εἶπον δὴ ἐγώ· ὦ Πρωταγόρα, μὴ οἴου διαλέγεσθαί μέ σοι ἄλλο τι βουλόμενον ἢ ἃ αὐτὸς ἀπορῶ ἑκάστοτε, ταῦτα διασκέψασθαι. ἡγοῦμαι γὰρ πάνυ λέγειν τι τὸν Ὅμηρον τὸ— σύν τε δύʼ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν. εὐπορώτεροι γάρ πως ἅπαντές ἐσμεν οἱ ἄνθρωποι πρὸς ἅπαν ἔργον καὶ λόγον καὶ διανόημα· μοῦνος δʼ εἴπερ τε νοήσῃ, αὐτίκα περιιὼν ζητεῖ ὅτῳ ἐπιδείξηται καὶ μεθʼ ὅτου βεβαιώσηται, ἕως ἂν ἐντύχῃ. ὥσπερ καὶ ἐγὼ ἕνεκα τούτου σοὶ ἡδέως διαλέγομαι μᾶλλον ἢ ἄλλῳ τινί, ἡγούμενός σε βέλτιστʼ ἂν ἐπισκέψασθαι καὶ περὶ τῶν ἄλλων περὶ ὧν εἰκὸς σκοπεῖσθαι τὸν ἐπιεικῆ, καὶ δὴ καὶ περὶ ἀρετῆς. τίνα γὰρ ἄλλον ἢ σέ; ὅς γε οὐ μόνον αὐτὸς οἴει καλὸς κἀγαθὸς εἶναι, ὥσπερ τινὲς ἄλλοι αὐτοὶ μὲν ἐπιεικεῖς εἰσιν, ἄλλους δὲ οὐ δύνανται ποιεῖν· σὺ δὲ καὶ αὐτὸς ἀγαθὸς εἶ καὶ ἄλλους οἷός τʼ εἶ ποιεῖν ἀγαθούς, καὶ οὕτω πεπίστευκας σαυτῷ, ὥστε καὶ ἄλλων ταύτην τὴν τέχνην ἀποκρυπτομένων σύ γʼ ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς πάντας τοὺς Ἕλληνας, σοφιστὴν ἐπονομάσας σεαυτόν, ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τούτου μισθὸν ἀξιώσας ἄρνυσθαι. πῶς οὖν οὐ σὲ χρῆν παρακαλεῖν ἐπὶ τὴν τούτων σκέψιν καὶ ἐρωτᾶν καὶ ἀνακοινοῦσθαι; οὐκ ἔσθʼ ὅπως οὔ. καὶ νῦν δὴ ἐγὼ ἐκεῖνα, ἅπερ τὸ πρῶτον ἠρώτων περὶ τούτων, πάλιν ἐπιθυμῶ ἐξ ἀρχῆς τὰ μὲν ἀναμνησθῆναι παρὰ σοῦ, τὰ δὲ συνδιασκέψασθαι. ἦν δέ, ὡς ἐγᾦμαι, τὸ ἐρώτημα τόδε· σοφία καὶ σωφροσύνη καὶ ἀνδρεία καὶ δικαιοσύνη καὶ ὁσιότης, πότερον ταῦτα, πέντε ὄντα ὀνόματα, ἐπὶ ἑνὶ πράγματί ἐστιν, ἢ ἑκάστῳ τῶν ὀνομάτων τούτων ὑπόκειταί τις ἴδιος οὐσία καὶ πρᾶγμα ἔχον ἑαυτοῦ δύναμιν ἕκαστον, οὐκ ὂν οἷον τὸ ἕτερον αὐτῶν τὸ ἕτερον; ἔφησθα οὖν σὺ οὐκ ὀνόματα ἐπὶ ἑνὶ εἶναι, ἀλλὰ ἕκαστον ἰδίῳ πράγματι τῶν ὀνομάτων τούτων ἐπικεῖσθαι, πάντα δὲ ταῦτα μόρια εἶναι ἀρετῆς, οὐχ ὡς τὰ τοῦ χρυσοῦ μόρια ὅμοιά ἐστιν ἀλλήλοις καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν, ἀλλʼ ὡς τὰ τοῦ προσώπου μόρια καὶ τῷ ὅλῳ οὗ μόριά ἐστιν καὶ ἀλλήλοις ἀνόμοια, ἰδίαν ἕκαστα δύναμιν ἔχοντα. ταῦτα εἰ μέν σοι δοκεῖ ἔτι ὥσπερ τότε, φάθι· εἰ δὲ ἄλλως πως, τοῦτο διόρισαι, ὡς ἔγωγε οὐδέν σοι ὑπόλογον τίθεμαι, ἐάν πῃ ἄλλῃ νῦν φήσῃς· οὐ γὰρ ἂν θαυμάζοιμι εἰ τότε ἀποπειρώμενός μου ταῦτα ἔλεγες. ἀλλʼ ἐγώ σοι, ἔφη, λέγω, ὦ Σώκρατες, ὅτι ταῦτα πάντα μόρια μέν ἐστιν ἀρετῆς, καὶ τὰ μὲν τέτταρα αὐτῶν ἐπιεικῶς παραπλήσια ἀλλήλοις ἐστίν, ἡ δὲ ἀνδρεία πάνυ πολὺ διαφέρον πάντων τούτων. ὧδε δὲ γνώσῃ ὅτι ἐγὼ ἀληθῆ λέγω· εὑρήσεις γὰρ πολλοὺς τῶν ἀνθρώπων ἀδικωτάτους μὲν ὄντας καὶ ἀνοσιωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτους, ἀνδρειοτάτους δὲ διαφερόντως.
そこで私は言った。「プロタゴラス、私があなたと問答するのは、私自身がそのつど困っていることを詳しく考察したいからにほかならない、と思ってくれたまえ。というのも、ホメロスの次の句は、まったく何かもっともなことを言っていると私は思うのだ。『二人で行けば、一方が他方より先に気づく』。というのも、私たち人間は皆、二人でいれば、どんな行ないにも言葉にも考えにも、何とかよりよく道が開けるのだ。『だが、一人で気づいたなら』、すぐに歩きまわって、それを示し、それを確かめてくれる人を、出会うまで探し求めるのだ。ちょうど私もまた、そのために、ほかの誰とよりもあなたと喜んで問答するのだ。あなたこそ、ほかのことで穏当な人が考察するのがふさわしいことについても、とりわけ徳についても、最もよく考察するだろうと考えてね。じっさい、あなた以外の誰がいるだろうか。あなたは、自分が立派ですぐれた者であると思っているだけではない。ほかのある人たちは、自分は穏当であっても、ほかの人たちをそのようにすることはできないのだが、あなたは自分も善い者であり、ほかの人たちを善い者にすることもできるのだ。そして、自分自身をそれほど信頼しているので、ほかの人たちがこの技術を隠しているのに、あなたは公然と自分をギリシア人全体に向けて告げ知らせ、ソフィストと名のって、教育と徳の教師であることを示し、そのための報酬を受けとるのを当然とした最初の人となったのだ。それならどうして、これらのことの考察のためにあなたを呼び寄せ、尋ね、相談しないでいられようか。そうしないわけにはいかないのだ。そこで今も、私は、はじめにこれらについて尋ねていたあのことを、もう一度はじめから、あるものはあなたから思い出させてもらい、あるものは一緒に詳しく考察したいと思っているのだ。その問いは、私の思うに、こういうものだった。知恵と節制と勇気と正義と敬虔、これらは、五つの名前でありながら、一つの事柄についてのものなのか、それとも、これらの名前のそれぞれには、何か固有のあり方と、それぞれ自分自身の力をもつ事柄とが、その下にあって、その一方がもう一方のようではないのか。そして、あなたは、それらは一つのものについての名前ではなく、これらの名前のそれぞれは固有の事柄にあてはめられており、これらはすべて徳の部分なのだが、それは金の部分が互いにも、それを部分とする全体とも似ているようにではなく、顔の部分が、それを部分とする全体とも互いにも似ておらず、それぞれ固有の力をもっているようにである、と言ったのだ。もしこれらのことが、あのときのように今もあなたに思われているなら、そう言ってくれたまえ。だが、もし何か別のように思われているなら、それをはっきり区別してくれたまえ。もし今あなたが何か別のように言っても、私はあなたにそれを少しも責めはしないのだから。じっさい、あのときあなたが私を試すためにそう言っていたとしても、私は驚かないだろう」。「いや、ソクラテス」と彼は言った、「私はあなたに言うが、これらはすべて徳の部分であり、そのうち四つは互いにかなり近いが、勇気はこれらすべてとはまったく大きく異なっているのだ。そして、私が本当のことを言っていることは、次のようにしてわかるだろう。というのも、人間たちのうちには、最も不正で、最も不敬虔で、最も放埒で、最も無知であるのに、際立って最も勇気のある者が多くいるのを、あなたは見いだすだろうから」。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…