τόδε τοίνυν αὖ λάβωμεν. — τὸ ποῖον; — εἴ τίς που τῶν συνθετικῶν ἐπιστημῶν πρᾶγμα ὁτιοῦν τῶν αὑτῆς ἔργων, κἂν εἰ τὸ φαυλότατον, ἑκοῦσα ἐκ μοχθηρῶν καὶ χρηστῶν τινων συνίστησιν, ἢ πᾶσα ἐπιστήμη πανταχοῦ τὰ μὲν μοχθηρὰ εἰς δύναμιν ἀποβάλλει, τὰ δὲ ἐπιτήδεια καὶ τὰ χρηστὰ ἔλαβεν, ἐκ τούτων δὲ καὶ ὁμοίων καὶ ἀνομοίων ὄντων, πάντα εἰς ἓν αὐτὰ συνάγουσα, μίαν τινὰ δύναμιν καὶ ἰδέαν δημιουργεῖ. — τί μήν; — οὐδʼ ἄρα ἡ κατὰ φύσιν ἀληθῶς οὖσα ἡμῖν πολιτικὴ μή ποτε ἐκ χρηστῶν καὶ κακῶν ἀνθρώπων ἑκοῦσα εἶναι συστήσηται πόλιν τινά, ἀλλʼ εὔδηλον ὅτι παιδιᾷ πρῶτον βασανιεῖ, μετὰ δὲ τὴν βάσανον αὖ τοῖς δυναμένοις παιδεύειν καὶ ὑπηρετεῖν πρὸς τοῦτʼ αὐτὸ παραδώσει, προστάττουσα καὶ ἐπιστατοῦσα αὐτή, καθάπερ ὑφαντικὴ τοῖς τε ξαίνουσι καὶ τοῖς τἆλλα προπαρασκευάζουσιν ὅσα πρὸς τὴν πλέξιν αὐτῆς συμπαρακολουθοῦσα προστάττει καὶ ἐπιστατεῖ, τοιαῦτα ἑκάστοις ἐνδεικνῦσα τὰ ἔργα ἀποτελεῖν οἷα ἂν ἐπιτήδεια ἡγῆται πρὸς τὴν αὑτῆς εἶναι συμπλοκήν. — πάνυ μὲν οὖν. — ταὐτὸν δή μοι τοῦθʼ ἡ βασιλικὴ φαίνεται πᾶσι τοῖς κατὰ νόμον παιδευταῖς καὶ τροφεῦσιν, τὴν τῆς ἐπιστατικῆς αὐτὴ δύναμιν ἔχουσα, οὐκ ἐπιτρέψειν ἀσκεῖν ὅτι μή τις πρὸς τὴν αὑτῆς σύγκρασιν ἀπεργαζόμενος ἦθός τι πρέπον ἀποτελεῖ, ταῦτα δὲ μόνα παρακελεύεσθαι παιδεύειν· καὶ τοὺς μὲν μὴ δυναμένους κοινωνεῖν ἤθους ἀνδρείου καὶ σώφρονος ὅσα τε ἄλλα ἐστὶ τείνοντα πρὸς ἀρετήν, ἀλλʼ εἰς ἀθεότητα καὶ ὕβριν καὶ ἀδικίαν ὑπὸ κακῆς βίᾳ φύσεως ἀπωθουμένους, θανάτοις τε ἐκβάλλει καὶ φυγαῖς καὶ ταῖς μεγίσταις κολάζουσα ἀτιμίαις. — λέγεται γοῦν πως οὕτως. — τοὺς δὲ ἐν ἀμαθίᾳ τε αὖ καὶ ταπεινότητι πολλῇ κυλινδουμένους εἰς τὸ δουλικὸν ὑποζεύγνυσι γένος. — ὀρθότατα. — τοὺς λοιποὺς τοίνυν, ὅσων αἱ φύσεις ἐπὶ τὸ γενναῖον ἱκαναὶ παιδείας τυγχάνουσαι καθίστασθαι καὶ δέξασθαι μετὰ τέχνης σύμμειξιν πρὸς ἀλλήλας, τούτων τὰς μὲν ἐπὶ τὴν ἀνδρείαν μᾶλλον συντεινούσας, οἷον στημονοφυὲς νομίσασʼ αὐτῶν εἶναι τὸ στερεὸν ἦθος, τὰς δὲ ἐπὶ τὸ κόσμιον πίονί τε καὶ μαλακῷ καὶ κατὰ τὴν εἰκόνα κροκώδει διανήματι προσχρωμένας, ἐναντία δὲ τεινούσας ἀλλήλαις, πειρᾶται τοιόνδε τινὰ τρόπον συνδεῖν καὶ συμπλέκειν. — ποῖον δή; — πρῶτον μὲν κατὰ τὸ συγγενὲς τὸ ἀειγενὲς ὂν τῆς ψυχῆς αὐτῶν μέρος θείῳ συναρμοσαμένη δεσμῷ, μετὰ δὲ τὸ θεῖον τὸ ζῳογενὲς αὐτῶν αὖθις ἀνθρωπίνοις. — πῶς τοῦτʼ εἶπες αὖ; — τὴν τῶν καλῶν καὶ δικαίων πέρι καὶ ἀγαθῶν καὶ τῶν τούτοις ἐναντίων ὄντως οὖσαν ἀληθῆ δόξαν μετὰ βεβαιώσεως, ὁπόταν ἐν ταῖς ψυχαῖς ἐγγίγνηται, θείαν φημὶ ἐν δαιμονίῳ γίγνεσθαι γένει. — πρέπει γοῦν οὕτω. — τὸν δὴ πολιτικὸν καὶ τὸν ἀγαθὸν νομοθέτην ἆρʼ ἴσμεν ὅτι προσήκει μόνον δυνατὸν εἶναι τῇ τῆς βασιλικῆς μούσῃ τοῦτο αὐτὸ ἐμποιεῖν τοῖς ὀρθῶς μεταλαβοῦσι παιδείας, οὓς ἐλέγομεν νυνδή; — τὸ γοῦν εἰκός. — ὃς δʼ ἂν δρᾶν γε, ὦ Σώκρατες, ἀδυνατῇ τὸ τοιοῦτον, μηδέποτε τοῖς νῦν ζητουμένοις ὀνόμασιν αὐτὸν προσαγορεύωμεν. — ὀρθότατα.
客人結合の知識のうちのどれかが、自分の作品のどんな事柄であれ、たとえ最もつまらないものであっても、自ら進んで悪いものと良いものから組み立てるのか、それとも、あらゆる知識は至るところで、悪いものはできるかぎり捨て、適したもの、良いものを取り、それらから、似たものであれ似ていないものであれ、すべてを一つに集めて、ある一つの力と形を作り出すのか。
客人それでは、本性に従って真にある私たちの政治術も、決して、良い人々と悪い人々から、自ら進んで、ある国を組み立てることはないだろう。むしろ明らかに、まず遊びによって試し、試したうえで今度は、教育し、まさにこのことに奉仕することのできる人々に引き渡すだろう。自分自身が命じ、監督しながら。ちょうど機織りの技術が、羊毛をすく者たちや、織りに必要なほかのものを前もって準備する者たちに、ついて行って命じ、監督するように。それぞれの人に、自分の織り合わせに適していると考えるような仕事を仕上げるよう示しながら。
客人まさにこれと同じことを、王の技術は、法に従って教育し養育するすべての者に対して、監督の力を自ら持っていて、自分の混合のために、何かふさわしい性格を作り出すもの以外は、行うことを許さず、ただそれだけを教育するよう命じるのだと私には見える。そして、勇気ある性格や節制ある性格や、そのほか徳へと向かうかぎりのものにあずかることができず、悪い本性によって無神論と傲慢と不正へと力ずくで押しやられる者たちを、死刑や追放や、最大の不名誉によって罰して、追い出すのだ。
若いソクラテス少なくとも、何となくそのように言われています。
客人そして、無知と多くの卑しさのうちに転げ回っている者たちを、奴隷の種族のもとへとくびきにつなぐのだ。
客人では残りの者たち、すなわち、教育を受ければ高貴なものへと確立し、技術とともに互いに混ぜ合わされることを受け入れるのに十分な本性をもつ者たちのうち、勇気のほうへより傾く者たちは、その硬い性格を縦糸のようなものとみなし、端正さのほうへ向かう者たちは、比喩で言えば、太く柔らかい横糸のような糸を用いるものとみなして、互いに反対の方向へ向かうこれらを、王の技術は、次のような仕方で結び合わせ、織り合わせようと試みるのだ。
客人まず、彼らの魂のうち永遠に生まれたものである部分を、同族性に従って、神的な絆で結び合わせ、神的なものの後には、彼らのうち生き物として生まれた部分を、今度は人間的な絆で〔結び合わせる〕。
若いソクラテスそれはまたどういう意味でおっしゃったのですか。
客人美しいことと正しいことと善いこと、そしてそれらに反するものについての、本当に真なる思わくが、確かさとともに魂のうちに生じるとき、私は、それが神的なものであり、ダイモーン的な種族のうちに生じるのだと言う。
若いソクラテス少なくとも、そうであるのがふさわしいです。
客人では、政治家と善い立法者だけが、王の技術のムーサによって、まさにこのことを、今しがた私たちが言っていた、正しく教育にあずかった者たちのうちに植えつけることができるのがふさわしいと、私たちは知っているだろうか。
客人だが、ソクラテス、そのようなことを行うことができない者を、今探究されている名前で決して呼ばないことにしよう。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…