καὶ ἐγὼ εἶπον, εἶεν δή, ὦ ξένη, καλῶς γὰρ λέγεις· τοιοῦτος ὢν ὁ Ἔρως τίνα χρείαν ἔχει τοῖς ἀνθρώποις; τοῦτο δὴ μετὰ ταῦτʼ, ἔφη, ὦ Σώκρατες, πειράσομαί σε διδάξαι. ἔστι μὲν γὰρ δὴ τοιοῦτος καὶ οὕτω γεγονὼς ὁ Ἔρως, ἔστι δὲ τῶν καλῶν, ὡς σὺ φῄς. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί τῶν καλῶν ἐστιν ὁ Ἔρως, ὦ Σώκρατές τε καὶ Διοτίμα; ὧδε δὲ σαφέστερον· ἐρᾷ ὁ ἐρῶν τῶν καλῶν· τί ἐρᾷ; καὶ ἐγὼ εἶπον ὅτι γενέσθαι αὑτῷ. ἀλλʼ ἔτι ποθεῖ, ἔφη, ἡ ἀπόκρισις ἐρώτησιν τοιάνδε· τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τὰ καλά; οὐ πάνυ ἔφην ἔτι ἔχειν ἐγὼ πρὸς ταύτην τὴν ἐρώτησιν προχείρως ἀποκρίνασθαι. ἀλλʼ, ἔφη, ὥσπερ ἂν εἴ τις μεταβαλὼν ἀντὶ τοῦ καλοῦ τῷ ἀγαθῷ χρώμενος πυνθάνοιτο· φέρε, ὦ Σώκρατες, ἐρᾷ ὁ ἐρῶν τῶν ἀγαθῶν· τί ἐρᾷ; γενέσθαι, ἦν δʼ ἐγώ, αὑτῷ. καὶ τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τἀγαθά; τοῦτʼ εὐπορώτερον, ἦν δʼ ἐγώ, ἔχω ἀποκρίνασθαι, ὅτι εὐδαίμων ἔσται. κτήσει γάρ, ἔφη, ἀγαθῶν οἱ εὐδαίμονες εὐδαίμονες, καὶ οὐκέτι προσδεῖ ἐρέσθαι ἵνα τί δὲ βούλεται εὐδαίμων εἶναι ὁ βουλόμενος; ἀλλὰ τέλος δοκεῖ ἔχειν ἡ ἀπόκρισις. ἀληθῆ λέγεις, εἶπον ἐγώ. ταύτην δὴ τὴν βούλησιν καὶ τὸν ἔρωτα τοῦτον πότερα κοινὸν οἴει εἶναι πάντων ἀνθρώπων, καὶ πάντας τἀγαθὰ βούλεσθαι αὑτοῖς εἶναι ἀεί, ἢ πῶς λέγεις; οὕτως, ἦν δʼ ἐγώ· κοινὸν εἶναι πάντων. τί δὴ οὖν, ἔφη, ὦ Σώκρατες, οὐ πάντας ἐρᾶν φαμεν, εἴπερ γε πάντες τῶν αὐτῶν ἐρῶσι καὶ ἀεί, ἀλλά τινάς φαμεν ἐρᾶν, τοὺς δʼ οὔ; θαυμάζω, ἦν δʼ ἐγώ, καὶ αὐτός. ἀλλὰ μὴ θαύμαζʼ, ἔφη· ἀφελόντες γὰρ ἄρα τοῦ ἔρωτός τι εἶδος ὀνομάζομεν, τὸ τοῦ ὅλου ἐπιτιθέντες ὄνομα, ἔρωτα, τὰ δὲ ἄλλα ἄλλοις καταχρώμεθα ὀνόμασιν. ὥσπερ τί; ἦν δʼ ἐγώ. ὥσπερ τόδε. οἶσθʼ ὅτι ποίησίς ἐστί τι πολύ· ἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι ποίησις, ὥστε καὶ αἱ ὑπὸ πάσαις ταῖς τέχναις ἐργασίαι ποιήσεις εἰσὶ καὶ οἱ τούτων δημιουργοὶ πάντες ποιηταί. ἀληθῆ λέγεις. ἀλλʼ ὅμως, ἦ δʼ ἥ, οἶσθʼ ὅτι οὐ καλοῦνται ποιηταὶ ἀλλὰ ἄλλα ἔχουσιν ὀνόματα, ἀπὸ δὲ πάσης τῆς ποιήσεως ἓν μόριον ἀφορισθὲν τὸ περὶ τὴν μουσικὴν καὶ τὰ μέτρα τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται. ποίησις γὰρ τοῦτο μόνον καλεῖται, καὶ οἱ ἔχοντες τοῦτο τὸ μόριον τῆς ποιήσεως ποιηταί. ἀληθῆ λέγεις, ἔφην. οὕτω τοίνυν καὶ περὶ τὸν ἔρωτα. τὸ μὲν κεφάλαιόν ἐστι πᾶσα ἡ τῶν ἀγαθῶν ἐπιθυμία καὶ τοῦ εὐδαιμονεῖν ὁ μέγιστός τε καὶ δολερὸς ἔρως παντί· ἀλλʼ οἱ μὲν ἄλλῃ τρεπόμενοι πολλαχῇ ἐπʼ αὐτόν, ἢ κατὰ χρηματισμὸν ἢ κατὰ φιλογυμναστίαν ἢ κατὰ φιλοσοφίαν, οὔτε ἐρᾶν καλοῦνται οὔτε ἐρασταί, οἱ δὲ κατὰ ἕν τι εἶδος ἰόντες τε καὶ ἐσπουδακότες τὸ τοῦ ὅλου ὄνομα ἴσχουσιν, ἔρωτά τε καὶ ἐρᾶν καὶ ἐρασταί. κινδυνεύεις ἀληθῆ, ἔφην ἐγώ, λέγειν. καὶ λέγεται μέν γέ τις, ἔφη, λόγος, ὡς οἳ ἂν τὸ ἥμισυ ἑαυτῶν ζητῶσιν, οὗτοι ἐρῶσιν· ὁ δʼ ἐμὸς λόγος οὔτε ἡμίσεός φησιν εἶναι τὸν ἔρωτα οὔτε ὅλου, ἐὰν μὴ τυγχάνῃ γέ που, ὦ ἑταῖρε, ἀγαθὸν ὄν, ἐπεὶ αὑτῶν γε καὶ πόδας καὶ χεῖρας ἐθέλουσιν ἀποτέμνεσθαι οἱ ἄνθρωποι, ἐὰν αὐτοῖς δοκῇ τὰ ἑαυτῶν πονηρὰ εἶναι. οὐ γὰρ τὸ ἑαυτῶν οἶμαι ἕκαστοι ἀσπάζονται, εἰ μὴ εἴ τις τὸ μὲν ἀγαθὸν οἰκεῖον καλεῖ καὶ ἑαυτοῦ, τὸ δὲ κακὸν ἀλλότριον· ὡς οὐδέν γε ἄλλο ἐστὶν οὗ ἐρῶσιν ἅνθρωποι ἢ τοῦ ἀγαθοῦ. ἢ σοὶ δοκοῦσιν; μὰ Δίʼ οὐκ ἔμοιγε, ἦν δʼ ἐγώ. ἆρʼ οὖν, ἦ δʼ ἥ, οὕτως ἁπλοῦν ἐστι λέγειν ὅτι οἱ ἄνθρωποι τἀγαθοῦ ἐρῶσιν; ναί, ἔφην. τί δέ; οὐ προσθετέον, ἔφη, ὅτι καὶ εἶναι τὸ ἀγαθὸν αὑτοῖς ἐρῶσιν; προσθετέον. ἆρʼ οὖν, ἔφη, καὶ οὐ μόνον εἶναι, ἀλλὰ καὶ ἀεὶ εἶναι; καὶ τοῦτο προσθετέον. ἔστιν ἄρα συλλήβδην, ἔφη, ὁ ἔρως τοῦ τὸ ἀγαθὸν αὑτῷ εἶναι ἀεί. ἀληθέστατα, ἔφην ἐγώ, λέγεις.
「そこで私は言った。『よろしい、異国の方、立派におっしゃいます。では、エロースがそのようなものであるとして、人間たちにとってどのような役に立つのですか』。『それこそ、この次に、ソクラテス、あなたに教えるよう試みましょう』と彼女は言った。『エロースは、まさにそのようなものであり、そのようにして生まれたのですが、あなたの言うように、美しいものにかかわるものです。ところで、もし誰かがわれわれにこう尋ねたとしましょう。〈ソクラテスとディオティマよ、エロースは、美しいもののどのような点にかかわるのか〉。もっとはっきり言えば、こうです。〈恋する者は美しいものを恋する。何を恋するのか〉』。そこで私は言った。『それが自分のものになることを、です』。『けれども、その答えは、さらに次のような問いを求めます』と彼女は言った。『〈美しいものが自分のものになった者には、何があることになるのか〉』。私は、この問いにはもうすぐには答えられない、と言った。『では』と彼女は言った、『ちょうど、誰かが取りかえて、美しいものの代わりに善いものを使って尋ねたとしましょう。〈さあ、ソクラテス、恋する者は善いものを恋する。何を恋するのか〉』。『それが自分のものになることを、です』と私は言った。『〈では、善いものが自分のものになった者には、何があることになるのか〉』。『それなら、もっとたやすく答えられます』と私は言った、『幸福になるでしょう』。『じっさい、幸福な人たちは、善いものの所有によって幸福なのです』と彼女は言った。『そしてもはや、〈幸福であることを望む者は、何のためにそれを望むのか〉と、さらに尋ねる必要はありません。答えは終わりに達しているように思われますから』。『本当のことをおっしゃいます』と私は言った。『では、この望みとこの恋とは、すべての人間に共通のものであり、すべての人が善いものがいつも自分のものであることを望んでいるとあなたは思いますか、それともどう言いますか』。『そう思います』と私は言った、『すべての人に共通のものだと』。『では、いったいなぜ、ソクラテス』と彼女は言った、『すべての人が恋しているとわれわれは言わないのでしょう。もしすべての人が同じものを、しかもいつも恋しているのなら。そうではなく、ある人たちは恋しているが、ある人たちはそうでない、とわれわれは言うのです』。『私自身も不思議に思います』と私は言った。『いや、不思議に思うことはありません』と彼女は言った。『というのも、われわれは、恋のある種を取り出して、それに全体の名前、すなわち恋という名前をかぶせて呼び、ほかのものにはほかの名前を用いているのですから』。『たとえばどのようなことですか』と私は言った。『たとえば、こういうことです。制作というのは何か多くのものだということを、あなたは知っていますね。というのも、何であれ、あらぬものからあるものへと進むものにとって、その原因はすべて制作なのですから。ですから、すべての技術によってなされる仕事も制作であり、その作り手たちはみな制作者なのです』。『本当のことをおっしゃいます』。『けれども』と彼女は言った、『あなたも知っているように、その人たちは制作者とは呼ばれず、ほかの名前をもっています。そして、制作全体から一つの部分、すなわち音楽と韻律にかかわる部分が切り離されて、全体の名前で呼ばれているのです。というのも、これだけが制作(詩作)と呼ばれ、制作のこの部分をもつ者たちが制作者(詩人)と呼ばれているのですから』。『本当のことをおっしゃいます』と私は言った。『そこで、恋についても同じなのです。要点を言えば、善いものと幸福であることへのあらゆる欲望が、すべての人にとって、最も大きく、しかも狡猾な恋なのです。けれども、ほかの方面で、金もうけによってであれ、体育好きによってであれ、知恵を愛し求めることによってであれ、多様な仕方でそれへと向かう者たちは、恋しているとも恋する者とも呼ばれません。他方、ある一つの種に沿って進み、熱中している者たちが、全体の名前、すなわち恋とか、恋するとか、恋する者とかいう名前を得ているのです』。『おそらく本当のことをおっしゃっています』と私は言った。『そしてまた、ある話が語られています』と彼女は言った、『自分自身の半身を探し求める者たちが恋しているのだ、とね。けれども私の話では、恋は半身に向かうものでも全体に向かうものでもありません。友よ、それがたまたまどこかで善いものでないかぎりは。というのも、人間は、自分自身の足や手でさえ、自分のものが悪いと思われるならば、切り取ってしまおうとするのですから。というのも、思うに、各人が慈しむのは自分のものではないのです。もし人が、善いものを身内のもの、自分自身のものと呼び、悪いものを他人のものと呼ぶのでないかぎりは。人間たちが恋するものは、善いもの以外の何ものでもないのですから。それとも、あなたにはそう思われますか』。『ゼウスにかけて、私には思われません』と私は言った。『それでは』と彼女は言った、『人間たちは善いものを恋する、とこのように単純に言ってよいのでしょうか』。『はい』と私は言った。『ではどうでしょう。善いものが自分のものであることをも恋するのだ、と付け加えなければならないのではありませんか』と彼女は言った。『付け加えなければなりません』。『それでは』と彼女は言った、『単にあるだけでなく、いつもあることをも』。『それも付け加えなければなりません』。『それでは、要するに』と彼女は言った、『恋とは、善いものがいつも自分のものであることに向かうものなのです』。『このうえなく本当のことをおっしゃいます』と私は言った」。
コメント
まだコメントはありません。
コメントを読み込んでいます…