οὐκοῦν ἀπό γε τῶν πολλῶν ὁ βασιλεὺς ὅσαι σύννομοι, μᾶλλον δὲ ἀπὸ πασῶν τῶν περὶ τὰς ἀγέλας διακεχώρισται· λοιπαὶ δέ, φαμέν, αἱ κατὰ πόλιν αὐτὴν τῶν τε συναιτίων καὶ τῶν αἰτίων, ἃς πρώτας ἀπʼ ἀλλήλων διαιρετέον. — ὀρθῶς. — οἶσθʼ οὖν ὅτι χαλεπὸν αὐτὰς τεμεῖν δίχα; τὸ δʼ αἴτιον, ὡς οἶμαι, προϊοῦσιν οὐχ ἧττον ἔσται καταφανές. — οὐκοῦν χρὴ δρᾶν οὕτως. — κατὰ μέλη τοίνυν αὐτὰς οἷον ἱερεῖον διαιρώμεθα, ἐπειδὴ δίχα ἀδυνατοῦμεν. δεῖ γὰρ εἰς τὸν ἐγγύτατα ὅτι μάλιστα τέμνειν ἀριθμὸν ἀεί. — πῶς οὖν ποιῶμεν τὰ νῦν; — ὥσπερ ἔμπροσθεν, ὁπόσαι παρείχοντο ὄργανα περὶ τὴν ὑφαντικήν, πάσας δήπου τότε ἐτίθεμεν ὡς συναιτίους. — ναί. — καὶ νῦν δὴ ταὐτὸν μὲν τοῦτο, ἔτι δὲ μᾶλλον ἢ τόθʼ ἡμῖν ποιητέον. ὅσαι γὰρ σμικρὸν ἢ μέγα τι δημιουργοῦσι κατὰ πόλιν ὄργανον, θετέον ἁπάσας ταύτας ὡς οὔσας συναιτίους. ἄνευ γὰρ τούτων οὐκ ἄν ποτε γένοιτο πόλις οὐδὲ πολιτική, τούτων δʼ αὖ βασιλικῆς ἔργον τέχνης οὐδέν που θήσομεν. — οὐ γάρ. — καὶ μὲν δὴ χαλεπὸν ἐπιχειροῦμεν δρᾶν ἀποχωρίζοντες τοῦτο ἀπὸ τῶν ἄλλων τὸ γένος· ὅτι γὰρ οὖν τῶν ὄντων ἔστιν ὡς ἑνός γέ τινος ὄργανον εἰπόντα δοκεῖν εἰρηκέναι τι πιθανόν. ὅμως δὲ ἕτερον αὖ τῶν ἐν πόλει κτημάτων εἴπωμεν τόδε. — τὸ ποῖον; — ὡς οὐκ ἔστι ταύτην τὴν δύναμιν ἔχον. οὐ γὰρ ἐπὶ γενέσεως αἰτίᾳ πήγνυται, καθάπερ ὄργανον, ἀλλʼ ἕνεκα τοῦ δημιουργηθέντος σωτηρίας. — τὸ ποῖον; — τοῦτο ὃ δὴ ξηροῖς καὶ ὑγροῖς καὶ ἐμπύροις καὶ ἀπύροις παντοδαπὸν εἶδος ἐργασθὲν ἀγγεῖον ὃ δὴ μιᾷ κλήσει προσφθεγγόμεθα, καὶ μάλα γε συχνὸν εἶδος καὶ τῇ ζητουμένῃ γε, ὡς οἶμαι, προσῆκον οὐδὲν ἀτεχνῶς ἐπιστήμῃ. — πῶς γὰρ οὔ; — τούτων δὴ τρίτον ἕτερον εἶδος κτημάτων πάμπολυ κατοπτέον πεζὸν καὶ ἔνυδρον καὶ πολυπλανὲς καὶ ἀπλανὲς καὶ τίμιον καὶ ἄτιμον, ἓν δὲ ὄνομα ἔχον, διότι πᾶν ἕνεκά τινος ἐφέδρας ἐστί, θᾶκος ἀεί τινι γιγνόμενον. — τὸ ποῖον; — ὄχημα αὐτό που λέγομεν, οὐ πάνυ πολιτικῆς ἔργον, ἀλλὰ μᾶλλον πολὺ τεκτονικῆς καὶ κεραμικῆς καὶ χαλκοτυπικῆς. — μανθάνω. — τί δὲ τέταρτον; ἆρʼ ἕτερον εἶναι τούτων λεκτέον, ἐν ᾧ τὰ πλεῖστά ἐστι τῶν πάλαι ῥηθέντων, ἐσθής τε σύμπασα καὶ τῶν ὅπλων τὸ πολὺ καὶ τείχη πάντα θʼ ὅσα γήινα περιβλήματα καὶ λίθινα, καὶ μυρία ἕτερα; προβολῆς δὲ ἕνεκα συμπάντων αὐτῶν εἰργασμένων δικαιότατʼ ἂν ὅλον προσαγορεύοιτο πρόβλημα, καὶ πολλῷ μᾶλλον τέχνης οἰκοδομικῆς ἔργον καὶ ὑφαντικῆς τὸ πλεῖστον νομίζοιτʼ ἂν ὀρθότερον ἢ πολιτικῆς. — πάνυ μὲν οὖν. — πέμπτον δὲ ἆρʼ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δʼ ἂν ὀνόματι περιληφθέντα ἑνί; — ποίῳ; — παίγνιόν πού τι λέγεται. — τί μήν; — τοῦτο τοίνυν τούτοις ἓν ὄνομα ἅπασι πρέψει προσαγορευθέν· οὐ γὰρ σπουδῆς οὐδὲν αὐτῶν χάριν, ἀλλὰ παιδιᾶς ἕνεκα πάντα δρᾶται. — καὶ τοῦτο σχεδόν τι μανθάνω. — τὸ δὲ πᾶσιν τούτοις σώματα παρέχον, ἐξ ὧν καὶ ἐν οἷς δημιουργοῦσιν ὁπόσαι τῶν τεχνῶν νῦν εἴρηνται, παντοδαπὸν εἶδος πολλῶν ἑτέρων τεχνῶν ἔκγονον ὄν, ἆρʼ οὐχ ἕκτον θήσομεν; — τὸ ποῖον δὴ λέγεις; — χρυσόν τε καὶ ἄργυρον καὶ πάνθʼ ὁπόσα μεταλλεύεται καὶ ὅσα δρυοτομικὴ καὶ κουρὰ σύμπασα τέμνουσα παρέχει τεκτονικῇ καὶ πλεκτικῇ· καὶ ἔτι φλοιστικὴ φυτῶν τε καὶ ἐμψύχων δέρματα σωμάτων περιαιροῦσα σκυτοτομική, καὶ ὅσαι περὶ τὰ τοιαῦτά εἰσιν τέχναι, καὶ φελλῶν καὶ βύβλων καὶ δεσμῶν ἐργαστικαὶ παρέσχον δημιουργεῖν σύνθετα ἐκ μὴ συντιθεμένων εἴδη γενῶν. ἓν δὲ αὐτὸ προσαγορεύομεν πᾶν τὸ πρωτογενὲς ἀνθρώποις κτῆμα καὶ ἀσύνθετον καὶ βασιλικῆς ἐπιστήμης οὐδαμῶς ἔργον ὄν. — καλῶς. — τὴν δὴ τῆς τροφῆς κτῆσιν, καὶ ὅσα εἰς τὸ σῶμα συγκαταμειγνύμενα ἑαυτῶν μέρεσι μέρη σώματος εἰς τὸ θεραπεῦσαί τινα δύναμιν εἴληχε, λεκτέον ἕβδομον ὀνομάσαντας αὐτὸ σύμπαν ἡμῶν εἶναι τροφόν, εἰ μή τι κάλλιον ἔχομεν ἄλλο θέσθαι· γεωργικῇ δὲ καὶ θηρευτικῇ καὶ γυμναστικῇ καὶ ἰατρικῇ καὶ μαγειρικῇ πᾶν ὑποτιθέντες ὀρθότερον ἀποδώσομεν ἢ τῇ πολιτικῇ. — πῶς γὰρ οὔ; — σχεδὸν τοίνυν ὅσα ἔχεται κτήσεως, πλὴν τῶν ἡμέρων ζῴων, ἐν τούτοις ἑπτὰ οἶμαι γένεσιν εἰρῆσθαι. σκόπει δέ· ἦν γὰρ δικαιότατα μὲν ἂν τεθὲν κατʼ ἀρχὰς τὸ πρωτογενὲς εἶδος, μετὰ δὲ τοῦτο ὄργανον, ἀγγεῖον, ὄχημα, πρόβλημα, παίγνιον, θρέμμα. ἃ παραλείπομεν δέ, εἴ τι μὴ μέγα λέληθεν, εἴς τι τούτων δυνατὸν ἁρμόττειν, οἷον ἡ τοῦ νομίσματος ἰδέα καὶ σφραγίδων καὶ παντὸς χαρακτῆρος. γένος τε γὰρ ἐν αὑτοῖς ταῦτα οὐδὲν ἔχει μέγα σύννομον, ἀλλὰ τὰ μὲν εἰς κόσμον, τὰ δὲ εἰς ὄργανα βίᾳ μέν, ὅμως δὲ πάντως ἑλκόμενα συμφωνήσει. τὰ δὲ περὶ ζῴων κτῆσιν τῶν ἡμέρων, πλὴν δούλων, ἡ πρότερον ἀγελαιοτροφικὴ διαμερισθεῖσα πάντʼ εἰληφυῖα ἀναφανεῖται. — πάνυ μὲν οὖν.
それでは、王は、共に牧するかぎりの多くの技術から、いや、むしろ群れにかかわるすべての技術から、切り離されている。そして残っているのは、われわれの言うところでは、国そのものの中にある、補助原因の技術と原因の技術であり、これらをまず互いから分けなければならない。
正しいです。
では、それらを二つに切るのが難しいことを、君は知っているかね。だが、その原因は、私の思うに、進んでいくにつれて、それに劣らず明らかになるだろう。
それなら、そのようにしなければなりません。
では、二つに分けることができないのだから、犠牲の獣を切り分けるように、手足ごとにそれらを分けることにしよう。というのも、常にできるかぎり最も近い数へと切らなければならないのだから。
では、今はどのようにしましょうか。
前にそうしたように、機織りの術にかかわる道具を提供していたかぎりの技術を、そのとききっと、すべて補助原因として置いたのだった。
そうです。
そして今も、これと同じことを、だがあのときよりもいっそう、しなければならない。というのも、国の中で小さいものであれ大きいものであれ何かの道具を作り出すかぎりの技術は、すべて補助原因であるとして置かなければならないのだから。というのも、それらなしには国も政治術も決して生じないだろうが、それらのどれも、きっと王の技術の仕事とは置かないだろうから。
置きませんとも。
そしてじっさい、この類をほかのものから切り離すことで、われわれは難しいことをしようと企てているのだ。というのも、存在するもののうちのどれでも、何かの道具であると言えば、何か説得力のあることを言ったように思われるのだから。だがそれでも、国の中の所有物のうちで、次のものを別のものとして言うことにしよう。
どのようなものですか。
そのような力をもっていないものとしてだ。というのも、それは、道具のように、生成の原因として組み立てられるのではなく、作り出されたものを保つために組み立てられるのだから。
どのようなものですか。
乾いたものや湿ったもののため、火にかけるものやかけないもののために、あらゆる種類のものとして作られた、それこそわれわれが一つの呼び名で「器」と呼んでいるもので、まったく数の多い種類であり、私の思うに、探し求められている知識には、まったく何のかかわりもないものだ。
どうしてかかわりがあるでしょうか。
そこで、これらとは別の、所有物の第三の、きわめて多い種類を見なければならない。それは陸のものも水のものも、あちこち動き回るものも動かないものも、尊いものも尊くないものもあるが、一つの名前をもっている。というのも、それはすべて何かが座るためのものであり、常に誰かにとっての座となるのだから。
どのようなものですか。
われわれはそれを、きっと「乗り物」と言う。それはまったく政治術の仕事ではなく、むしろはるかに、大工術や陶工術や鍛冶術の仕事だ。
わかります。
では、第四のものは何か。これらとは別のものだと言うべきではないか。その中に、昔語られたものの大部分があるようなもの、すなわち、衣服全体と、武具の大部分と、城壁と、土や石でできたかぎりの囲いと、ほかの無数のものだ。これらはすべて防ぐために作られたのだから、全体を「防具」と呼ぶのが最も正しいだろうし、政治術の仕事よりも、はるかに建築術や機織りの術の仕事だとみなすほうが、大部分については正しいだろう。
まったくそのとおりです。
では、第五のものとして、飾りにかかわるもの、つまり絵画と、それを用いて、また音楽を用いて仕上げられるかぎりの模倣物を置こうか。それらはただわれわれの快楽のために作り上げられたものであって、正当に一つの名前で包括されるだろう。
どのような名前でですか。
きっと「遊びもの」とでも言われるものだ。
そうですとも。
では、この一つの名前で呼ばれるのが、これらすべてにふさわしいだろう。というのも、それらのどれも真剣さのためではなく、すべて遊びのために行われるのだから。
これもだいたいわかります。
では、これらすべてに物体を提供するもの、つまり今言われたかぎりの技術が、それから、またその中で作り出すもとのもので、多くのほかの技術から生まれたあらゆる種類のものを、第六のものとして置かないだろうか。
どのようなものをおっしゃるのですか。
金や銀や、採掘されるかぎりのすべてのもの、また伐採術や、切ることのすべてが、大工術や編み物術のために切って提供するかぎりのものだ。さらに、植物の皮をはぐ術、生き物の身体の皮をはぎ取る革細工術、そしてそのようなものにかかわるかぎりの技術、またコルクやパピルスや綱を作る技術は、組み合わされていないものから、組み合わされた類の種類を作り出すことを可能にした。そして、われわれはこれを全体として一つに、人間にとって最初に生まれた所有物、組み合わされていないもの、王の知識の仕事ではまったくないものと呼ぶのだ。
けっこうです。
そこで、養いの所有と、身体の中に混ぜ入れられて、自分の部分で身体の部分を世話する何らかの力を分け前として得たかぎりのものとを、第七のものとして、全体として「養い」と名づけて言わなければならない。もしほかにもっとよい名前を置くことができないならね。そして、それをすべて、農耕術や狩猟術や体育術や医術や料理術に属するものとして置くほうが、政治術に属するものとして与えるよりも正しいだろう。
どうしてそうでないことがあるでしょうか。
そこで、所有にかかわるかぎりのもので、飼い慣らされた生き物を除いたものは、ほぼ、これら七つの類のうちに言われたと私は思う。考えてみたまえ。最も正しくは、初めに最初に生まれた種類が置かれ、そのあとで、道具、器、乗り物、防具、遊びもの、養いが置かれるのだった。そして、もし何か大きなものが見逃されていないかぎり、われわれが見落としているものは、これらのどれかに当てはめることができる。たとえば、貨幣や印章や、あらゆる刻印の姿のようなものだ。というのも、これらはそれ自身のうちに、何か大きな共に牧する類をもっているわけではなく、あるものは飾りへ、あるものは道具へと、力ずくではあるが、それでもすっかり引き寄せられて、調和することになるだろうから。そして、奴隷を除く、飼い慣らされた生き物の所有にかかわることは、前に分けられた群れの飼育術がすべてを捕らえていることが明らかになるだろう。
まったくそのとおりです。



コメント
まだコメントはありません。
コメントを読み込んでいます…