εἰπόντος δὲ ταῦτα τοῦ Σωκράτους τοὺς μὲν ἐπαινεῖν, τὸν δὲ Ἀριστοφάνη λέγειν τι ἐπιχειρεῖν, ὅτι ἐμνήσθη αὐτοῦ λέγων ὁ Σωκράτης περὶ τοῦ λόγου· καὶ ἐξαίφνης τὴν αὔλειον θύραν κρουομένην πολὺν ψόφον παρασχεῖν ὡς κωμαστῶν, καὶ αὐλητρίδος φωνὴν ἀκούειν. τὸν οὖν Ἀγάθωνα, παῖδες, φάναι, οὐ σκέψεσθε; καὶ ἐὰν μέν τις τῶν ἐπιτηδείων ᾖ, καλεῖτε· εἰ δὲ μή, λέγετε ὅτι οὐ πίνομεν ἀλλʼ ἀναπαυόμεθα ἤδη. καὶ οὐ πολὺ ὕστερον Ἀλκιβιάδου τὴν φωνὴν ἀκούειν ἐν τῇ αὐλῇ σφόδρα μεθύοντος καὶ μέγα βοῶντος, ἐρωτῶντος ὅπου Ἀγάθων καὶ κελεύοντος ἄγειν παρʼ Ἀγάθωνα. ἄγειν οὖν αὐτὸν παρὰ σφᾶς τήν τε αὐλητρίδα ὑπολαβοῦσαν καὶ ἄλλους τινὰς τῶν ἀκολούθων, καὶ ἐπιστῆναι ἐπὶ τὰς θύρας ἐστεφανωμένον αὐτὸν κιττοῦ τέ τινι στεφάνῳ δασεῖ καὶ ἴων, καὶ ταινίας ἔχοντα ἐπὶ τῆς κεφαλῆς πάνυ πολλάς, καὶ εἰπεῖν· ἄνδρες, χαίρετε· μεθύοντα ἄνδρα πάνυ σφόδρα δέξεσθε συμπότην, ἢ ἀπίωμεν ἀναδήσαντες μόνον Ἀγάθωνα, ἐφʼ ᾧπερ ἤλθομεν; ἐγὼ γάρ τοι, φάναι, χθὲς μὲν οὐχ οἷός τʼ ἐγενόμην ἀφικέσθαι, νῦν δὲ ἥκω ἐπὶ τῇ κεφαλῇ ἔχων τὰς ταινίας, ἵνα ἀπὸ τῆς ἐμῆς κεφαλῆς τὴν τοῦ σοφωτάτου καὶ καλλίστου κεφαλὴν ἐὰν εἴπω οὑτωσὶ ἀναδήσω. ἆρα καταγελάσεσθέ μου ὡς μεθύοντος; ἐγὼ δέ, κἂν ὑμεῖς γελᾶτε, ὅμως εὖ οἶδʼ ὅτι ἀληθῆ λέγω. ἀλλά μοι λέγετε αὐτόθεν, ἐπὶ ῥητοῖς εἰσίω ἢ μή; συμπίεσθε ἢ οὔ; πάντας οὖν ἀναθορυβῆσαι καὶ κελεύειν εἰσιέναι καὶ κατακλίνεσθαι, καὶ τὸν Ἀγάθωνα καλεῖν αὐτόν. καὶ τὸν ἰέναι ἀγόμενον ὑπὸ τῶν ἀνθρώπων, καὶ περιαιρούμενον ἅμα τὰς ταινίας ὡς ἀναδήσοντα, ἐπίπροσθε τῶν ὀφθαλμῶν ἔχοντα οὐ κατιδεῖν τὸν Σωκράτη, ἀλλὰ καθίζεσθαι παρὰ τὸν Ἀγάθωνα ἐν μέσῳ Σωκράτους τε καὶ ἐκείνου· παραχωρῆσαι γὰρ τὸν Σωκράτη ὡς ἐκεῖνον κατιδεῖν. παρακαθεζόμενον δὲ αὐτὸν ἀσπάζεσθαί τε τὸν Ἀγάθωνα καὶ ἀναδεῖν. εἰπεῖν οὖν τὸν Ἀγάθωνα Ὑπολύετε, παῖδες, Ἀλκιβιάδην, ἵνα ἐκ τρίτων κατακέηται. πάνυ γε, εἰπεῖν τὸν Ἀλκιβιάδην· ἀλλὰ τίς ἡμῖν ὅδε τρίτος συμπότης; καὶ ἅμα μεταστρεφόμενον αὐτὸν ὁρᾶν τὸν Σωκράτη, ἰδόντα δὲ ἀναπηδῆσαι καὶ εἰπεῖν ὦ Ἡράκλεις, τουτὶ τί ἦν; Σωκράτης οὗτος; ἐλλοχῶν αὖ με ἐνταῦθα κατέκεισο, ὥσπερ εἰώθεις ἐξαίφνης ἀναφαίνεσθαι ὅπου ἐγὼ ᾤμην ἥκιστά σε ἔσεσθαι. καὶ νῦν τί ἥκεις; καὶ τί αὖ ἐνταῦθα κατεκλίνης; ὡς οὐ παρὰ Ἀριστοφάνει οὐδὲ εἴ τις ἄλλος γελοῖος ἔστι τε καὶ βούλεται, ἀλλὰ διεμηχανήσω ὅπως παρὰ τῷ καλλίστῳ τῶν ἔνδον κατακείσῃ. καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις· ὡς ἐμοὶ ὁ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν. ἀπʼ ἐκείνου γὰρ τοῦ χρόνου, ἀφʼ οὗ τούτου ἠράσθην, οὐκέτι ἔξεστίν μοι οὔτε προσβλέψαι οὔτε διαλεχθῆναι καλῷ οὐδʼ ἑνί, ἢ οὑτοσὶ ζηλοτυπῶν με καὶ φθονῶν θαυμαστὰ ἐργάζεται καὶ λοιδορεῖταί τε καὶ τὼ χεῖρε μόγις ἀπέχεται. ὅρα οὖν μή τι καὶ νῦν ἐργάσηται, ἀλλὰ διάλλαξον ἡμᾶς, ἢ ἐὰν ἐπιχειρῇ βιάζεσθαι, ἐπάμυνε, ὡς ἐγὼ τὴν τούτου μανίαν τε καὶ φιλεραστίαν πάνυ ὀρρωδῶ. ἀλλʼ οὐκ ἔστι, φάναι τὸν Ἀλκιβιάδην, ἐμοὶ καὶ σοὶ διαλλαγή. ἀλλὰ τούτων μὲν εἰς αὖθίς σε τιμωρήσομαι· νῦν δέ μοι, Ἀγάθων, φάναι, μετάδος τῶν ταινιῶν, ἵνα ἀναδήσω καὶ τὴν τούτου ταυτηνὶ τὴν θαυμαστὴν κεφαλήν, καὶ μή μοι μέμφηται ὅτι σὲ μὲν ἀνέδησα, αὐτὸν δὲ νικῶντα ἐν λόγοις πάντας ἀνθρώπους, οὐ μόνον πρῴην ὥσπερ σύ, ἀλλʼ ἀεί, ἔπειτα οὐκ ἀνέδησα. καὶ ἅμʼ αὐτὸν λαβόντα τῶν ταινιῶν ἀναδεῖν τὸν Σωκράτη καὶ κατακλίνεσθαι.
ソクラテスがこう言うと、ほかの人たちは賞賛したが、アリストパネスは何か言おうとしていた、とアリストデモスは言った。ソクラテスが話の中で彼の言説に触れたからである。すると突然、中庭の戸がたたかれて、酒宴帰りのにぎやかな連中のような大きな物音がし、笛吹き女の声が聞こえた。そこでアガトンが言った。「おい、召使いたち、見に行かないのか。もし親しい者たちの誰かなら、呼び入れなさい。そうでなければ、もう飲んでいるのではなく、休んでいるところだと言いなさい」。そして、それから間もなく、アルキビアデスの声が中庭で聞こえた。ひどく酔っていて大声で叫び、アガトンはどこかと尋ね、アガトンのところへ連れて行けと命じていた。そこで笛吹き女と、ほかの何人かの従者たちが彼を抱えて、彼らのところへ連れて来た。そして彼は、蔦とすみれの何か豊かな冠をかぶり、頭にはたいへん多くのリボンをつけて戸口に立ち、言った。「諸君、ごきげんよう。ひどく酔っぱらった男を酒宴の仲間として迎えてくれるかね。それとも、アガトンに冠をかぶせるだけで帰ろうか。そのために来たのだから。というのも、私は」と彼は言った、「昨日は来ることができなかったのだが、今は、頭にリボンをつけてやって来たのだ。私の頭から、最も知恵があり最も美しい人の頭に、こう言ってよければ、冠をかぶせてやろうと思ってね。私が酔っているからといって、笑うだろうか。だが私は、たとえ君たちが笑っても、それでも本当のことを言っているのをよく知っているのだ。さあ、すぐに言ってくれたまえ。この条件で入ってよいかどうか。一緒に飲むかどうか」。そこで皆がどっと歓声をあげ、入って横になるよう促し、アガトンも彼を呼んだ。そこで彼は、人々に連れられて入って来た。そして同時に、冠をかぶせようとしてリボンを取りはずしていたので、それが目の前にかかっていて、ソクラテスに気づかず、アガトンのそばに、ソクラテスとアガトンのあいだに腰をおろした。ソクラテスが、彼が見えるように場所をあけたのである。そして、そばに腰をおろすと、アガトンを抱擁し、冠をかぶせた。そこでアガトンが言った。「召使いたち、アルキビアデスの履物を脱がせなさい。三人目として横になれるように」。「ぜひそうしてくれ」とアルキビアデスは言った。「だが、われわれの三人目の酒宴の仲間とは、この人は誰だね」。そして同時に、振り向いてソクラテスを見ると、見るなり跳び上がって言った。「ヘラクレスよ、これはいったい何だ。ソクラテスがここに。またしても、ここで私を待ち伏せして横になっていたのだね。あなたがいつも、私があなたがいるとはまったく思わないところに、突然現われるのが常だったようにね。それで今は、何をしに来たのかね。そしてまた、どうしてここに横になったのかね。アリストパネスのそばでも、ほかに誰かおどけた者であるか、そうありたいと思っている者のそばでもなく、中にいる者たちのうちで最も美しい者のそばに横になるよう、うまくたくらんだのだからね」。するとソクラテスは言った。「アガトン、私を守ってくれるかどうか見てくれたまえ。というのも、この人間への恋は、私にとってつまらないことではなくなってしまったのだ。私がこの人を恋したあの時以来、私はもう、美しい人のただ一人とも、目を向けることも話をすることもできないのだ。さもないと、この人は私を妬み、嫉妬して、とんでもないことをし、ののしり、手を出すのをやっとのことで控えているのだから。だから、今も何かしでかさないか見ていて、私たちを仲直りさせてくれたまえ。あるいは、もし彼が暴力をふるおうとしたら、守ってくれたまえ。私は、この人の狂気と、恋する者への執着を、ひどく恐れているのだから」。「いや」とアルキビアデスは言った、「私とあなたとのあいだに仲直りはない。だが、このことについては、また改めてあなたに仕返しをしよう。だが今は、アガトン」と彼は言った、「リボンを少し分けてくれたまえ。この人の、この驚くべき頭にも冠をかぶせるためにね。そして、私が君には冠をかぶせたのに、この人は言論において、すべての人間を、君のようにおとといだけでなく、いつも打ち負かしているのに、冠をかぶせなかったと言って、私を責めることがないように」。そして同時に、リボンを取ってソクラテスに冠をかぶせ、横になった。


コメント
まだコメントはありません。
コメントを読み込んでいます…