INUUU JAPAN
トップ>芸術と人文>文学>古典、詩歌>プラトン>プロタゴラス>第4部 シモニデスの詩をめぐって(古代ギリシア語原文と日本語訳・対訳)X でポスト
← 前へ第3部 徳は一つか――長い話と短い話目次へ戻る次へ →第5部 勇気・知識・快楽の測定術

PLATO · PROTAGORAS · 338e–348c

第4部 シモニデスの詩をめぐって

Part IV — On the Poem of Simonides
Stephanus 338e–348c全 6 区分日希逐語訳

問う側に回ったプロタゴラスは、詩を読み解く力こそ教養の最大の部分だとして、シモニデスの歌が「善い人になることは難しい」と言いながら、同じことを言うピッタコスを非難しているのは矛盾だと迫る。ソクラテスはプロディコスの言葉の区別を借りて「なる」と「ある」の違いを説き、スパルタとクレタに隠れた知恵や七賢人の簡潔な言葉を語ったうえで、歌全体をピッタコスへの反論として読み解き、すすんで悪をなす者はいないと論じる。そして、詩人を持ち出す議論は酒宴の笛吹き女のようなものだとして、本題の徳の問題に戻ることを求める。

ひと目でわかる超要約プロタゴラス(第4部)の要点

問う側に回ったプロタゴラスは、詩を読み解く力こそ教養の最大の部分だとして、シモニデスの歌が「善い人になることは難しい」と言いながら、同じことを言うピッタコスを非難しているのは矛盾だと迫る。ソクラテスはプロディコスの言葉の区別を借りて「なる」と「ある」の違いを説き、スパルタとクレタに隠れた知恵や七賢人の簡潔な言葉を語ったうえで、歌全体をピッタコスへの反論として読み解き、すすんで悪をなす者はいないと論じる。そして、詩人を持ち出す議論は酒宴の笛吹き女のようなものだとして、本題の徳の問題に戻ることを求める。

解説・位置づけこの箇所の背景と読みどころ

プロタゴラスが詩人シモニデスの詩を引き、「善き人になることは難しいが、善き人であり続けることは不可能だ」という詩句に矛盾があると批判する。ソクラテスは機知に富んだ解釈でシモニデスを弁護したのち、詩の引用合戦を離れて自分自身の言葉で探究しようと促す。(『プロタゴラス』全体の位置づけ:大ソフィストのプロタゴラスらが集う富豪カリアスの邸宅を舞台に、「徳は教えられるか」「知恵・節制・勇気・正義・敬虔という徳は別々の部分か、すべて知識という一つのものか」をめぐり、ソクラテスとプロタゴラスが白熱の議論を繰り広げる華やかな対話篇。)

重要語句・哲学概念の読み方

プロメテウスの神話(技術知と政治的徳)
プロtagorasが語った人類起源神話。プロメテウスが盗んだ「火と職人の技術知」だけでは人間は猛獣や互いの不正で滅びかけたため、ゼウスがヘルメスを遣わし、専門技術とは異なり「慎みと正義(政治的徳)」を全人類に等しく配分した。
徳の単一性(金の断片か、顔の部分か)
正義・節制・敬虔・知恵・勇気という五つの徳は、目・鼻・口のように機能も性質も異なる「顔の部分」なのか、それとも大きさだけが異なる「金の断片」のように本質的に一つの「知恵(知識)」なのかという根本問題。
快楽に負けること(アクラシア)の否定と測定術
「善いと知りながら快楽に負けて悪を行う」という世間の常識を退け、近くの快楽が大きく遠くの苦痛が小さく見える錯覚を正す「測定の技術と知識」さえあれば、知が情念に引きずり回されることはないとするソクラテスの主知主義。
表示:

目次

  1. シモニデスの歌は自分自身と矛盾しているか338e–339d
  2. プロディコスの助け――「なる」と「ある」、「難しい」の意味339d–342a
  3. スパルタとクレタの隠れた知恵――七賢人の簡潔な言葉342a–343c
  4. 善い人に「なる」ことと「である」こと343c–345c
  5. 「すすんで」悪をなす者はいない345c–347a
  6. 詩の議論は酒宴の笛吹き女のようなもの347a–348c

シモニデスの歌は自分自身と矛盾しているか338e–339d

338e

ἤρξατο οὖν ἐρωτᾶν οὑτωσί πως· — ἡγοῦμαι, ἔφη, ὦ Σώκρατες, ἐγὼ ἀνδρὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν δεινὸν εἶναι· ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τʼ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι. καὶ δὴ καὶ νῦν ἔσται τὸ ἐρώτημα περὶ τοῦ αὐτοῦ μὲν περὶ οὗπερ ἐγώ τε καὶ σὺ νῦν διαλεγόμεθα, περὶ ἀρετῆς, μετενηνεγμένον δʼ εἰς ποίησιν· τοσοῦτον μόνον διοίσει. λέγει γάρ που Σιμωνίδης πρὸς Σκόπαν τὸν Κρέοντος ὑὸν τοῦ Θετταλοῦ ὅτι— ἄνδρʼ ἀγαθὸν μὲν ἀλαθέως γενέσθαι χαλεπόν, χερσίν τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου τετυγμένον. τοῦτο ἐπίστασαι τὸ ᾆσμα, ἢ πᾶν σοι διεξέλθω; καὶ ἐγὼ εἶπον ὅτι οὐδὲν δεῖ· ἐπίσταμαί τε γάρ, καὶ πάνυ μοι τυγχάνει μεμεληκὸς τοῦ ᾄσματος. εὖ, ἔφη, λέγεις. πότερον οὖν καλῶς σοι δοκεῖ πεποιῆσθαι καὶ ὀρθῶς, ἢ οὔ; —πάνυ, ἔφην ἐγώ, καλῶς τε καὶ ὀρθῶς.— δοκεῖ δέ σοι καλῶς πεποιῆσθαι, εἰ ἐναντία λέγει αὐτὸς αὑτῷ ὁ ποιητής; —οὐ καλῶς, ἦν δʼ ἐγώ.— ὅρα δή, ἔφη, βέλτιον. —ἀλλʼ, ὠγαθέ, ἔσκεμμαι ἱκανῶς.— οἶσθα οὖν, ἔφη, ὅτι προιόντος τοῦ ᾄσματος λέγει που— οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειον νέμεται, καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον· χαλεπὸν φάτʼ ἐσθλὸν ἔμμεναι. ἐννοεῖς ὅτι ὁ αὐτὸς οὗτος καὶ τάδε λέγει κἀκεῖνα τὰ ἔμπροσθεν; —οἶδα, ἦν δʼ ἐγώ.— δοκεῖ οὖν σοι, ἔφη, ταῦτα ἐκείνοις ὁμολογεῖσθαι; —φαίνεται ἔμοιγε (καὶ ἅμα μέντοι ἐφοβούμην μὴ τὶ λέγοι) ἀτάρ, ἔφην ἐγώ, σοὶ οὐ φαίνεται;— πῶς γὰρ ἂν φαίνοιτο ὁμολογεῖν αὐτὸς ἑαυτῷ ὁ ταῦτα ἀμφότερα λέγων, ὅς γε τὸ μὲν πρῶτον αὐτὸς ὑπέθετο χαλεπὸν εἶναι ἄνδρα ἀγαθὸν γενέσθαι ἀλαθείᾳ, ὀλίγον δὲ τοῦ ποιήματος εἰς τὸ πρόσθεν προελθὼν ἐπελάθετο, καὶ Πιττακὸν τὸν ταὐτὰ λέγοντα ἑαυτῷ, ὅτι χαλεπὸν ἐσθλὸν ἔμμεναι, τοῦτον μέμφεταί τε καὶ οὔ φησιν ἀποδέχεσθαι αὐτοῦ τὰ αὐτὰ ἑαυτῷ λέγοντος; καίτοι ὁπότε τὸν ταὐτὰ λέγοντα αὑτῷ μέμφεται, δῆλον ὅτι καὶ ἑαυτὸν μέμφεται, ὥστε ἤτοι τὸ πρότερον ἢ ὕστερον οὐκ ὀρθῶς λέγει.

ソクラテス

そこで彼は、おおよそこのように尋ね始めた。「ソクラテス、私の考えでは、人間にとって教養の最も大きな部分は、詩句について巧みであることだ。それはすなわち、詩人たちによって言われたことのうち、正しく作られているものとそうでないものとを理解することができ、それを区別することを心得ていて、尋ねられれば説明を与えることができる、ということだ。そこで今も、問いは、私と君とが今問答しているのと同じもの、すなわち徳についてのものとなるが、詩へと移し替えられたものとなる。違うのはそれだけだろう。というのも、シモニデスは、どこかで、テッサリアの人クレオンの子スコパスに向かってこう言っているのだ。『善い人に、たしかに、まことになることは難しい。手においても足においても心においても四角く、非難の余地なく作り上げられた人には』。君はこの歌を心得ているか、それとも全部を君のために詳しく述べようか」。そこで私は、その必要はまったくないと言った。「私は心得ているし、しかもたまたまこの歌にはとくに心を砕いてきたのだから」。「よく言ってくれた」と彼は言った。「では、それは立派に、また正しく作られていると君には思われるか、それともそうでないか」。――「まったく」と私は言った、「立派に、また正しく」。――「では、もし詩人が自分自身と反対のことを言っているとしても、それが立派に作られていると君には思われるか」。――「立派ではない」と私は言った。――「では、よりよく見たまえ」と彼は言った。――「いや、すぐれた人よ、私はじゅうぶんに考察しているよ」。――「では、知っているかね」と彼は言った、「歌が先へ進むと、彼がどこかでこう言っているのを。『私には、ピッタコスのあの言葉も調子よくは響かない。知恵ある人によって語られたものではあるが。彼は、すぐれた者であることは難しいと言った』。この同じ人が、これをも、またあの前の言葉をも言っていることに、君は気づいているか」。――「知っている」と私は言った。――「では、これらがあれらと一致していると君には思われるか」と彼は言った。――「私にはそう見える」――とはいえ同時に、彼が何かを言うのではないかと私は恐れていた――。「だが」と私は言った、「君にはそう見えないのか」。――「どうしてこれら両方を言う者が、自分自身と一致しているように見えることがあろうか。彼は、はじめは自分で、善い人にまことになることは難しいと仮設しておきながら、歌の少し先へ進むと、忘れてしまい、自分と同じこと、すなわち、すぐれた者であることは難しいと言っているピッタコスを非難し、自分と同じことを言っている彼の言葉を受け入れないと言っているのだから。ところで、自分と同じことを言っている人を非難するときには、明らかに自分自身をも非難しているのだから、前のことか後のことかのどちらかを、彼は正しく言っていないことになる」。

プロディコスの助け――「なる」と「ある」、「難しい」の意味339d–342a

339d

εἰπὼν οὖν ταῦτα πολλοῖς θόρυβον παρέσχεν καὶ ἔπαινον τῶν ἀκουόντων· καὶ ἐγὼ τὸ μὲν πρῶτον, ὡσπερεὶ ὑπὸ ἀγαθοῦ πύκτου πληγείς, ἐσκοτώθην τε καὶ ἰλιγγίασα εἰπόντος αὐτοῦ ταῦτα καὶ τῶν ἄλλων ἐπιθορυβησάντων· ἔπειτα—ὥς γε πρὸς σὲ εἰρῆσθαι τἀληθῆ, ἵνα μοι χρόνος ἐγγένηται τῇ σκέψει τί λέγοι ὁ ποιητής—τρέπομαι πρὸς τὸν Πρόδικον, καὶ καλέσας αὐτόν, ὦ Πρόδικε, ἔφην ἐγώ, σὸς μέντοι Σιμωνίδης πολίτης· δίκαιος εἶ βοηθεῖν τῷ ἀνδρί. δοκῶ οὖν μοι ἐγὼ παρακαλεῖν σέ· ὥσπερ ἔφη Ὅμηρος τὸν Σκάμανδρον πολιορκούμενον ὑπὸ τοῦ Ἀχιλλέως τὸν Σιμόεντα παρακαλεῖν, εἰπόντα— φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλῶ, μὴ ἡμῖν ὁ Πρωταγόρας τὸν Σιμωνίδην ἐκπέρσῃ. καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ᾗ τό τε βούλεσθαι καὶ ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν, καὶ ἃ νυνδὴ εἶπες πολλά τε καὶ καλά. καὶ νῦν σκόπει εἴ σοι συνδοκεῖ ὅπερ ἐμοί. οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτῷ Σιμωνίδης. σὺ γάρ, ὦ Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην· ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι, ἢ ἄλλο;— ἄλλο νὴ Δίʼ, ἔφη ὁ Πρόδικος.—οὐκοῦν, ἔφην ἐγώ, ἐν μὲν τοῖς πρώτοις αὐτὸς ὁ Σιμωνίδης τὴν ἑαυτοῦ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα ἀγαθὸν ἀληθείᾳ γενέσθαι χαλεπὸν εἴη;— ἀληθῆ λέγεις, ἔφη ὁ Πρόδικος.—τὸν δέ γε Πιττακόν, ἦν δʼ ἐγώ, μέμφεται, οὐχ ὡς οἴεται Πρωταγόρας, ταὐτὸν ἑαυτῷ λέγοντα, ἀλλʼ ἄλλο. οὐ γὰρ τοῦτο ὁ Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, γενέσθαι ἐσθλόν, ὥσπερ ὁ Σιμωνίδης, ἀλλὰ τὸ ἔμμεναι· ἔστιν δὲ οὐ ταὐτόν, ὦ Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἶναι καὶ τὸ γενέσθαι. εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἶναι τῷ γενέσθαι, οὐκ ἐναντία λέγει ὁ Σιμωνίδης αὐτὸς αὑτῷ. καὶ ἴσως ἂν φαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθʼ Ἡσίοδον γενέσθαι μὲν ἀγαθὸν χαλεπὸν εἶναι—τῆς γὰρ ἀρετῆς ἔμπροσθεν τοὺς θεοὺς ἱδρῶτα θεῖναι—ὅταν δέ τις αὐτῆς εἰς ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐοῦσαν, ἐκτῆσθαι. ὁ μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με· ὁ δὲ Πρωταγόρας, τὸ ἐπανόρθωμά σοι, ἔφη, ὦ Σώκρατες, μεῖζον ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοῖς. καὶ ἐγὼ εἶπον· κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός· ἰώμενος μεῖζον τὸ νόσημα ποιῶ. ἀλλʼ οὕτως ἔχει, ἔφη. πῶς δή; ἦν δʼ ἐγώ. πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ὅ ἐστιν πάντων χαλεπώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις. καὶ ἐγὼ εἶπον· νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὦ Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ· καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ χαλεπὸν τοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλʼ ὥσπερ περὶ τοῦ δεινοῦ Πρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε δεινοῦ πλούτου οὐδὲ δεινῆς εἰρήνης οὐδὲ δεινῆς ὑγιείας, ἀλλὰ δεινῆς νόσου καὶ δεινοῦ πολέμου καὶ δεινῆς πενίας, ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸ χαλεπὸν αὖ οἱ Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι ὃ σὺ οὐ μανθάνεις· ἐρώμεθα οὖν Πρόδικον—δίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν—τί ἔλεγεν, ὦ Πρόδικε, τὸ χαλεπὸν Σιμωνίδης; κακόν, ἔφη. διὰ ταῦτʼ ἄρα καὶ μέμφεται, ἦν δʼ ἐγώ, ὦ Πρόδικε, τὸν Πιττακὸν λέγοντα χαλεπὸν ἐσθλὸν ἔμμεναι, ὥσπερ ἂν εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν ἐσθλὸν ἔμμεναι. ἀλλὰ τί οἴει, ἔφη, λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπίστατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ τεθραμμένος; ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε. ἔχεις τι πρὸς ταῦτα λέγειν; καὶ ὁ Πρωταγόρας, πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, ὦ Πρόδικε· ἀλλʼ ἐγὼ εὖ οἶδʼ ὅτι καὶ Σιμωνίδης τὸ χαλεπὸν ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλʼ ὃ ἂν μὴ ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται. ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τʼ ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα· λέγει γὰρ ὅτι— θεὸς ἂν μόνος τοῦτʼ ἔχοι γέρας, οὐ δήπου τοῦτό γε λέγων, κακὸν ἐσθλὸν ἔμμεναι, εἶτα τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο γέρας ἀπένειμε μόνῳ· ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνίδην ὁ Πρόδικος καὶ οὐδαμῶς Κεῖον. ἀλλʼ ἅ μοι δοκεῖ διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾁσματι, ἐθέλω σοι εἰπεῖν, εἰ βούλει λαβεῖν μου πεῖραν ὅπως ἔχω, ὃ σὺ λέγεις τοῦτο, περὶ ἐπῶν· ἐὰν δὲ βούλῃ, σοῦ ἀκούσομαι. ὁ μὲν οὖν Πρωταγόρας ἀκούσας μου ταῦτα λέγοντος, εἰ σὺ βούλει, ἔφη, ὦ Σώκρατες· ὁ δὲ Πρόδικός τε καὶ ὁ Ἱππίας ἐκελευέτην πάνυ, καὶ οἱ ἄλλοι.

ソクラテス

彼がこれを言うと、聞いていた人たちの多くから、どよめきと賞賛が起こった。そして私は、はじめのうちは、まるで腕のよい拳闘家に打たれたかのように、彼がこれを言い、ほかの人たちがどよめいたので、目の前が暗くなり、めまいがした。それから――君に本当のことを言えば、詩人が何を言っているのかを考察する時間が私にできるように――、私はプロディコスのほうを向き、彼を呼んで言った。「プロディコス、シモニデスはたしかに君の同郷の市民だ。君がこの人を助けるのは正当なことだ。そこで私は君を呼び寄せるように思われるのだ。ちょうどホメロスが、スカマンドロス川がアキレウスに攻め囲まれて、シモエイス川を呼び寄せて、こう言ったと語っているようにね。『親しい兄弟よ、この男の力を二人して抑えよう』。そのように私も君を呼び寄せる。プロタゴラスがわれわれのためにシモニデスを攻め滅ぼしてしまわないようにね。じっさい、シモニデスのための立て直しには、君の音楽の技が必要なのだ。それによって君は、望むことと欲することとを、同じものではないとして区別するのだし、また今しがた君が語った多くの立派なことも区別するのだからね。そこで今、私に思われることが君にも同じように思われるかどうか、考察してくれたまえ。というのも、シモニデスは自分自身と反対のことを言っているようには見えないのだ。では、プロディコス、君がまず君の考えを示してくれたまえ。なることとあることとは、同じものだと君には思われるか、それとも別のものか」。――「ゼウスにかけて、別のものだ」とプロディコスは言った。――「それでは」と私は言った、「最初の部分で、シモニデス自身は、善い人にまことになることは難しい、という自分の考えを示したのではないか」。――「君の言うことは本当だ」とプロディコスは言った。――「ところが彼がピッタコスを非難しているのは」と私は言った、「プロタゴラスが思っているように、自分と同じことを言っているからではなく、別のことを言っているからなのだ。というのも、ピッタコスが難しいと言っていたのは、シモニデスのように、すぐれた者になることではなく、すぐれた者であることだったのだから。そして、プロタゴラス、ここにいるプロディコスが言うように、あることとなることとは同じではない。そして、もしあることがなることと同じでないのなら、シモニデスは自分自身と反対のことを言ってはいないのだ。そしておそらく、ここにいるプロディコスも、ほかの多くの人たちも、ヘシオドスにしたがって、善い者になることは難しいと言うだろう――というのも、徳の前には、神々は汗を置いたのだから――。だが、人がその頂に到達したときには、それは、難しいものではあっても、そのあとはたやすいものとなって、獲得されるのだ、と」。プロディコスはこれを聞いて、私を賞賛した。だがプロタゴラスは言った。「君の立て直しは、ソクラテス、君が立て直そうとしている誤りよりも大きな誤りを含んでいる」。そこで私は言った。「それでは、どうやら、私はまずいことをしてしまったようだ、プロタゴラス。私は滑稽な医者なのだ。治療しながら、病気をもっと重くしているのだから」。――「いや、そのとおりなのだ」と彼は言った。――「いったいどうしてかね」と私は言った。――「もし詩人が、徳を獲得することを、それほどつまらないことだと言っているのだとしたら、詩人の無学はたいへんなものだろう。それは、すべての人間に思われているとおり、あらゆることのうちで最も難しいことなのに」。そこで私は言った。「ゼウスにかけて、ここにいるプロディコスは、ちょうどよいときに、われわれの議論に居合わせてくれたものだ。というのも、プロタゴラス、プロディコスの知恵は、どうやら、古くからの何か神的なもののようなのだ。シモニデスから始まったか、あるいはさらに古いものかもしれない。ところが君は、ほかの多くのことには経験があるのに、これには経験がないように見える。私は、ここにいるこのプロディコスの弟子であるおかげで、経験があるのだがね。そして今も君は、次のことを理解していないように私には思われる。この『難しい』ということも、おそらく、シモニデスは君が受けとっているようには受けとっていなかったのだ。そうではなく、ちょうど『恐ろしい』という語について、ここにいるこのプロディコスがそのつど私をたしなめるようにね。私が君やほかの誰かを賞賛して、プロタゴラスは知恵ある、恐ろしい人物だと言うと、善いものを恐ろしいと呼んで恥ずかしくないのかと尋ねるのだ。というのも、恐ろしいものは悪いものだ、と彼は言う。少なくとも、誰もそのつど、恐ろしい富とか恐ろしい平和とか恐ろしい健康とかは言わず、恐ろしい病気とか恐ろしい戦争とか恐ろしい貧乏とか言うのだ。恐ろしいものは悪いものだとしてね。そこでおそらく、『難しい』ということも、ケオスの人たちとシモニデスは、悪いものとして受けとっているか、あるいは君が理解していない何か別のものとして受けとっているのだ。では、プロディコスに尋ねよう――シモニデスの言葉づかいについては、この人に尋ねるのが正当なのだから――。プロディコス、シモニデスは『難しい』を何と言っていたのか」。――「悪い、だ」と彼は言った。――「それでは、そのために」と私は言った、「プロディコス、彼は、すぐれた者であることは難しいと言うピッタコスを非難しているのだね。まるで、すぐれた者であることは悪いことだと彼が言っているのを聞いたかのように」。――「では、ソクラテス」と彼は言った、「シモニデスがこれ以外の何を言っていると君は思うのかね。そして、ピッタコスがレスボスの人であり、異国の言葉のなかで育てられたので、名前を正しく区別することを心得ていなかった、と彼を非難しているのだ」。――「聞いているかね、プロタゴラス」と私は言った、「ここにいるプロディコスの言うことを。これに対して何か言うことがあるかね」。そこでプロタゴラスは言った。「それはとんでもない、プロディコス。私はよく知っているが、シモニデスもまた、『難しい』を、ほかのわれわれと同じ意味で言っていたのだ。悪いという意味ではなく、たやすくはなく、多くの苦労を通じて生じるもの、という意味でね」。――「いや、私もまた」と私は言った、「プロタゴラス、シモニデスはそのことを言っているのだと思うし、ここにいるプロディコスもそれを知っていて、冗談を言っているのであり、君が自分自身の言説を助けることができるかどうか、君を試しているように思われるのだ。というのも、シモニデスが『難しい』を悪いという意味で言っているのではないことには、すぐその次の言葉が大きな証拠になる。彼はこう言っているのだからね。『神だけがこの特権をもつだろう』。すぐれた者であることは悪いことだ、などと言っておきながら、それから神だけがこれをもつだろうと言い、神にだけこの特権を割り当てた、などということはまさかないだろう。そんなことなら、プロディコスは、シモニデスを、放埒な者で、とてもケオスの人ではない、と言うことになるだろうからね。だが、シモニデスがこの歌においてどう考えていると私に思われるかを、君に言いたいと思う。もし君が、君の言うこの詩句についての点で、私がどうであるかを試してみたいと望むならね。だが、もし君が望むなら、君の言うことを聞こう」。プロタゴラスは、私がこう言うのを聞いて、「君が望むなら、ソクラテス」と言った。そしてプロディコスとヒッピアスはしきりに促し、ほかの人たちもそうした。

スパルタとクレタの隠れた知恵――七賢人の簡潔な言葉342a–343c

342a

ἐγὼ τοίνυν, ἦν δʼ ἐγώ, ἅ γέ μοι δοκεῖ περὶ τοῦ ᾄσματος τούτου, πειράσομαι ὑμῖν διεξελθεῖν. φιλοσοφία γάρ ἐστιν παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν· ἀλλʼ ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατάδηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχεσθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν. νῦν δὲ ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι αὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους· οἱ δὲ Λακεδαιμόνιοι, ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρʼ αὑτοῖς συγγενέσθαι σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενηλασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦντες, ἀλλὰ καὶ γυναῖκες. γνοῖτε δʼ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα πεπαίδευνται, ὧδε· εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τῷ φαυλοτάτῳ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοῖς λόγοις εὑρήσει αὐτὸν φαῦλόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχῃ τῶν λεγομένων, ἐνέβαλεν ῥῆμα ἄξιον λόγου βραχὺ καὶ συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστής, ὥστε φαίνεσθαι τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω. τοῦτο οὖν αὐτὸ καὶ τῶν νῦν εἰσὶν οἳ κατανενοήκασι καὶ τῶν πάλαι, ὅτι τὸ λακωνίζειν πολὺ μᾶλλόν ἐστιν φιλοσοφεῖν ἢ φιλογυμναστεῖν, εἰδότες ὅτι τοιαῦτα οἷόν τʼ εἶναι ῥήματα φθέγγεσθαι τελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου. τούτων ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα· οὗτοι καὶ κοινῇ συνελθόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες ὑμνοῦσιν, γνῶθι σαυτόν καὶ μηδὲν ἄγαν. τοῦ δὴ ἕνεκα ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική· καὶ δὴ καὶ τοῦ Πιττακοῦ ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν σοφῶν, τὸ χαλεπὸν ἐσθλὸν ἔμμεναι. ὁ οὖν Σιμωνίδης, ἅτε φιλότιμος ὢν ἐπὶ σοφίᾳ, ἔγνω ὅτι εἰ καθέλοι τοῦτο τὸ ῥῆμα ὥσπερ εὐδοκιμοῦντα ἀθλητὴν καὶ περιγένοιτο αὐτοῦ, αὐτὸς εὐδοκιμήσει ἐν τοῖς τότε ἀνθρώποις. εἰς τοῦτο οὖν τὸ ῥῆμα καὶ τούτου ἕνεκα τούτῳ ἐπιβουλεύων κολοῦσαι αὐτὸ ἅπαν τὸ ᾆσμα πεποίηκεν, ὥς μοι φαίνεται.

ソクラテス

「では私は」と私は言った、「この歌について私に思われることを、君たちに詳しく述べるよう試みよう。というのも、ギリシア人のうちで最も古く最も多くの知恵の愛求は、クレタとラケダイモンにあり、地上で最も多くのソフィストたちもそこにいるのだ。だが彼らはそれを否定し、無学であるふりをしている。ちょうどプロタゴラスが言っていたソフィストたちのように、知恵によってギリシア人にまさっていることがはっきりわからないようにするためにね。そうではなく、戦うことと勇気によってまさっていると思われるようにしているのだ。もし自分たちが何によってまさっているかが知られたら、皆がそれ、すなわち知恵を修練するだろうと考えてね。ところが今は、それを隠して、ほかの国々でラコニア風を気取っている者たちを欺いてしまった。そしてその者たちは、彼らをまねて耳をつぶしたり、革ひもを巻きつけたり、体育に熱中したり、短いマントを着たりしている。まるでそうしたことによってラケダイモン人がギリシア人を制しているかのようにね。他方、ラケダイモン人は、自分たちのところのソフィストたちと気兼ねなく交わりたいと思い、ひそかに交わるのにもう嫌気がさしたときには、これらラコニア風を気取る者たちや、ほかに誰か外国人でありながら滞在している者があればその者を追放する外国人追放を行なって、外国人たちに気づかれずにソフィストたちと交わるのだ。そして、彼ら自身は、若者たちの誰をもほかの国々へ出て行かせない。クレタ人もそうだが、それは自分たちが教えていることを、若者たちが忘れてしまわないようにするためなのだ。そして、これらの国々には、教養について大いに誇りをもっている男たちだけでなく、女たちもいる。私の言っていることが本当であり、ラケダイモン人が知恵の愛求と言論に向けて最もよく教育されているということを、君たちは次のようにして知ることができるだろう。もし誰かがラケダイモン人のうちの最もつまらない者と交わろうとすれば、話のたいていのところでは、その者が何かつまらない者であるように見えることに気づくだろう。ところがそれから、話されていることのどこであれ、たまたまのところで、彼は、語るに値する、短く引き締まった言葉を、まるで腕のよい投げ槍の名手のように投げこむのだ。そのため、話し相手のほうが、子どもと少しも変わらないように見えるほどだ。まさにこのことに、今の人たちのうちにも昔の人たちのうちにも気づいた者たちがいるのだ。すなわち、ラコニア風にふるまうとは、体育に熱中することよりも、はるかに知恵を愛求することなのだ、と。そうした言葉を発することができるのは、完全に教育された人間のすることだと知ってね。そうした人たちのうちには、ミレトスのタレスも、ミュティレネのピッタコスも、プリエネのビアスも、われわれのソロンも、リンドスのクレオブロスも、ケンのミュソンもいたし、彼らのうちの七人目として、ラケダイモン人キロンが挙げられていた。これらの人たちは皆、ラケダイモン人の教育を熱心に見習い、それを愛し、それを学ぶ者たちだった。そして彼らの知恵が、そのようなもの、すなわち各人によって語られた、短くて記憶に値する言葉であることを、人は学びとることができるだろう。これらの人たちはまた、共に集まって、知恵の初穂を、デルポイにある神殿のアポロンに奉納した。皆が讃えるあの言葉、『汝自身を知れ』と『何ごとも度を過ごすな』を書いてね。では、何のために私はこのことを言うのか。昔の人たちの知恵の愛求のやり方は、このようなもの、すなわち一種のラコニア風の簡潔な言葉づかいだった、ということのためだ。そしてとりわけ、ピッタコスのこの言葉、すなわち『すぐれた者であることは難しい』は、知恵ある人たちに褒めたたえられて、個別に広まっていた。そこでシモニデスは、知恵にかけて名誉を求める者だったので、もしこの言葉を、まるで評判の高い競技者を倒すように倒して、それにうち勝つならば、自分自身が当時の人間たちのあいだで評判を得るだろうと考えた。そこで、この言葉に向けて、またこのために、これを打ち倒そうとたくらんで、彼はこの歌全体を作ったのだ、と私には見える」。

善い人に「なる」ことと「である」こと343c–345c

343c

ἐπισκεψώμεθα δὴ αὐτὸ κοινῇ ἅπαντες, εἰ ἄρα ἐγὼ ἀληθῆ λέγω. εὐθὺς γὰρ τὸ πρῶτον τοῦ ᾄσματος μανικὸν ἂν φανείη, εἰ βουλόμενος λέγειν ὅτι ἄνδρα ἀγαθὸν γενέσθαι χαλεπόν, ἔπειτα ἐνέβαλε τὸ μέν. τοῦτο γὰρ οὐδὲ πρὸς ἕνα λόγον φαίνεται ἐμβεβλῆσθαι, ἐὰν μή τις ὑπολάβῃ πρὸς τὸ τοῦ Πιττακοῦ ῥῆμα ὥσπερ ἐρίζοντα λέγειν τὸν Σιμωνίδην· λέγοντος τοῦ Πιττακοῦ ὅτι χαλεπὸν ἐσθλὸν ἔμμεναι, ἀμφισβητοῦντα εἰπεῖν ὅτι οὔκ, ἀλλὰ γενέσθαι μὲν χαλεπὸν ἄνδρα ἀγαθόν ἐστιν, ὦ Πιττακέ, ὡς ἀληθῶς—οὐκ ἀληθείᾳ ἀγαθόν, οὐκ ἐπὶ τούτῳ λέγει τὴν ἀλήθειαν, ὡς ἄρα ὄντων τινῶν τῶν μὲν ὡς ἀληθῶς ἀγαθῶν, τῶν δὲ ἀγαθῶν μέν, οὐ μέντοι ἀληθῶς—εὔηθες γὰρ τοῦτό γε φανείη ἂν καὶ οὐ Σιμωνίδου— ἀλλʼ ὑπερβατὸν δεῖ θεῖναι ἐν τῷ ᾁσματι τὸ ἀλαθέως, οὑτωσί πως ὑπειπόντα τὸ τοῦ Πιττακοῦ, ὥσπερ ἂν εἰ θεῖμεν αὐτὸν λέγοντα τὸν Πιττακὸν καὶ Σιμωνίδην ἀποκρινόμενον εἰπόντα· ὦ ἄνθρωποι, χαλεπὸν ἐσθλὸν ἔμμεναι, τὸν δὲ ἀποκρινόμενον ὅτι ὦ Πιττακέ, οὐκ ἀληθῆ λέγεις· οὐ γὰρ εἶναι ἀλλὰ γενέσθαι μέν ἐστιν ἄνδρα ἀγαθὸν χερσί τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου τετυγμένον, χαλεπὸν ἀλαθέως. οὕτω φαίνεται τὸ πρὸς λόγον τὸ μέν ἐμβεβλημένον καὶ τὸ ἀλαθέως ὀρθῶς ἐπʼ ἐσχάτῳ κείμενον· καὶ τὰ ἐπιόντα πάντα τούτῳ μαρτυρεῖ, ὅτι οὕτως εἴρηται. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τῶν ἐν τῷ ᾁσματι εἰρημένων ἀποδεῖξαι ὡς εὖ πεποίηται—πάνυ γὰρ χαριέντως καὶ μεμελημένως ἔχει—ἀλλὰ μακρὸν ἂν εἴη αὐτὸ οὕτω διελθεῖν· ἀλλὰ τὸν τύπον αὐτοῦ τὸν ὅλον διεξέλθωμεν καὶ τὴν βούλησιν, ὅτι παντὸς μᾶλλον ἔλεγχός ἐστιν τοῦ Πιττακείου ῥήματος διὰ παντὸς τοῦ ᾄσματος. λέγει γὰρ μετὰ τοῦτο ὀλίγα διελθών, ὡς ἂν εἰ λέγοι λόγον, ὅτι γενέσθαι μὲν ἄνδρα ἀγαθὸν χαλεπὸν ἀλαθέως, οἷόν τε μέντοι ἐπί γε χρόνον τινά· γενόμενον δὲ διαμένειν ἐν ταύτῃ τῇ ἕξει καὶ εἶναι ἄνδρα ἀγαθόν, ὡς σὺ λέγεις, ὦ Πιττακέ, ἀδύνατον καὶ οὐκ ἀνθρώπειον, ἀλλὰ θεὸς ἂν μόνος τοῦτο ἔχοι τὸ γέρας, ἄνδρα δʼ οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι, ὃν ἂν ἀμήχανος συμφορὰ καθέλῃ. τίνα οὖν ἀμήχανος συμφορὰ καθαιρεῖ ἐν πλοίου ἀρχῇ; δῆλον ὅτι οὐ τὸν ἰδιώτην· ὁ μὲν γὰρ ἰδιώτης ἀεὶ καθῄρηται. ὥσπερ οὖν οὐ τὸν κείμενόν τις ἂν καταβάλοι, ἀλλὰ τὸν μὲν ἑστῶτά ποτε καταβάλοι ἄν τις ὥστε κείμενον ποιῆσαι, τὸν δὲ κείμενον οὔ, οὕτω καὶ τὸν εὐμήχανον ὄντα ποτὲ ἀμήχανος ἂν συμφορὰ καθέλοι, τὸν δὲ ἀεὶ ἀμήχανον ὄντα οὔ, καὶ τὸν κυβερνήτην μέγας χειμὼν ἐπιπεσὼν ἀμήχανον ἂν ποιήσειεν, καὶ γεωργὸν χαλεπὴ ὥρα ἐπελθοῦσα ἀμήχανον ἂν θείη, καὶ ἰατρὸν ταὐτὰ ταῦτα. τῷ μὲν γὰρ ἐσθλῷ ἐγχωρεῖ κακῷ γενέσθαι, ὥσπερ καὶ παρʼ ἄλλου ποιητοῦ μαρτυρεῖται τοῦ εἰπόντος— αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δʼ ἐσθλός· τῷ δὲ κακῷ οὐκ ἐγχωρεῖ γενέσθαι, ἀλλʼ ἀεὶ εἶναι ἀνάγκη. ὥστε τὸν μὲν εὐμήχανον καὶ σοφὸν καὶ ἀγαθὸν ἐπειδὰν ἀμήχανος συμφορὰ καθέλῃ, οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι· σὺ δὲ φῄς, ὦ Πιττακέ, χαλεπὸν ἐσθλὸν ἔμμεναι· τὸ δʼ ἐστὶ γενέσθαι μὲν χαλεπόν, δυνατὸν δέ, ἐσθλόν, ἔμμεναι δὲ ἀδύνατον· πράξας μὲν γὰρ εὖ πᾶς ἀνὴρ ἀγαθός, κακὸς δʼ εἰ κακῶς. τίς οὖν εἰς γράμματα ἀγαθὴ πρᾶξίς ἐστιν, καὶ τίς ἄνδρα ἀγαθὸν ποιεῖ εἰς γράμματα; δῆλον ὅτι ἡ τούτων μάθησις. τίς δὲ εὐπραγία ἀγαθὸν ἰατρὸν ποιεῖ; δῆλον ὅτι ἡ τῶν καμνόντων τῆς θεραπείας μάθησις. κακὸς δὲ κακῶς· τίς οὖν ἂν κακὸς ἰατρὸς γένοιτο; δῆλον ὅτι ᾧ πρῶτον μὲν ὑπάρχει ἰατρῷ εἶναι, ἔπειτα ἀγαθῷ ἰατρῷ—οὗτος γὰρ ἂν καὶ κακὸς γένοιτο—ἡμεῖς δὲ οἱ ἰατρικῆς ἰδιῶται οὐκ ἄν ποτε γενοίμεθα κακῶς πράξαντες οὔτε ἰατροὶ οὔτε τέκτονες οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων· ὅστις δὲ μὴ ἰατρὸς ἂν γένοιτο κακῶς πράξας, δῆλον ὅτι οὐδὲ κακὸς ἰατρός. οὕτω καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ γένοιτʼ ἄν ποτε καὶ κακὸς ἢ ὑπὸ χρόνου ἢ ὑπὸ πόνου ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἄλλου τινὸς περιπτώματος— αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρᾶξις, ἐπιστήμης στερηθῆναι—ὁ δὲ κακὸς ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακός—ἔστιν γὰρ ἀεί— ἀλλʼ εἰ μέλλει κακὸς γενέσθαι, δεῖ αὐτὸν πρότερον ἀγαθὸν γενέσθαι. ὥστε καὶ τοῦτο τοῦ ᾄσματος πρὸς τοῦτο τείνει, ὅτι εἶναι μὲν ἄνδρα ἀγαθὸν οὐχ οἷόν τε, διατελοῦντα ἀγαθόν, γενέσθαι δὲ ἀγαθὸν οἷόν τε, καὶ κακόν γε τὸν αὐτὸν τοῦτον· ἐπὶ πλεῖστον δὲ καὶ ἄριστοί εἰσιν οὓς ἂν οἱ θεοὶ φιλῶσιν.

ソクラテス

「では、われわれ皆で、一緒にそれを考察しよう。私が本当のことを言っているかどうかをね。というのも、歌のまさに最初からして、もし彼が、善い人になることは難しい、と言おうとしていながら、それから『たしかに』を投げこんだのだとしたら、気が狂っているように見えるだろうから。というのも、これは、ピッタコスの言葉に対してシモニデスがまるで争うように言っている、と受けとるのでなければ、どんな筋道にとっても投げこまれたようには見えないのだから。ピッタコスが、すぐれた者であることは難しい、と言ったのに対して、彼が異を唱えて言ったのだ。そうではない、ピッタコスよ、善い人になることが、本当に難しいのだ、と――『まことに善い』のではない。彼は、この点に『まこと』を言っているのではないのだ。まるで、ある人たちは本当に善いが、ある人たちは善いけれども本当にではない、というかのように――そんなことは愚直なことに見え、シモニデスらしくないだろう――。そうではなく、歌の中の『まことに』は、語順を入れかえたものとして置かなければならない。ピッタコスの言葉を、おおよそこんなふうに前もって言っておいてね。ちょうど、ピッタコス自身が言っているとし、シモニデスが答えて言っているとしたように。『人々よ、すぐれた者であることは難しい』。そして答える者が、『ピッタコスよ、君は本当のことを言っていない。というのも、あることではなく、なることこそが、たしかに、手においても足においても心においても四角く、非難の余地なく作り上げられた善い人に、まことに難しいのだ』。このようにして、筋道に合わせて『たしかに』が投げこまれており、『まことに』が最後に正しく置かれていることが見えてくる。そして、続くすべてのことが、そのように言われていることを証言している。というのも、歌の中で言われていることのそれぞれについても、それがどれほどよく作られているかを示すことは多くできるのだから――じっさい、まったく優美に、また念入りにできているのだ――。だが、それをそのように詳しく述べるのは長くなるだろう。そこで、その全体の型と意図とを詳しく述べよう。それは、歌全体を通して、何にもましてピッタコスの言葉への論駁なのだ、ということをね。というのも、彼はその後で、少し進んでから、まるで論を述べるかのように言っているのだ。善い人に、まことになることは難しいが、少なくともある時間のあいだは可能である。だが、なったあとで、その状態にとどまり続けて善い人であることは、ピッタコスよ、君の言うようには、不可能であり、人間わざではない。『神だけがこの特権をもつだろう。だが、人間は、手だてのない災難が打ち倒した者は、悪い者とならずにはいない』。では、船の指揮において、手だてのない災難は、誰を打ち倒すのか。明らかに、素人ではない。素人はいつも打ち倒されているのだから。ちょうど、横たわっている者を人が投げ倒すことはなく、立っている者なら、いつか投げ倒して横たわる者にすることもあろうが、横たわっている者はそうはしないように、そのように、手だてのある者を、いつか手だてのない災難が打ち倒すことはあろうが、いつも手だてのない者はそうはならない。そして、舵取りには、大嵐が襲いかかれば、手だてのない者にすることもあろうし、農夫には、厳しい季節がやって来れば、手だてのない者にすることもあろうし、医者についても同じことだ。というのも、すぐれた者には悪い者になることがありうるのだから。ちょうど、ほかの詩人によっても、こう言った人によって証言されているようにね。『だが、善い人は、ときには悪く、ときにはすぐれている』。だが、悪い者には、なることはありえず、いつもそうであることが必然なのだ。だから、手だてがあり、知恵があり、善い者を、手だてのない災難が打ち倒したときには、悪い者とならずにはいない。だが君は、ピッタコスよ、すぐれた者であることは難しいと言う。だが、それは、なることは難しいが可能であり、すぐれた者であることは不可能なのだ。『というのも、うまくなしとげれば、どの人も善い者であり、まずくなしとげれば悪い者なのだから』。では、文字にかけて、善いなしとげとは何であり、何が人を文字にかけて善い人にするのか。明らかに、それを学ぶことだ。では、どのような首尾のよさが、善い医者をつくるのか。明らかに、病む者たちの世話を学ぶことだ。『まずくなしとげれば悪い者』。では、誰が悪い医者になるだろうか。明らかに、まず医者であり、それから善い医者であるということが備わっている者だ――この者こそ、悪い者にもなりうるのだから――。だが、医術の素人であるわれわれは、まずくなしとげても、医者にも大工にも、ほかのそうした何者にも、決してなることはないだろう。そして、まずくなしとげても医者にならない者は、明らかに悪い医者にもならない。そのように、善い人も、いつか、時によってであれ、労苦によってであれ、病気によってであれ、ほかの何らかの災いによってであれ、悪い者にもなるだろう――というのも、悪いなしとげとはただこれ、すなわち知識を奪われることだけなのだから――。だが、悪い人は、決して悪い者になることはないだろう――いつもそうであるのだから――。そうではなく、もし悪い者になろうとするのなら、その者はまず善い者にならなければならない。だから、歌のこの部分もまた、次のことに向かっている。すなわち、善い人であること、善い者であり続けることは不可能だが、善い者になることは可能であり、またまさに同じその者が悪い者になることも可能である、と。『そして、神々が愛する者たちが、最も長いあいだ最もすぐれた者たちなのだ』」。

「すすんで」悪をなす者はいない345c–347a

345c

ταῦτά τε οὖν πάντα πρὸς τὸν Πιττακὸν εἴρηται, καὶ τὰ ἐπιόντα γε τοῦ ᾄσματος ἔτι μᾶλλον δηλοῖ. φησὶ γάρ— τοὔνεκεν οὔ ποτʼ ἐγὼ τὸ μὴ γενέσθαι δυνατὸν διζήμενος κενεὰν ἐς ἄπρακτον ἐλπίδα μοῖραν αἰῶνος βαλέω, πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός· ἐπί θʼ ὑμῖν εὑρὼν ἀπαγγελέω, φησίν—οὕτω σφόδρα καὶ διʼ ὅλου τοῦ ᾄσματος ἐπεξέρχεται τῷ τοῦ Πιττακοῦ ῥήματι— πάντας δʼ ἐπαίνημι καὶ φιλέω ἑκὼν ὅστις ἕρδῃ μηδὲν αἰσχρόν· ἀνάγκῃ δʼ οὐδὲ θεοὶ μάχονται· καὶ τοῦτʼ ἐστὶ πρὸς τὸ αὐτὸ τοῦτο εἰρημένον. οὐ γὰρ οὕτως ἀπαίδευτος ἦν Σιμωνίδης, ὥστε τούτους φάναι ἐπαινεῖν, ὃς ἂν ἑκὼν μηδὲν κακὸν ποιῇ, ὡς ὄντων τινῶν οἳ ἑκόντες κακὰ ποιοῦσιν. ἐγὼ γὰρ σχεδόν τι οἶμαι τοῦτο, ὅτι οὐδεὶς τῶν σοφῶν ἀνδρῶν ἡγεῖται οὐδένα ἀνθρώπων ἑκόντα ἐξαμαρτάνειν οὐδὲ αἰσχρά τε καὶ κακὰ ἑκόντα ἐργάζεσθαι, ἀλλʼ εὖ ἴσασιν ὅτι πάντες οἱ τὰ αἰσχρὰ καὶ τὰ κακὰ ποιοῦντες ἄκοντες ποιοῦσιν· καὶ δὴ καὶ ὁ Σιμωνίδης οὐχ ὃς ἂν μὴ κακὰ ποιῇ ἑκών, τούτων φησὶν ἐπαινέτης εἶναι, ἀλλὰ περὶ ἑαυτοῦ λέγει τοῦτο τὸ ἑκών. ἡγεῖτο γὰρ ἄνδρα καλὸν κἀγαθὸν πολλάκις αὑτὸν ἐπαναγκάζειν φίλον τινὶ γίγνεσθαι καὶ ἐπαινέτην φιλεῖν καὶ ἐπαινεῖν, οἷον ἀνδρὶ πολλάκις συμβῆναι μητέρα ἢ πατέρα ἀλλόκοτον ἢ πατρίδα ἢ ἄλλο τι τῶν τοιούτων. τοὺς μὲν οὖν πονηρούς, ὅταν τοιοῦτόν τι αὐτοῖς συμβῇ, ὥσπερ ἁσμένους ὁρᾶν καὶ ψέγοντας ἐπιδεικνύναι καὶ κατηγορεῖν τὴν πονηρίαν τῶν γονέων ἢ πατρίδος, ἵνα αὐτοῖς ἀμελοῦσιν αὐτῶν μὴ ἐγκαλῶσιν οἱ ἄνθρωποι μηδʼ ὀνειδίζωσιν ὅτι ἀμελοῦσιν, ὥστε ἔτι μᾶλλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας ἑκουσίους πρὸς ταῖς ἀναγκαίαις προστίθεσθαι· τοὺς δʼ ἀγαθοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινεῖν ἀναγκάζεσθαι, καὶ ἄν τι ὀργισθῶσιν τοῖς γονεῦσιν ἢ πατρίδι ἀδικηθέντες, αὐτοὺς ἑαυτοὺς παραμυθεῖσθαι καὶ διαλλάττεσθαι προσαναγκάζοντας ἑαυτοὺς φιλεῖν τοὺς ἑαυτῶν καὶ ἐπαινεῖν. πολλάκις δὲ οἶμαι καὶ Σιμωνίδης ἡγήσατο καὶ αὐτὸς ἢ τύραννον ἢ ἄλλον τινὰ τῶν τοιούτων ἐπαινέσαι καὶ ἐγκωμιάσαι οὐχ ἑκών, ἀλλʼ ἀναγκαζόμενος. ταῦτα δὴ καὶ τῷ Πιττακῷ λέγει ὅτι ἐγώ, ὦ Πιττακέ, οὐ διὰ ταῦτά σε ψέγω, ὅτι εἰμὶ φιλόψογος, ἐπεὶ— ἔμοιγʼ ἐξαρκεῖ ὃς ἂν μὴ κακὸς ᾖ μηδʼ ἄγαν ἀπάλαμνος, εἰδώς τʼ ὀνησίπολιν δίκαν ὑγιὴς ἀνήρ· οὔ μιν ἐγὼ μωμήσομαι— οὐ γάρ εἰμι φιλόμωμος— τῶν γὰρ ἠλιθίων ἀπείρων γενέθλα, πάντα τοι καλά, τοῖσί τʼ αἰσχρὰ μὴ μέμεικται. οὐ τοῦτο λέγει, ὥσπερ ἂν εἰ ἔλεγε πάντα τοι λευκά, οἷς μέλανα μὴ μέμεικται—γελοῖον γὰρ ἂν εἴη πολλαχῇ—ἀλλʼ ὅτι αὐτὸς καὶ τὰ μέσα ἀποδέχεται ὥστε μὴ ψέγειν. καὶ οὐ ζητῶ, ἔφη, πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός, ἐπί θʼ ὑμῖν εὑρὼν ἀπαγγελέω· ὥστε τούτου γʼ ἕνεκα οὐδένα ἐπαινέσομαι, ἀλλά μοι ἐξαρκεῖ ἂν ᾖ μέσος καὶ μηδὲν κακὸν ποιῇ, ὡς ἐγὼ πάντας φιλέω καὶ ἐπαίνημι —καὶ τῇ φωνῇ ἐνταῦθα κέχρηται τῇ τῶν Μυτιληναίων, ὡς πρὸς Πιττακὸν λέγων τὸ πάντας δὲ ἐπαίνημι καὶ φιλέω ἑκών —ἐνταῦθα δεῖ ἐν τῷ ἑκών διαλαβεῖν λέγοντα— ὅστις ἕρδῃ μηδὲν αἰσχρόν, ἄκων δʼ ἔστιν οὓς ἐγὼ ἐπαινῶ καὶ φιλῶ. σὲ οὖν, καὶ εἰ μέσως ἔλεγες ἐπιεικῆ καὶ ἀληθῆ, ὦ Πιττακέ, οὐκ ἄν ποτε ἔψεγον· νῦν δὲ σφόδρα γὰρ καὶ περὶ τῶν μεγίστων ψευδόμενος δοκεῖς ἀληθῆ λέγειν, διὰ ταῦτά σε ἐγὼ ψέγω. ταῦτά μοι δοκεῖ, ὦ Πρόδικε καὶ Πρωταγόρα, ἦν δʼ ἐγώ, Σιμωνίδης διανοούμενος πεποιηκέναι τοῦτο τὸ ᾆσμα.

ソクラテス

「さて、これらすべてがピッタコスに向けて言われているのであり、歌の続く部分は、さらにいっそうそれを明らかにしている。彼はこう言っているのだ。『それゆえ私は決して、ありえないことを探し求めて、わが生の分け前を、むなしく実りのない望みに投げ出しはしないだろう。広い大地の実りを食むわれわれのうちに、まったく非の打ちどころのない人間を。だが、もし見いだしたならば、君たちに知らせよう』と彼は言う――こうして激しく、歌全体を通して、ピッタコスの言葉に攻めかかっているのだ――。『だが私は、すすんで、何一つ恥ずべきことをしない者はすべて、ほめたたえ、愛する。必然には神々さえも戦わない』。そしてこれも、まさに同じことに向けて言われているのだ。というのも、シモニデスは、すすんで何一つ悪いことをしない者、その者たちをほめたたえると言うほど、無教養ではなかったのだから。まるで、すすんで悪いことをする人たちがいるかのようにね。というのも、私はほぼこう考えているのだ。知恵ある人たちのうちの誰一人として、人間の誰かがすすんで過ちを犯すとも、すすんで恥ずべきことや悪いことをなすとも考えてはおらず、恥ずべきことや悪いことをする者は皆、すすまずにそうしているのだと、よく知っているのだ、と。そしてもちろん、シモニデスもまた、すすんで悪いことをしない者、その者たちをほめたたえる者であると言っているのではなく、この『すすんで』は、自分自身について言っているのだ。というのも、彼は、立派ですぐれた人物は、しばしば自分自身に無理強いして、ある人の友となり、ほめたたえる者となるものだ、と考えていたのだ。たとえば、ある人にとって、母親や父親が風変わりな者であったり、祖国やほかのそうした何かがそうであったりすることは、しばしば起こる。そこで、劣悪な者たちは、そうしたことが自分たちに起こると、まるで喜んでそれを見るかのように、非難しながら、両親や祖国の劣悪さを指し示して告発するのだ。自分たちがそれをないがしろにしていることで、人々が自分たちを責めたり、ないがしろにしていると非難したりしないようにね。その結果、ますます彼らを非難し、必然的な敵意に加えて、自分からすすんでの敵意をも付け加えるのだ。他方、善い者たちは、それを覆い隠し、ほめたたえるよう強いられるのであり、もし両親や祖国から不正を受けて何か腹を立てたとしても、自分で自分をなだめ、和解し、自分自身に無理強いして、自分の身内のものを愛し、ほめたたえるのだ。そしてシモニデスもまた、思うに、しばしば自分自身も、僭主やほかのそうした誰かを、すすんでではなく、強いられて、ほめたたえ、讃えたことがあると考えたのだ。そこで、まさにこのことを、ピッタコスにも言っているのだ。『ピッタコスよ、私が君を非難するのは、私が非難好きだからではない』と。『というのも、私には、悪い者でなく、あまりにも手だてのない者でもなく、国を益する正義を知っている健全な人であれば、それで足りるのだ。私はその者を責めはしないだろう』――『というのも、私は責め好きではないのだから』――『というのも、愚かな者たちの一族は限りがないのだから。恥ずべきことが混じっていないものは、すべて美しい』。彼がこれを言っているのは、ちょうど、黒いものが混じっていないものはすべて白い、と言うかのようにではない――そんなことは多くの点で滑稽だろうから――。そうではなく、自分は中間のものも受け入れて、非難しないということなのだ。『そして私は』と彼は言う、『広い大地の実りを食むわれわれのうちに、まったく非の打ちどころのない人間を探しはしない。だが、もし見いだしたならば、君たちに知らせよう』。『だから、そのためには、私は誰もほめたたえはしないだろう。私には、中間の者であって、何一つ悪いことをしないならば、それで足りる。私はすべての人を愛し、ほめたたえる』――そしてここで、彼はミュティレネの人たちの言葉づかいを用いている。ピッタコスに向かって言うかのようにね。『すべての人を私はほめたたえ、愛する、すすんで』――ここで、『すすんで』のところで区切って言わなければならない――『何一つ恥ずべきことをしない者は』。だが、すすまずに私がほめたたえ、愛する者たちもいるのだ。そこで君についても、ピッタコスよ、もし君が中ほどに穏当で本当のことを言っていたなら、私は決して君を非難しなかっただろう。だが今は、君は、しかも最も重大なことについて、ひどく偽りを言っていながら、本当のことを言っていると思われているので、そのために私は君を非難するのだ。プロディコスとプロタゴラスよ」と私は言った、「シモニデスはこのようなことを考えてこの歌を作ったのだと、私には思われるのだ」。

詩の議論は酒宴の笛吹き女のようなもの347a–348c

347a

καὶ ὁ Ἱππίας, εὖ μέν μοι δοκεῖς, ἔφη, ὦ Σώκρατες, καὶ σὺ περὶ τοῦ ᾄσματος διεληλυθέναι· ἔστιν μέντοι, ἔφη, καὶ ἐμοὶ λόγος περὶ αὐτοῦ εὖ ἔχων, ὃν ὑμῖν ἐπιδείξω, ἂν βούλησθε. καὶ ὁ Ἀλκιβιάδης, ναί, ἔφη, ὦ Ἱππία, εἰς αὖθίς γε· νῦν δὲ δίκαιόν ἐστιν ἃ ὡμολογησάτην πρὸς ἀλλήλω Πρωταγόρας καὶ Σωκράτης, Πρωταγόρας μὲν εἰ ἔτι βούλεται ἐρωτᾶν, ἀποκρίνεσθαι Σωκράτη, εἰ δὲ δὴ βούλεται Σωκράτει ἀποκρίνεσθαι, ἐρωτᾶν τὸν ἕτερον. καὶ ἐγὼ εἶπον· Ἐπιτρέπω μὲν ἔγωγε Πρωταγόρᾳ ὁπότερον αὐτῷ ἥδιον· εἰ δὲ βούλεται, περὶ μὲν ᾀσμάτων τε καὶ ἐπῶν ἐάσωμεν, περὶ δὲ ὧν τὸ πρῶτον ἐγώ σε ἠρώτησα, ὦ Πρωταγόρα, ἡδέως ἂν ἐπὶ τέλος ἔλθοιμι μετὰ σοῦ σκοπούμενος. καὶ γὰρ δοκεῖ μοι τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι, διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις διʼ ἑαυτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ τῶν λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας, τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ τῆς ἐκείνων φωνῆς ἀλλήλοις σύνεισιν· ὅπου δὲ καλοὶ κἀγαθοὶ συμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτʼ αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλὰ αὐτοὺς αὑτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς αὑτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσιν. οὕτω δὲ καὶ αἱ τοιαίδε συνουσίαι, ἐὰν μὲν λάβωνται ἀνδρῶν οἷοίπερ ἡμῶν οἱ πολλοί φασιν εἶναι, οὐδὲν δέονται ἀλλοτρίας φωνῆς οὐδὲ ποιητῶν, οὓς οὔτε ἀνερέσθαι οἷόν τʼ ἐστὶν περὶ ὧν λέγουσιν, ἐπαγόμενοί τε αὐτοὺς οἱ πολλοὶ ἐν τοῖς λόγοις οἱ μὲν ταῦτά φασιν τὸν ποιητὴν νοεῖν, οἱ δʼ ἕτερα, περὶ πράγματος διαλεγόμενοι ὃ ἀδυνατοῦσι ἐξελέγξαι· ἀλλὰ τὰς μὲν τοιαύτας συνουσίας ἐῶσιν χαίρειν, αὐτοὶ δʼ ἑαυτοῖς σύνεισιν διʼ ἑαυτῶν, ἐν τοῖς ἑαυτῶν λόγοις πεῖραν ἀλλήλων λαμβάνοντες καὶ διδόντες. τοὺς τοιούτους μοι δοκεῖ χρῆναι μᾶλλον μιμεῖσθαι ἐμέ τε καὶ σέ, καταθεμένους τοὺς ποιητὰς αὐτοὺς διʼ ἡμῶν αὐτῶν πρὸς ἀλλήλους τοὺς λόγους ποιεῖσθαι, τῆς ἀληθείας καὶ ἡμῶν αὐτῶν πεῖραν λαμβάνοντας· κἂν μὲν βούλῃ ἔτι ἐρωτᾶν, ἕτοιμός εἰμί σοι παρέχειν ἀποκρινόμενος· ἐὰν δὲ βούλῃ, σὺ ἐμοὶ παράσχες, περὶ ὧν μεταξὺ ἐπαυσάμεθα διεξιόντες, τούτοις τέλος ἐπιθεῖναι. λέγοντος οὖν ἐμοῦ ταῦτα καὶ τοιαῦτα ἄλλα οὐδὲν ἀπεσάφει ὁ Πρωταγόρας ὁπότερα ποιήσοι. εἶπεν οὖν ὁ Ἀλκιβιάδης πρὸς τὸν Καλλίαν βλέψας, ὦ Καλλία, δοκεῖ σοι, ἔφη, καὶ νῦν καλῶς Πρωταγόρας ποιεῖν, οὐκ ἐθέλων εἴτε δώσει λόγον εἴτε μὴ διασαφεῖν; ἐμοὶ γὰρ οὐ δοκεῖ· ἀλλʼ ἤτοι διαλεγέσθω ἢ εἰπέτω ὅτι οὐκ ἐθέλει διαλέγεσθαι, ἵνα τούτῳ μὲν ταῦτα συνειδῶμεν, Σωκράτης δὲ ἄλλῳ τῳ διαλέγηται ἢ ἄλλος ὅστις ἂν βούληται ἄλλῳ. καὶ ὁ Πρωταγόρας αἰσχυνθείς, ὥς γέ μοι ἔδοξεν, τοῦ τε Ἀλκιβιάδου ταῦτα λέγοντος καὶ τοῦ Καλλίου δεομένου καὶ τῶν ἄλλων σχεδόν τι τῶν παρόντων, μόγις προυτράπετο εἰς τὸ διαλέγεσθαι καὶ ἐκέλευεν ἐρωτᾶν αὑτὸν ὡς ἀποκρινούμενος.

ソクラテス

そこでヒッピアスが言った。「ソクラテス、君もまた、この歌についてよく詳しく述べたように私には思われる。だが」と彼は言った、「私にも、それについてのよくできた話があって、もし君たちが望むなら、君たちに披露しよう」。するとアルキビアデスが言った。「そうだ、ヒッピアス、またの機会にね。だが今は、プロタゴラスとソクラテスとが互いに同意したことが正当なのだ。プロタゴラスが、もしまだ尋ねたいのなら、ソクラテスが答え、もしソクラテスに答えたいのなら、もう一方が尋ねる、ということがね」。そこで私は言った。「私としては、プロタゴラスに、どちらでも彼にとってより快いほうを任せる。だが、もし彼が望むなら、歌や詩句のことは放っておこう。そして、プロタゴラス、はじめに私が君に尋ねたことについて、君と一緒に考察しながら終わりまで行けたら、うれしいのだがね。じっさい、詩について問答するのは、つまらない、市場にたむろする人間たちの酒宴に、何よりもよく似ているように私には思われるのだ。というのも、この人たちは、無教養のために、酒を飲みながら、自分たち自身で、また自分たち自身の声と自分たち自身の言葉によって、互いに一緒にいることができないので、笛吹き女たちを高価なものにし、笛というよその声を多額で雇って、その声を通して互いに一緒にいるのだ。ところが、立派ですぐれた、教養ある酒宴の仲間たちがいるところでは、笛吹き女も踊り子も竪琴弾き女も見ることはないだろう。そうではなく、彼らが、こうしたたわごとや遊びなしに、自分たち自身の声によって、自分たち自身で一緒にいるのに十分であり、順番に端正に語ったり聞いたりしているのを見るだろう。たとえまったく多くのワインを飲んだとしてもね。そのように、こうした集まりもまた、われわれの多くがそうであると言っているような人物たちを得たならば、よその声も詩人も少しも必要としない。詩人たちについては、彼らが言っていることについて尋ね返すこともできないし、多くの人たちは、議論の中で彼らを持ち出しては、ある者は詩人がこう考えていると言い、ある者は別のことだと言って、論駁することのできない事柄について問答しているのだ。だが、そうした人物たちは、そのような集まりにはさよならをして、自分たち自身で、自分たち自身の言葉において、互いを試し、また試されながら、一緒にいるのだ。そうした人たちを、私と君とはむしろ見習わなければならないと私には思われる。詩人たちは脇に置いて、われわれ自身で互いに言論を交わし、真理とわれわれ自身とを試しながらね。そこで、もし君がまだ尋ねたいのなら、私は答える者として君に身をゆだねる用意がある。だが、もし君が望むなら、君が私に身をゆだねて、われわれが途中で詳しく述べるのをやめてしまったことに、終わりをつけさせてくれたまえ」。私がこうしたこと、またほかにもこのようなことを言っても、プロタゴラスは、どちらをするつもりなのか、少しも明らかにしなかった。そこでアルキビアデスがカリアスのほうを見て言った。「カリアス、プロタゴラスが今も立派にふるまっていると君には思われるかね。説明を与えるのか与えないのかを明らかにしようとしないで。私にはそうは思われない。そうではなく、問答するか、それとも問答したくないと言うかすべきだ。われわれが彼についてそのことを知り、ソクラテスがほかの誰かと問答するか、あるいはほかの誰でも望む者がほかの者と問答できるようにね」。そこでプロタゴラスは、私にはそう思われたのだが、アルキビアデスがこう言い、カリアスやほかのほとんどすべての居合わせた人たちが頼むので恥ずかしくなって、やっとのことで問答することへと促され、自分は答える者になるから自分に尋ねるようにと命じた。

訳注

Burnet校訂の古代ギリシア語本文を底本とし、語義、反復、問答の論理関係を可能な限り残した逐語寄りの独自訳です。『プロタゴラス』は、ソクラテスが友人に前日の出来事を語って聞かせる形式で書かれています。この部分はすべてソクラテスの語りなので、語りの中の会話は、かぎかっことダッシュ(――)で示し、引用される詩句は二重かぎかっこで示しています。節の区切りがソクラテスの長い解釈の途中にあたるところでは、かぎかっこをいったん閉じています。第5部は 348c のソクラテスの発言から始まるため、この部分はその直前までです。Perseus の電子テキストに混じっていた出典の表記(シモニデス断片・ホメロス・ヘシオドスなど15か所)は原文から除き、小文字になっていた「プロディコス」(2か所)と、詩の行替えで分かれていた語(ἄπρακτον、εἰδώς)を直しています。

339a 以下のシモニデスの歌は、テッサリアのスコパスに向けて作られた歌で、この対話篇の引用によってのみ伝わっています。「四角く」は、欠けたところのない完全さを表す言い回しです。340a の「親しい兄弟よ」はホメロス『イリアス』21巻308行、340d の「徳の前には、神々は汗を置いた」はヘシオドス『仕事と日』289行以下によります。341e の「とてもケオスの人ではない」は、ケオス島の人々が節度ある暮らしで知られていたことを踏まえています。詩句の出典は Perseus の電子テキストの注記によります。

原文:Perseus Digital Library所収 Burnet校訂ギリシア語本文 ↗

← 前へ第3部 徳は一つか――長い話と短い話目次へ戻る次へ →第5部 勇気・知識・快楽の測定術

PR関連する本

  • プロタゴラス あるソフィストとの対話 (光文社古典新訳文庫) [ プラトン ]楽天市場で見る
X でポストこのページを X で紹介できます

コメント

投稿はすぐ公開されます。投稿・評価の際に IP アドレスとブラウザの情報を記録し、ニックネームと識別用の ID を Cookie に保存します(詳しく)。0 / 1000

    まだコメントはありません。

    コメントを読み込んでいます…

    このコンテンツが登録されているカテゴリ

    • エンターテインメント › 占い、超常現象、都市伝説 ›スピリチュアル
    • エンターテインメント › 占い、超常現象、都市伝説 ›オカルト資料
    • 社会と科学 › 自然科学 ›天文学、宇宙科学
    • 芸術と人文 › 文学 ›古典、詩歌
    • 芸術と人文 › 歴史、考古学 ›世界史
    • 芸術と人文 › 哲学、思想 ›西洋哲学
    • 地域情報 › 世界の国・地域 ›ヨーロッパ

    アイコンから、そのカテゴリに登録された記事の新着を RSS リーダーで受け取れます

    INUUU JAPANについて-広告掲載-お問い合わせ

    RSSブログ・日記・夢日記の新着を、RSS リーダーで受け取れます

    Copyright © 2026 INUUU JAPAN. All rights reserved. 著作権について