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;—ναί.—ἐναντίως;—πάνυ γε.—οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;— ναί. —ἐναντίον ἄρʼ ἐστὶν ἀφροσύνη σωφροσύνης;— φαίνεται. —μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;—συνωμολόγει.— ἓν δὲ ἑνὶ μόνον ἐναντίον εἶναι;— φημί.—πότερον οὖν, ὦ Πρωταγόρα, λύσωμεν τῶν λόγων; τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἢ ἐκεῖνον ἐν ᾧ ἐλέγετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια; πότερον οὖν δὴ λύσωμεν; οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικῶς λέγονται· οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοις. πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ μὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται· ἦ γάρ, ὦ Πρωταγόρα, ἔφην ἐγώ, ἢ ἄλλως πως;—ὡμολόγησεν καὶ μάλʼ ἀκόντως.—οὐκοῦν ἓν ἂν εἴη ἡ σωφροσύνη καὶ ἡ σοφία; τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν ἡ δικαιοσύνη καὶ ἡ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.

ソクラテス

「いや、それでは」と私は言った、「君はこのことには気がすすまないように私には思われるので、これは放っておいて、君が言っていたことのうちの、この別のことを考察しよう。君は、無思慮というものを何かと呼ぶかね」。――呼ぶ、と彼は言った。――「この事柄に対して、知恵はまったく反対のものではないか」。――「私にはそう思われる」と彼は言った。――「では、人間たちが正しく、また有益に行なうとき、そのように行なっていて、彼らは節制していると君には思われるか、それとも、その反対に行なっていたら節制していると思われるか」。――「節制している」と彼は言った。――「それでは、彼らは節制によって節制しているのではないか」。――「必然だ」。――「それでは、正しく行なわない者たちは、無思慮に行なっているのであり、そのように行なっていて、節制していないのではないか」。――「私も同じ意見だ」と彼は言った。――「それでは、無思慮に行なうことは、節制して行なうことの反対なのだね」。――そうだ、と彼は言った。――「それでは、無思慮に行なわれることは無思慮によって行なわれ、節制して行なわれることは節制によって行なわれるのではないか」。――彼は同意した。――「それでは、もし何かが力によって行なわれるなら、それは力強く行なわれ、もし何かが弱さによって行なわれるなら、弱々しく行なわれるのではないか」。――そう思われた。――「そして、もし何かが速さを伴って行なわれるなら速く、もし何かが遅さを伴って行なわれるなら遅く行なわれるのではないか」。――そうだ、と彼は言った。――「そしてもちろん、もし何かが同じように行なわれるなら、それは同じものによって行なわれ、もし何かが反対に行なわれるなら、反対のものによって行なわれるのではないか」。――彼は一緒に認めた。――「さあでは」と私は言った、「何か美しいものはあるか」。――彼は認めた。――「これに対して、醜いもの以外に何か反対のものはあるか」。――「ない」。――「ではどうか。何か善いものはあるか」。――「ある」。――「これに対して、悪いもの以外に何か反対のものはあるか」。――「ない」。――「ではどうか。声において何か高いものはあるか」。――あると彼は言った。――「これに対して、低いもののほかに何か別の反対のものはないか」。――ないと彼は言った。――「それでは」と私は言った、「反対のもののそれぞれ一つに対しては、ただ一つだけが反対のものであって、多くのものがそうなのではないのだね」。――彼はともに同意した。――「さあでは」と私は言った、「われわれによって同意されたことを数え直してみよう。われわれは、一つのものには一つのものだけが反対であって、それより多くのものは反対でない、ということに同意したね」。――「同意した」。――「そして、反対に行なわれることは、反対のものによって行なわれる、ということに」。――そうだ、と彼は言った。――「そしてわれわれは、無思慮に行なわれることは、節制して行なわれることに対して、反対に行なわれる、ということに同意したね」。――そうだ、と彼は言った。――「そして、節制して行なわれることは節制によって行なわれ、無思慮に行なわれることは無思慮によって行なわれる、ということに」。――彼は認めた。――「それでは、もし反対に行なわれるのなら、反対のものによって行なわれることになるのではないか」。――「そうだ」。――「ところで、一方は節制によって行なわれ、他方は無思慮によって行なわれるのだね」。――「そうだ」。――「反対にか」。――「まったくそうだ」。――「それでは、反対のものであるものによってではないか」。――「そうだ」。――「それでは、無思慮は節制の反対なのだね」。――「そう見える」。――「では、覚えているかね。前のところで、無思慮は知恵の反対である、とわれわれによって同意されたことを」。――彼はともに同意した。――「そして、一つのものには一つのものだけが反対である、ということも」。――「そう言う」。――「では、プロタゴラス、言論のうちどちらを解消しようか。一つのものには一つのものだけが反対であるという言論か、それとも、知恵は節制とは別のものであり、そのどちらも徳の部分であって、別のものであることに加えて、ちょうど顔の部分のように、それ自体もその力も似ていないものだと言われていた、あの言論か。では、どちらを解消しようか。というのも、これら二つの言論は、あまり調子よく語られているとは言えないのだから。互いに声を合わせることも、調和することもないのだからね。じっさい、もし一つのものには一つのものだけが反対であって、それより多くのものはそうでないことが必然なのに、一つのものである無思慮に対して、知恵が反対であり、また節制も反対であるように見えるのだとしたら、どうして声を合わせることがあるだろうか。そうではないか、プロタゴラス」と私は言った、「それとも何か別のようにか」。――彼は同意した、それもまったく不本意ながら。――「それでは、節制と知恵とは一つのものだということになるのではないか。ところが、前には、正義と敬虔とが、ほとんど同じものであることがわれわれに明らかになったのだった」。

不正をはたらく者は節制しているか――善の多様さ333b–334c

333b

ἴθι δή, ἦν δʼ ἐγώ, ὦ Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἆρά τίς σοι δοκεῖ ἀδικῶν ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;— αἰσχυνοίμην ἂν ἔγωγʼ, ἔφη, ὦ Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων. —πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιήσομαι, ἔφην, ἢ πρὸς σέ;— εἰ βούλει, ἔφη, πρὸς τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν. —ἀλλʼ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτʼ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι. τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν ὁ Πρωταγόρας—τὸν γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναι—ἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι.—ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι. δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες;— ἔστω, ἔφη.—τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν;—ἔφη.—τὸ δʼ εὖ φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν;— ἔστω, ἔφη.—πότερον, ἦν δʼ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες ἢ εἰ κακῶς;— εἰ εὖ. —λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι;— λέγω. —ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ταῦτʼ ἐστὶν ἀγαθὰ ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις; — καὶ ναὶ μὰ Δίʼ, ἔφη, κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα ᾖ, ἔγωγε καλῶ ἀγαθά. —καί μοι ἐδόκει ὁ Πρωταγόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι· ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην. πότερον, ἦν δʼ ἐγώ, λέγεις, ὦ Πρωταγόρα, ἃ μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ καλεῖς;— οὐδαμῶς, ἔφη· ἀλλʼ ἔγωγε πολλὰ οἶδʼ ἃ ἀνθρώποις μὲν ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα, ἵπποις δέ· τὰ δὲ βουσὶν μόνον, τὰ δὲ κυσίν· τὰ δέ γε τούτων μὲν οὐδενί, δένδροις δέ· τὰ δὲ τοῦ δένδρου ταῖς μὲν ῥίζαις ἀγαθά, ταῖς δὲ βλάσταις πονηρά, οἷον καὶ ἡ κόπρος πάντων τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δʼ ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν, πάντα ἀπόλλυσιν· ἐπεὶ καὶ τὸ ἔλαιον τοῖς μὲν φυτοῖς ἅπασίν ἐστιν πάγκακον καὶ ταῖς θριξὶν πολεμιώτατον ταῖς τῶν ἄλλων ζῴων πλὴν ταῖς τοῦ ἀνθρώπου, ταῖς δὲ τοῦ ἀνθρώπου ἀρωγὸν καὶ τῷ ἄλλῳ σώματι. οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν καὶ παντοδαπόν, ὥστε καὶ ἐνταῦθα τοῖς μὲν ἔξωθεν τοῦ σώματος ἀγαθόν ἐστιν τῷ ἀνθρώπῳ, τοῖς δʼ ἐντὸς ταὐτὸν τοῦτο κάκιστον· καὶ διὰ τοῦτο οἱ ἰατροὶ πάντες ἀπαγορεύουσιν τοῖς ἀσθενοῦσιν μὴ χρῆσθαι ἐλαίῳ ἀλλʼ ἢ ὅτι σμικροτάτῳ ἐν τούτοις οἷς μέλλει ἔδεσθαι, ὅσον μόνον τὴν δυσχέρειαν κατασβέσαι τὴν ἐπὶ ταῖς αἰσθήσεσι ταῖς διὰ τῶν ῥινῶν γιγνομένην ἐν τοῖς σιτίοις τε καὶ ὄψοις.

ソクラテス

「さあでは、プロタゴラス」と私は言った、「疲れてしまわずに、残りのことも詳しく考察しよう。不正をはたらいている人間が、不正をはたらいているその点で、節制していると君には思われるかね」。――「私としては、ソクラテス、それに同意するのは恥ずかしいことだろう」と彼は言った。「もっとも、人間たちのうちの多くの者がそう言っているがね」。――「それでは、私はあの人たちに向けて議論をしようか」と私は言った、「それとも君に向けてか」。――「もし君が望むなら」と彼は言った、「まずこの、多くの人たちの言説に向けて問答してくれたまえ」。――「いや、私にとっては何の違いもない。ただ君が答えてくれさえすれば、それが君にそう思われていようといまいとね。というのも、私が何よりも吟味しているのは言説なのだが、それでもおそらく、尋ねている私も答えている者も、吟味されることになるのだ」。そこでプロタゴラスは、はじめのうちは、われわれに対して気取っていた――議論が厄介なものだと言って責めたのだ――が、その後で、答えることに同意した。――「さあでは」と私は言った、「はじめから私に答えてくれたまえ。ある人たちは、不正をはたらいていながら節制していると君には思われるかね」。――「そういうことにしておこう」と彼は言った。――「そして、節制するとは、よく思慮すること(エウ・プロネイン)だと君は言うのだね」。――そうだ、と彼は言った。――「そして、よく思慮するとは、不正をはたらくその点でよく思案すること、なのだね」。――「そういうことにしておこう」と彼は言った。――「それは」と私は言った、「不正をはたらいてうまくいく場合か、それともまずくいく場合か」。――「うまくいく場合だ」。――「では、君は何か善いものがあると言うのか」。――「言う」。――「では」と私は言った、「人間たちにとって有益なもの、それが善いものなのか」。――「いや、ゼウスにかけて」と彼は言った、「たとえ人間たちにとって有益でないとしても、私はそれを善いものと呼ぶ」。――そして私には、プロタゴラスがもういらだっていて、競い立ち、答えることに対して戦闘の構えをとっているように思われた。そこで、彼がそのような状態にあるのを見て、私は用心しながら、静かに尋ねた。「プロタゴラス」と私は言った、「君が言っているのは、人間の誰にとっても有益でないもののことか、それともまったく有益でないもののことか。そして、そのようなものを君は善いものと呼ぶのか」。――「決してそうではない」と彼は言った。「だが私は、人間にとっては有益でない多くのもの、すなわち食べ物も飲み物も薬もほかの無数のものも知っているし、また有益なものも知っている。そして、人間にとってはどちらでもないが、馬にとってはそうであるものもあれば、牛にとってだけのもの、犬にとってのものもある。またそれらの誰にとってもそうではないが、木々にとってはそうであるものもある。さらに、木の根にとっては善いが、芽にとっては悪いものもある。たとえば肥やしも、すべての植物の根のそばに置かれれば善いものだが、もし若枝や新しい小枝の上にかけようとするなら、すべてを損なってしまう。じっさい、オリーブ油も、すべての植物にとってまったく悪いものであり、ほかの動物の毛にとっては、人間の毛を除いて、最も敵対的なものだが、人間の毛と、ほかの身体にとっては助けになるものなのだ。善いものとは、これほど多彩で、あらゆる種類にわたるものであって、ここにおいてさえ、人間にとって身体の外の部分には善いものであるのに、内の部分にとってはまさに同じものが最も悪いものなのだ。そしてこのために、医者たちはみな、病人たちに、オリーブ油を用いることを禁じるのだ。ただし、食べようとするものの中に、ほんのわずかだけ、すなわち、食べ物やおかずにおいて鼻を通じて生じる感覚にかかわる不快さを消すのに足りるだけ用いる場合は別だがね」。

長い話と短い話――立ち去ろうとするソクラテス334c–336b

334c

εἰπόντος οὖν ταῦτα αὐτοῦ οἱ παρόντες ἀνεθορύβησαν ὡς εὖ λέγοι, καὶ ἐγὼ εἶπον· ὦ Πρωταγόρα, ἐγὼ τυγχάνω ἐπιλήσμων τις ὢν ἄνθρωπος, καὶ ἐάν τίς μοι μακρὰ λέγῃ, ἐπιλανθάνομαι περὶ οὗ ἂν ᾖ ὁ λόγος. ὥσπερ οὖν εἰ ἐτύγχανον ὑπόκωφος ὤν, ᾤου ἂν χρῆναι, εἴπερ ἔμελλές μοι διαλέξεσθαι, μεῖζον φθέγγεσθαι ἢ πρὸς τοὺς ἄλλους, οὕτω καὶ νῦν, ἐπειδὴ ἐπιλήσμονι ἐνέτυχες, σύντεμνέ μοι τὰς ἀποκρίσεις καὶ βραχυτέρας ποίει, εἰ μέλλω σοι ἕπεσθαι. πῶς οὖν κελεύεις με βραχέα ἀποκρίνεσθαι; ἢ βραχύτερά σοι, ἔφη, ἀποκρίνωμαι ἢ δεῖ; μηδαμῶς, ἦν δʼ ἐγώ. ἀλλʼ ὅσα δεῖ; ἔφη. ναί, ἦν δʼ ἐγώ. πότερα οὖν ὅσα ἐμοὶ δοκεῖ δεῖν ἀποκρίνεσθαι, τοσαῦτά σοι ἀποκρίνωμαι, ἢ ὅσα σοί; ἀκήκοα γοῦν, ἦν δʼ ἐγώ, ὅτι σὺ οἷός τʼ εἶ καὶ αὐτὸς καὶ ἄλλον διδάξαι περὶ τῶν αὐτῶν καὶ μακρὰ λέγειν, ἐὰν βούλῃ, οὕτως ὥστε τὸν λόγον μηδέποτε ἐπιλιπεῖν, καὶ αὖ βραχέα οὕτως ὥστε μηδένα σοῦ ἐν βραχυτέροις εἰπεῖν· εἰ οὖν μέλλεις ἐμοὶ διαλέξεσθαι, τῷ ἑτέρῳ χρῶ τρόπῳ πρός με, τῇ βραχυλογίᾳ. ὦ Σώκρατες, ἔφη, ἐγὼ πολλοῖς ἤδη εἰς ἀγῶνα λόγων ἀφικόμην ἀνθρώποις, καὶ εἰ τοῦτο ἐποίουν ὃ σὺ κελεύεις, ὡς ὁ ἀντιλέγων ἐκέλευέν με διαλέγεσθαι, οὕτω διελεγόμην, οὐδενὸς ἂν βελτίων ἐφαινόμην οὐδʼ ἂν ἐγένετο Πρωταγόρου ὄνομα ἐν τοῖς Ἕλλησιν. καὶ ἐγώ—ἔγνων γὰρ ὅτι οὐκ ἤρεσεν αὐτὸς αὑτῷ ταῖς ἀποκρίσεσιν ταῖς ἔμπροσθεν, καὶ ὅτι οὐκ ἐθελήσοι ἑκὼν εἶναι ἀποκρινόμενος διαλέγεσθαι—ἡγησάμενος οὐκέτι ἐμὸν ἔργον εἶναι παρεῖναι ἐν ταῖς συνουσίαις, ἀλλά τοι, ἔφην, ὦ Πρωταγόρα, οὐδʼ ἐγὼ λιπαρῶς ἔχω παρὰ τὰ σοὶ δοκοῦντα τὴν συνουσίαν ἡμῖν γίγνεσθαι, ἀλλʼ ἐπειδὰν σὺ βούλῃ διαλέγεσθαι ὡς ἐγὼ δύναμαι ἕπεσθαι, τότε σοι διαλέξομαι. σὺ μὲν γάρ, ὡς λέγεται περὶ σοῦ, φῂς δὲ καὶ αὐτός, καὶ ἐν μακρολογίᾳ καὶ ἐν βραχυλογίᾳ οἷός τʼ εἶ συνουσίας ποιεῖσθαι —σοφὸς γὰρ εἶ—ἐγὼ δὲ τὰ μακρὰ ταῦτα ἀδύνατος, ἐπεὶ ἐβουλόμην ἂν οἷός τʼ εἶναι. ἀλλὰ σὲ ἐχρῆν ἡμῖν συγχωρεῖν τὸν ἀμφότερα δυνάμενον, ἵνα ἡ συνουσία ἐγίγνετο· νῦν δὲ ἐπειδὴ οὐκ ἐθέλεις καὶ ἐμοί τις ἀσχολία ἐστὶν καὶ οὐκ ἂν οἷός τʼ εἴην σοι παραμεῖναι ἀποτείνοντι μακροὺς λόγους—ἐλθεῖν γάρ ποί με δεῖ—εἶμι· ἐπεὶ καὶ ταῦτʼ ἂν ἴσως οὐκ ἀηδῶς σου ἤκουον. καὶ ἅμα ταῦτʼ εἰπὼν ἀνιστάμην ὡς ἀπιών· καί μου ἀνισταμένου ἐπιλαμβάνεται ὁ Καλλίας τῆς χειρὸς τῇ δεξιᾷ, τῇ δʼ ἀριστερᾷ ἀντελάβετο τοῦ τρίβωνος τουτουΐ, καὶ εἶπεν· οὐκ ἀφήσομέν σε, ὦ Σώκρατες· ἐὰν γὰρ σὺ ἐξέλθῃς, οὐχ ὁμοίως ἡμῖν ἔσονται οἱ διάλογοι. δέομαι οὖν σου παραμεῖναι ἡμῖν· ὡς ἐγὼ οὐδʼ ἂν ἑνὸς ἥδιον ἀκούσαιμι ἢ σοῦ τε καὶ Πρωταγόρου διαλεγομένων. ἀλλὰ χάρισαι ἡμῖν πᾶσιν. καὶ ἐγὼ εἶπον—ἤδη δὲ ἀνειστήκη ὡς ἐξιών—ὦ παῖ Ἱππονίκου, ἀεὶ μὲν ἔγωγέ σου τὴν φιλοσοφίαν ἄγαμαι, ἀτὰρ καὶ νῦν ἐπαινῶ καὶ φιλῶ, ὥστε βουλοίμην ἂν χαρίζεσθαί σοι, εἴ μου δυνατὰ δέοιο· νῦν δʼ ἐστὶν ὥσπερ ἂν εἰ δέοιό μου Κρίσωνι τῷ Ἱμεραίῳ δρομεῖ ἀκμάζοντι ἕπεσθαι, ἢ τῶν δολιχοδρόμων τῳ ἢ τῶν ἡμεροδρόμων διαθεῖν τε καὶ ἕπεσθαι, εἴποιμι ἄν σοι ὅτι πολὺ σοῦ μᾶλλον ἐγὼ ἐμαυτοῦ δέομαι θέουσιν τούτοις ἀκολουθεῖν, ἀλλʼ οὐ γὰρ δύναμαι, ἀλλʼ εἴ τι δέῃ θεάσασθαι ἐν τῷ αὐτῷ ἐμέ τε καὶ Κρίσωνα θέοντας, τούτου δέου συγκαθεῖναι· ἐγὼ μὲν γὰρ οὐ δύναμαι ταχὺ θεῖν, οὗτος δὲ δύναται βραδέως. εἰ οὖν ἐπιθυμεῖς ἐμοῦ καὶ Πρωταγόρου ἀκούειν, τούτου δέου, ὥσπερ τὸ πρῶτόν μοι ἀπεκρίνατο διὰ βραχέων τε καὶ αὐτὰ τὰ ἐρωτώμενα, οὕτω καὶ νῦν ἀποκρίνεσθαι· εἰ δὲ μή, τίς ὁ τρόπος ἔσται τῶν διαλόγων; χωρὶς γὰρ ἔγωγʼ ᾤμην εἶναι τὸ συνεῖναί τε ἀλλήλοις διαλεγομένους καὶ τὸ δημηγορεῖν. ἀλλʼ—ὁρᾷς; —ἔφη, ὦ Σώκρατες, δίκαια δοκεῖ λέγειν Πρωταγόρας ἀξιῶν αὑτῷ τε ἐξεῖναι διαλέγεσθαι ὅπως βούλεται, καὶ σὺ ὅπως ἂν αὖ σὺ βούλῃ.

ソクラテス

そこで、彼がこれを言うと、居合わせた人たちは、彼がうまいことを言ったと言って、どっと歓声をあげた。そして私は言った。「プロタゴラス、私はたまたま物忘れのひどい人間でね、誰かが私に長い話をすると、話が何についてのものなのかを忘れてしまうのだ。そこで、ちょうど、もし私がたまたま耳の遠い者だったとしたら、もし私と問答するつもりなら、ほかの人たちに対してよりも大きな声で話さなければならないと君は考えただろうように、今もまた、物忘れのひどい者に出会ったのだから、私のために答えを切りつめて、より短くしてくれたまえ。私が君についていくつもりならね」。――「では、どのように短く答えるよう私に命じるのかね。君のために、必要とされるよりも短く答えようか」と彼は言った。――「決してそうではない」と私は言った。――「では、必要なだけか」と彼は言った。――「そうだ」と私は言った。――「では、私が答えなければならないと私に思われるだけ君に答えようか、それとも君に思われるだけか」。――「少なくとも私は聞いたことがある」と私は言った、「君は、自分自身でも、またほかの人に教えてでも、同じことについて、望むなら、話が決して尽きないほど長く話すこともできれば、また誰も君より短く言えないほど短く話すこともできる、とね。そこで、もし君が私と問答するつもりなら、私に対してはもう一方のやり方、すなわち短く話すやり方を用いてくれたまえ」。――「ソクラテス」と彼は言った、「私はすでに多くの人間たちと言論の競争をしてきたが、もし君が命じていることを私がしていたら、つまり、論じ合う相手が私に問答するよう命じたとおりに問答していたら、私は誰よりもすぐれているとは見えなかっただろうし、プロタゴラスの名がギリシア人のあいだに生じることもなかっただろう」。――そこで私は――というのも、彼が前の答えに自分で満足していないこと、そして答える者として問答することをすすんで望みはしないだろうことに気づいたので――、もう集まりの場にいることは自分の仕事ではないと考えて、言った。「いや、プロタゴラス、私もまた、君に思われることに反してまで、われわれの集まりが成り立つことに、しつこく固執しているわけではない。そうではなく、私がついていけるような仕方で君が問答しようと望むときには、そのときに君と問答しよう。というのも、君は、君について言われているとおり、また君自身も言っているとおり、長く話すことにおいても短く話すことにおいても、集まりをもつことができる――君は知恵ある人なのだから――が、私のほうは、こうした長い話はできないのだ。できるようになりたいとは思うのだがね。だが、両方ができる君のほうが、われわれに譲るべきだったのだ。集まりが成り立つようにね。ところが今は、君がそうしようとしないし、私にも何か用事があって、君が長い話を引き延ばすのにつきあって待つことはできないだろうから――どこかへ行かなければならないのだ――、私は行くことにしよう。もっとも、こうしたことも、おそらく君から聞くのはいやではなかったろうがね」。そしてこう言うと同時に、私は立ち去るつもりで立ち上がろうとしていた。すると、私が立ち上がろうとしていると、カリアスが右手で私の手をつかみ、左手でこの粗末な上着をつかんで、言った。「君を放さないぞ、ソクラテス。君が出て行ってしまったら、われわれの問答は同じようにはいかないだろうからね。だから、われわれのところに残ってくれるよう頼む。私は、君とプロタゴラスとが問答するのを聞くよりも喜んで聞きたいものは、何一つないのだから。さあ、われわれみんなのために好意を示してくれたまえ」。そこで私は言った――もう出て行くつもりで立ち上がっていたのだが――。「ヒッポニコスの子よ、私はいつも君の知恵を愛する心には感心しているが、今もまた賞賛し、好ましく思っている。だから、もし君が私にできることを頼むのなら、君の気に入るようにしたいものだ。だが今は、ちょうど、君が私に、盛りにあるヒメラの走者クリソンについて走るよう頼むとか、あるいは長距離走者の誰かや一日走者の誰かと一緒に走り通してついていくよう頼むとかしたようなものだ。私は君に言うだろう、この走者たちについていくことを、君よりもはるかに私自身が私に求めているのだが、できないのだ、とね。だが、もし私とクリソンとが同じところを走るのを見ることが何か必要なら、彼に速度を落としてくれるよう頼みたまえ。私は速く走ることはできないが、彼は遅く走ることができるのだから。そこで、もし私とプロタゴラスの言うことを聞きたいと望むのなら、彼に頼みたまえ。はじめに私に短く、尋ねられたことそのものに答えたように、今もそのように答えてくれるようにとね。そうでなければ、問答のやり方はどんなものになるだろうか。私としては、互いに問答しながら一緒にいることと、民衆に向かって演説することとは、別のことだと思っていたのだ」。――「だが、わかるかね、ソクラテス」と彼は言った、「プロタゴラスは、自分には望むとおりに問答することが許され、君にもまた君の望むとおりにすることが許されるよう求めて、正当なことを言っていると思われるのだ」。

アルキビアデス、クリティアス、プロディコス、ヒッピアスの仲裁336b–338e

336b

ὑπολαβὼν οὖν ὁ Ἀλκιβιάδης, οὐ καλῶς λέγεις, ἔφη, ὦ Καλλία· Σωκράτης μὲν γὰρ ὅδε ὁμολογεῖ μὴ μετεῖναί οἱ μακρολογίας καὶ παραχωρεῖ Πρωταγόρᾳ, τοῦ δὲ διαλέγεσθαι οἷός τʼ εἶναι καὶ ἐπίστασθαι λόγον τε δοῦναι καὶ δέξασθαι θαυμάζοιμʼ ἂν εἴ τῳ ἀνθρώπων παραχωρεῖ. εἰ μὲν οὖν καὶ Πρωταγόρας ὁμολογεῖ φαυλότερος εἶναι Σωκράτους διαλεχθῆναι, ἐξαρκεῖ Σωκράτει· εἰ δὲ ἀντιποιεῖται, διαλεγέσθω ἐρωτῶν τε καὶ ἀποκρινόμενος, μὴ ἐφʼ ἑκάστῃ ἐρωτήσει μακρὸν λόγον ἀποτείνων, ἐκκρούων τοὺς λόγους καὶ οὐκ ἐθέλων διδόναι λόγον, ἀλλʼ ἀπομηκύνων ἕως ἂν ἐπιλάθωνται περὶ ὅτου τὸ ἐρώτημα ἦν οἱ πολλοὶ τῶν ἀκουόντων· ἐπεὶ Σωκράτη γε ἐγὼ ἐγγυῶμαι μὴ ἐπιλήσεσθαι, οὐχ ὅτι παίζει καί φησιν ἐπιλήσμων εἶναι. ἐμοὶ μὲν οὖν δοκεῖ ἐπιεικέστερα Σωκράτης λέγειν· χρὴ γὰρ ἕκαστον τὴν ἑαυτοῦ γνώμην ἀποφαίνεσθαι. μετὰ δὲ τὸν Ἀλκιβιάδην, ὡς ἐγᾦμαι, Κριτίας ἦν ὁ εἰπών· ὦ Πρόδικε καὶ Ἱππία, Καλλίας μὲν δοκεῖ μοι μάλα πρὸς Πρωταγόρου εἶναι, Ἀλκιβιάδης δὲ ἀεὶ φιλόνικός ἐστι πρὸς ὃ ἂν ὁρμήσῃ· ἡμᾶς δὲ οὐδὲν δεῖ συμφιλονικεῖν οὔτε Σωκράτει οὔτε Πρωταγόρᾳ, ἀλλὰ κοινῇ ἀμφοτέρων δεῖσθαι μὴ μεταξὺ διαλῦσαι τὴν συνουσίαν. εἰπόντος δὲ αὐτοῦ ταῦτα, ὁ Πρόδικος, καλῶς μοι, ἔφη, δοκεῖς λέγειν, ὦ Κριτία· χρὴ γὰρ τοὺς ἐν τοιοῖσδε λόγοις παραγιγνομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή—ἔστιν γὰρ οὐ ταὐτόν· κοινῇ μὲν γὰρ ἀκοῦσαι δεῖ ἀμφοτέρων, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον. ἐγὼ μὲν καὶ αὐτός, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, ἀξιῶ ὑμᾶς συγχωρεῖν καὶ ἀλλήλοις περὶ τῶν λόγων ἀμφισβητεῖν μέν, ἐρίζειν δὲ μή—ἀμφισβητοῦσι μὲν γὰρ καὶ διʼ εὔνοιαν οἱ φίλοι τοῖς φίλοις, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ ἀλλήλοις—καὶ οὕτως ἂν καλλίστη ἡμῖν ἡ συνουσία γίγνοιτο· ὑμεῖς τε γὰρ οἱ λέγοντες μάλιστʼ ἂν οὕτως ἐν ἡμῖν τοῖς ἀκούουσιν εὐδοκιμοῖτε καὶ οὐκ ἐπαινοῖσθε—εὐδοκιμεῖν μὲν γὰρ ἔστιν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης, ἐπαινεῖσθαι δὲ ἐν λόγῳ πολλάκις παρὰ δόξαν ψευδομένων— ἡμεῖς τʼ αὖ οἱ ἀκούοντες μάλιστʼ ἂν οὕτως εὐφραινοίμεθα, οὐχ ἡδοίμεσθα—εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι. ταῦτα οὖν εἰπόντος τοῦ Προδίκου πολλοὶ πάνυ τῶν παρόντων ἀπεδέξαντο· μετὰ δὲ τὸν Πρόδικον Ἱππίας ὁ σοφὸς εἶπεν, ὦ ἄνδρες, ἔφη, οἱ παρόντες, ἡγοῦμαι ἐγὼ ὑμᾶς συγγενεῖς τε καὶ οἰκείους καὶ πολίτας ἅπαντας εἶναι— φύσει, οὐ νόμῳ· τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ φύσει συγγενές ἐστιν, ὁ δὲ νόμος, τύραννος ὢν τῶν ἀνθρώπων, πολλὰ παρὰ τὴν φύσιν βιάζεται—ἡμᾶς οὖν αἰσχρὸν τὴν μὲν φύσιν τῶν πραγμάτων εἰδέναι, σοφωτάτους δὲ ὄντας τῶν Ἑλλήνων, καὶ κατʼ αὐτὸ τοῦτο νῦν συνεληλυθότας τῆς τε Ἑλλάδος εἰς αὐτὸ τὸ πρυτανεῖον τῆς σοφίας καὶ αὐτῆς τῆς πόλεως εἰς τὸν μέγιστον καὶ ὀλβιώτατον οἶκον τόνδε, μηδὲν τούτου τοῦ ἀξιώματος ἄξιον ἀποφήνασθαι, ἀλλʼ ὥσπερ τοὺς φαυλοτάτους τῶν ἀνθρώπων διαφέρεσθαι ἀλλήλοις. ἐγὼ μὲν οὖν καὶ δέομαι καὶ συμβουλεύω, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, συμβῆναι ὑμᾶς ὥσπερ ὑπὸ διαιτητῶν ἡμῶν συμβιβαζόντων εἰς τὸ μέσον, καὶ μήτε σὲ τὸ ἀκριβὲς τοῦτο εἶδος τῶν διαλόγων ζητεῖν τὸ κατὰ βραχὺ λίαν, εἰ μὴ ἡδὺ Πρωταγόρᾳ, ἀλλʼ ἐφεῖναι καὶ χαλάσαι τὰς ἡνίας τοῖς λόγοις, ἵνα μεγαλοπρεπέστεροι καὶ εὐσχημονέστεροι ἡμῖν φαίνωνται, μήτʼ αὖ Πρωταγόραν πάντα κάλων ἐκτείναντα, οὐρίᾳ ἐφέντα, φεύγειν εἰς τὸ πέλαγος τῶν λόγων ἀποκρύψαντα γῆν, ἀλλὰ μέσον τι ἀμφοτέρους τεμεῖν. ὣς οὖν ποιήσετε, καὶ πείθεσθέ μοι ῥαβδοῦχον καὶ ἐπιστάτην καὶ πρύτανιν ἑλέσθαι ὃς ὑμῖν φυλάξει τὸ μέτριον μῆκος τῶν λόγων ἑκατέρου. ταῦτα ἤρεσε τοῖς παροῦσι, καὶ πάντες ἐπῄνεσαν, καὶ ἐμέ τε ὁ Καλλίας οὐκ ἔφη ἀφήσειν καὶ ἑλέσθαι ἐδέοντο ἐπιστάτην. εἶπον οὖν ἐγὼ ὅτι αἰσχρὸν εἴη βραβευτὴν ἑλέσθαι τῶν λόγων. εἴτε γὰρ χείρων ἔσται ἡμῶν ὁ αἱρεθείς, οὐκ ὀρθῶς ἂν ἔχοι τὸν χείρω τῶν βελτιόνων ἐπιστατεῖν, εἴτε ὅμοιος, οὐδʼ οὕτως ὀρθῶς· ὁ γὰρ ὅμοιος ἡμῖν ὅμοια καὶ ποιήσει, ὥστε ἐκ περιττοῦ ᾑρήσεται. ἀλλὰ δὴ βελτίονα ἡμῶν αἱρήσεσθε. τῇ μὲν ἀληθείᾳ, ὡς ἐγᾦμαι, ἀδύνατον ὑμῖν ὥστε Πρωταγόρου τοῦδε σοφώτερόν τινα ἑλέσθαι· εἰ δὲ αἱρήσεσθε μὲν μηδὲν βελτίω, φήσετε δέ, αἰσχρὸν καὶ τοῦτο τῷδε γίγνεται, ὥσπερ φαύλῳ ἀνθρώπῳ ἐπιστάτην αἱρεῖσθαι, ἐπεὶ τό γʼ ἐμὸν οὐδέν μοι διαφέρει. ἀλλʼ οὑτωσὶ ἐθέλω ποιῆσαι, ἵνʼ ὃ προθυμεῖσθε συνουσία τε καὶ διάλογοι ἡμῖν γίγνωνται· εἰ μὴ βούλεται Πρωταγόρας ἀποκρίνεσθαι, οὗτος μὲν ἐρωτάτω, ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ ἅμα πειράσομαι αὐτῷ δεῖξαι ὡς ἐγώ φημι χρῆναι τὸν ἀποκρινόμενον ἀποκρίνεσθαι· ἐπειδὰν δὲ ἐγὼ ἀποκρίνωμαι ὁπόσʼ ἂν οὗτος βούληται ἐρωτᾶν, πάλιν οὗτος ἐμοὶ λόγον ὑποσχέτω ὁμοίως. ἐὰν οὖν μὴ δοκῇ πρόθυμος εἶναι πρὸς αὐτὸ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, καὶ ἐγὼ καὶ ὑμεῖς κοινῇ δεησόμεθα αὐτοῦ ἅπερ ὑμεῖς ἐμοῦ, μὴ διαφθείρειν τὴν συνουσίαν· καὶ οὐδὲν δεῖ τούτου ἕνεκα ἕνα ἐπιστάτην γενέσθαι, ἀλλὰ πάντες κοινῇ ἐπιστατήσετε. ἐδόκει πᾶσιν οὕτω ποιητέον εἶναι· καὶ ὁ Πρωταγόρας πάνυ μὲν οὐκ ἤθελεν, ὅμως δὲ ἠναγκάσθη ὁμολογῆσαι ἐρωτήσειν, καὶ ἐπειδὰν ἱκανῶς ἐρωτήσῃ, πάλιν δώσειν λόγον κατὰ σμικρὸν ἀποκρινόμενος.

ソクラテス

そこでアルキビアデスが口をはさんで、「君はよくないことを言っている、カリアス」と言った。「というのも、ここにいるソクラテスは、自分には長い話をする力はないと認めて、プロタゴラスに譲っているが、問答することができて、言論を与えたり受けとったりすることを心得ているという点では、人間の誰にでも譲るとしたら、私は驚くだろう。そこで、もしプロタゴラスもまた、問答することにかけてはソクラテスより劣っていると認めるのなら、ソクラテスにはそれで十分だ。だが、もし張り合うのなら、尋ねたり答えたりしながら問答すべきだ。それぞれの問いに対して長い話を引き延ばして、議論をはねのけ、説明を与えようとせず、聞いている者たちの多くが、問いが何についてのものだったかを忘れてしまうまで引き延ばしたりせずにね。というのも、少なくともソクラテスについては、彼が忘れたりしないことを私が保証するのだから。彼が冗談を言って、自分は物忘れがひどいと言っていても、それは別だ。そこで私には、ソクラテスのほうがより穏当なことを言っているように思われる。各人が自分自身の考えを表明しなければならないのだからね」。アルキビアデスの後には、私の思うに、クリティアスが話した。「プロディコスとヒッピアス、カリアスはひどくプロタゴラスの側についているように私には思われるし、アルキビアデスはいつも、何に向かって突き進むにせよ、負けず嫌いだ。だが、われわれは、ソクラテスともプロタゴラスとも一緒になって張り合う必要は少しもなく、両者に共に頼んで、途中で集まりを解散させないようにしてもらわなければならない」。彼がこう言うと、プロディコスが言った。「クリティアス、君はよいことを言っているように私には思われる。というのも、こうした議論の場に居合わせる者たちは、問答している二人の両方に対して、共通の聞き手でなければならないが、等しい聞き手であってはならない――同じことではないのだから――。共通に両方の言うことを聞かなければならないが、それぞれに等しく割り当てるのではなく、より知恵のある者にはより多く、より無学な者にはより少なく割り当てなければならないのだ。私自身も、プロタゴラスとソクラテスよ、君たちが譲り合い、議論について互いに論争しても、争いはしないことを求める――というのも、論争するのは、友人たちが友人たちに対して好意からもするが、争うのは、仲たがいした者たちや敵どうしが互いにするのだから――。そうすれば、われわれにとって集まりは最も立派なものとなるだろう。というのも、話している君たちは、そうすれば、聞いているわれわれのあいだで、何よりも評判を得ることになるだろうが、賞賛されるわけではないだろう――というのも、評判を得るとは、聞き手たちの魂のうちで欺きなしにそうなることだが、賞賛されるとは、しばしば、思っていることに反して偽る者たちの言葉においてそうなることなのだから――。また、聞いているわれわれのほうも、そうすれば、何よりも喜ばしく思うことになるだろうが、快楽を感じるわけではないだろう――というのも、喜ばしく思うとは、何かを学び、思慮にあずかりながら、思考そのものによってそうなることだが、快楽を感じるとは、何かを食べたり、ほかに何か快いことをこうむったりしながら、身体そのものによってそうなることなのだから――」。プロディコスがこれを言うと、居合わせた人たちのうちのまったく多くの者が賛成した。プロディコスの後には、知恵ある人ヒッピアスが言った。「居合わせた方々よ」と彼は言った、「私は、君たちがみな、親族であり、身内であり、市民であると考えている――生まれつきによってであって、慣習によってではない。というのも、似たものは似たものと生まれつき同族なのだが、慣習は、人間たちの僭主であって、生まれつきに反して多くのことを無理強いするのだから――。そこで、われわれは、事柄の本性を知っていて、ギリシア人のうちで最も知恵ある者たちであり、しかもまさにそのために今、ギリシアの知恵の公会堂そのものへ、またこの国そのものの最も大きく最も富裕なこの家へと集まって来ていながら、この威信にふさわしいことを何一つ示さず、人間のうちの最もつまらない者たちのように互いに仲たがいするとしたら、恥ずべきことだ。そこで私は、プロタゴラスとソクラテスよ、君たちに頼み、また勧めもする。われわれが仲裁者のように君たちを真ん中へと歩み寄らせるのに応じて、和解するようにとね。そして、君は、もしプロタゴラスにとって快くないのなら、あまりに短すぎる、この厳密な形の問答を求めず、言論に対して手綱を放し、ゆるめてやって、言論がわれわれにより壮大で、より品位あるものに見えるようにしてくれたまえ。他方、プロタゴラスもまた、帆綱をすべて張り出し、順風に帆を任せて、陸地を見失いながら、言論の大海へと逃げ去ることはせず、二人とも何か真ん中の道を切り開いてくれたまえ。そこで、そのようにしてくれたまえ。そして私に従って、君たち二人のそれぞれの言論の適度な長さを見張ってくれるような、杖持ちと監督と議長とを選んでくれたまえ」。これは居合わせた人たちの気に入り、皆が賞賛した。そしてカリアスは私を放さないと言い、彼らは監督を選ぶよう頼んだ。そこで私は、言論の審判を選ぶのは恥ずべきことだと言った。「というのも、もし選ばれた者がわれわれより劣っているなら、劣った者がすぐれた者たちを監督するのは正しくないだろうし、もし同等であるなら、それもまた正しくない。というのも、われわれと同等の者は、同じようなこともするだろうから、余計に選ばれたことになるだろう。いや、では、われわれよりすぐれた者を選ぶというのだろうか。本当のところ、私の思うに、ここにいるプロタゴラスより知恵のある人を誰か選ぶことは、君たちには不可能だ。だが、もし何らすぐれていない者を選びながら、すぐれていると言うのなら、それもまたこの人にとって恥ずべきことになる。まるでつまらない人間のために監督を選ぶようなものだからね。私自身のことについては、私にとって何の違いもないのだが。いや、むしろ私はこのようにしたいと思う。君たちが熱心に望んでいるように、われわれにとって集まりと問答とが成り立つようにね。もしプロタゴラスが答えようとしないのなら、この人は尋ねる側になるがよい。私が答えよう。そして同時に、答える者はどのように答えなければならないと私が言っているのかを、彼に示すよう試みよう。そして、この人が尋ねたいだけのことを私が答えたら、今度はこの人が私に、同じように説明をしてくれることを約束してくれたまえ。そこで、もし彼が、尋ねられたことそのものに答えることに熱心でないように思われるなら、私も君たちも共に、君たちが私に頼んだのと同じことを彼に頼むことにしよう。集まりを台なしにしないでくれとね。そして、このために一人の監督が生じる必要は少しもなく、君たち皆が共に監督することになるのだ」。こうしなければならないと皆に思われた。そしてプロタゴラスは、まったく望まなかったのだが、それでも、尋ねることに同意し、じゅうぶん尋ねたら、今度は短く答えながら説明をすることに同意せざるをえなかった。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、問答の論理関係を可能な限り残した逐語寄りの独自訳です。『プロタゴラス』は、ソクラテスが友人に前日の出来事を語って聞かせる形式で書かれています。この部分はすべてソクラテスの語りなので、語りの中の会話は、かぎかっことダッシュ(――)で示しています(Perseus の電子テキストでは語りの一部にプロタゴラスたちの話者名が付いていますが、語り手ソクラテスの発言としてまとめています)。328d のプロタゴラスの演説の結びまでは第2部に、338e の「そこで彼はこのように尋ね始めた」からは第4部に属するため、この部分はその間です。337c の「プロディコス」は、Perseus の電子テキストで小文字になっていたのを直しています。

335e の「ヒメラの走者クリソン」は、オリュンピア競技の短距離走で何度も優勝した名高い走者です。337d の「知恵の公会堂(プリュタネイオン)」は、国の迎賓館にもあたる建物になぞらえた言い回しです。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第2部 徳は教えられるか――プロタゴラスの大演説目次へ戻る次へ →第4部 シモニデスの詩をめぐって

PR関連する本

  • プロタゴラス あるソフィストとの対話 (光文社古典新訳文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について